Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 670
Septuagint Complete Greek and English Edition Page 670

by Septuagint


  [23] And when the ass saw the angel of God standing opposite in the way, and his sword drawn in his hand, then the ass turned aside out of the way, and went into the field; and Balaam smote the ass with his staff to direct her in the way.

  [24] καὶ ἔστη ὁ ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξιν τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν·

  [24] And the angel of the Lord stood in the avenues of the vines, a fence being on this side and a fence on that.

  [25] καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον καὶ ἀπέθλιψεν τὸν πόδα Βαλααμ· καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν.

  [25] And when the ass saw the angel of God, she thrust herself against the wall, and crushed Balaam’s foot against the wall, and he smote her again.

  [26] καὶ προσέθετο ὁ ἄγγελος τοῦ θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν οὐδὲ ἀριστεράν.

  [26] And the angel of the Lord went farther, and came and stood in a narrow place where it was impossible to turn to the right or the left.

  [27] καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ συνεκάθισεν ὑποκάτω Βαλααμ· καὶ ἐθυμώθη Βαλααμ καὶ ἔτυπτεν τὴν ὄνον τῇ ῥάβδῳ.

  [27] And when the ass saw the angel of God, she lay down under Balaam; and Balaam was angry, and struck the ass with his staff.

  [28] καὶ ἤνοιξεν ὁ θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλααμ Τί ἐποίησά σοι ὅτι πέπαικάς με τοῦτο τρίτον;

  [28] And God opened the mouth of the ass, and she says to Balaam, What have I done to thee, that thou hast smitten me this third time?

  [29] καὶ εἶπεν Βαλααμ τῇ ὄνῳ Ὅτι ἐμπέπαιχάς μοι· καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί μου, ἤδη ἂν ἐξεκέντησά σε.

  [29] And Balaam said to the ass, Because thou hast mocked me; and if I had had a sword in my hand, I would now have killed thee.

  [30] καὶ λέγει ἡ ὄνος τῷ Βαλααμ Οὐκ ἐγὼ ἡ ὄνος σου, ἐφ’ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως; ὁ δὲ εἶπεν Οὐχί.

  [30] And the ass says to Balaam, Am not I thine ass on which thou hast ridden since thy youth till this day? did I ever do thus to thee, utterly disregarding thee? and he said, No.

  [31] ἀπεκάλυψεν δὲ ὁ θεὸς τοὺς ὀφθαλμοὺς Βαλααμ, καὶ ὁρᾷ τὸν ἄγγελον κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησεν τῷ προσώπῳ αὐτοῦ.

  [31] And God opened the eyes of Balaam, and he sees the angel of the Lord withstanding him in the way, and his sword drawn in his hand, and he stooped down and worshipped on his face.

  [32] καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ Διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου.

  [32] And the angel of God said to him, Why hast thou smitten thine ass this third time? and, behold, I came out to withstand thee, for thy way was not seemly before me; and when the ass saw me, she turned away from me this third time.

  [33] καὶ ἰδοῦσά με ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τρίτον τοῦτο· καὶ εἰ μὴ ἐξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δὲ περιεποιησάμην.

  [33] And if she had not turned out of the way, surely now, I should have slain thee, and should have saved her alive.

  [34] καὶ εἶπεν Βαλααμ τῷ ἀγγέλῳ κυρίου Ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρέσκει, ἀποστραφήσομαι.

  [34] And Balaam said to the angel of the Lord, I have sinned, for I did not know that thou wert standing opposite in the way to meet me; and now if it shall not be pleasing to thee for me to go on, I will return.

  [35] καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς Βαλααμ Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα, ὃ ἐὰν εἴπω πρὸς σέ, τοῦτο φυλάξῃ λαλῆσαι. καὶ ἐπορεύθη Βαλααμ μετὰ τῶν ἀρχόντων Βαλακ.

  [35] And the angel of the Lord said to Balaam, Go with the men: nevertheless the word which I shall speak to thee, that thou shalt take heed to speak. And Balaam went with the princes of Balac.

  [36] Καὶ ἀκούσας Βαλακ ὅτι ἥκει Βαλααμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλιν Μωαβ, ἥ ἐστιν ἐπὶ τῶν ὁρίων Αρνων, ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων.

  [36] And when Balac heard that Balaam was come, he went out to meet him, to a city of Moab, which is on the borders of Arnon, which is on the extreme part of the borders.

  [37] καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διὰ τί οὐκ ἤρχου πρός με; ὄντως οὐ δυνήσομαι τιμῆσαί σε;

  [37] And Balac said to Balaam, Did I not send to thee to call thee? why hast thou not come to me? shall I not indeed be able to honour thee?

  [38] καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Ἰδοὺ ἥκω πρὸς σέ· νῦν δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ ῥῆμα, ὃ ἐὰν βάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω.

  [38] And Balaam said to Balac, Behold, I am now come to thee: shall I be able to say anything? the word which God shall put into my mouth, that I shall speak.

  [39] καὶ ἐπορεύθη Βαλααμ μετὰ Βαλακ, καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων.

  [39] And Balaam went with Balac, and they came to the cities of streets.

  [40] καὶ ἔθυσεν Βαλακ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλεν τῷ Βαλααμ καὶ τοῖς ἄρχουσι τοῖς μετ’ αὐτοῦ.

  [40] And Balac offered sheep and calves, and sent to Balaam and to his princes who were with him.

  [41] καὶ ἐγενήθη πρωῒ καὶ παραλαβὼν Βαλακ τὸν Βαλααμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βααλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ.

  [41] And it was morning; and Balac took Balaam, and brought him up to the pillar of Baal, and shewed him thence a part of the people.

  CHAPTER 23

  [1] καὶ εἶπεν Βαλααμ τῷ Βαλακ Οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.

  [1] And Balaam said to Balac, Build me here seven altars, and prepare me here seven calves, and seven rams.

  [2] καὶ ἐποίησεν Βαλακ ὃν τρόπον εἶπεν αὐτῷ Βαλααμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

  [2] And Balac did as Balaam told him; and he offered up a calf and a ram on every altar.
r />   [3] καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι, εἴ μοι φανεῖται ὁ θεὸς ἐν συναντήσει, καὶ ῥῆμα, ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη Βαλακ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ Βαλααμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεὸν καὶ ἐπορεύθη εὐθεῖαν.

  [3] And Balaam said to Balac, Stand by thy sacrifice, and I will go and see if God will appear to me and meet me, and the word which he shall shew me, I will report to thee. And Balac stood by his sacrifice.

  [4] καὶ ἐφάνη ὁ θεὸς τῷ Βαλααμ, καὶ εἶπεν πρὸς αὐτὸν Βαλααμ Τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

  [4] And Balaam went to enquire of God; and he went straight forward, and God appeared to Balaam; and Balaam said to him, I have prepared the seven altars, and have offered a calf and a ram on every altar.

  [5] καὶ ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλααμ καὶ εἶπεν Ἐπιστραφεὶς πρὸς Βαλακ οὕτως λαλήσεις.

  [5] And God put a word into the mouth of Balaam, and said, thou shalt return to Balac, and thus shalt thou speak.

  [6] καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ’ αὐτοῦ.

  [6] And he returned to him, and moreover he stood over his whole-burnt-offerings, and all the princes of Moab with him; and the Spirit of God came upon him.

  [7] καὶ ἐγενήθη πνεῦμα θεοῦ ἐπ’ αὐτῷ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλακ, βασιλεὺς Μωαβ ἐξ ὀρέων ἀπ’ ἀνατολῶν λέγων Δεῦρο ἄρασαί μοι τὸν Ιακωβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ισραηλ.

  [7] And he took up his parable, and said, Balac king of Moab sent for me out of Mesopotamia, out of the mountains of the east, saying, Come, curse me Jacob, and Come, call for a curse for me upon Israel.

  [8] τί ἀράσωμαι ὃν μὴ καταρᾶται κύριος, ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ θεός;

  [8] How can I curse whom the Lord curses not? or how can I devote whom God devotes not?

  [9] ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.

  [9] For from the top of the mountains I shall see him, and from the hills I shall observe him: behold, the people shall dwell alone, and shall not be reckoned among the nations.

  [10] τίς ἐξηκριβάσατο τὸ σπέρμα Ιακωβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ισραηλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.

  [10] Who has exactly calculated the seed of Jacob, and who shall number the families of Israel? let my soul die with the souls of the righteous, and let my seed be as their seed.

  [11] καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.

  [11] And Balac said to Balaam, What hast thou done to me? I called thee to curse my enemies, and behold thou hast greatly blessed them.

  [12] καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι;

  [12] And Balaam said to Balac, Whatsoever the Lord shall put into my mouth, shall I not take heed to speak this?

  [13] Καὶ εἶπεν πρὸς αὐτὸν Βαλακ Δεῦρο ἔτι μετ’ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν, ἀλλ’ ἢ μέρος τι αὐτοῦ ὄψῃ, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.

  [13] And Balac said to him, Come yet with me to another place where thou shalt not see the people, but only thou shalt see a part of them, and shalt not see them all; and curse me them from thence.

  [14] καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

  [14] And he took him to a high place of the field to the top of the quarried rock, and he built there seven altars, and offered a calf and a ram on every altar.

  [15] καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν.

  [15] And Balaam said to Balac, Stand by thy sacrifice, and I will go to enquire of God.

  [16] καὶ συνήντησεν ὁ θεὸς τῷ Βαλααμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν Ἀποστράφητι πρὸς Βαλακ καὶ τάδε λαλήσεις.

  [16] And God met Balaam, and put a word into his mouth, and said, return to Balac, and thus shalt thou speak.

  [17] καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ’ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλακ Τί ἐλάλησεν κύριος;

  [17] And he returned to him: and he also was standing by his whole-burnt-sacrifice, and all the princes of Moab with him; and Balac said to him, What has the Lord spoken?

  [18] καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἀνάστηθι, Βαλακ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφωρ.

  [18] And he took up his parable, and said, rise up, Balac, and hear; hearken as a witness, thou son of Sepphor.

  [19] οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;

  [19] God is not as man to waver, nor as the son of man to be threatened; shall he say and not perform? shall he speak and not keep to his word?

  [20] ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω.

  [20] Behold, I have received commandment to bless: I will bless, and not turn back.

  [21] οὐκ ἔσται μόχθος ἐν Ιακωβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ισραηλ· κύριος ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ.

  [21] There shall not be trouble in Jacob, neither shall sorrow be seen in Israel: the Lord his God is with him, the glories of rulers are in him.

  [22] θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ.

  [22] It was God who brought him out of Egypt; he has as it were the glory of a unicorn.

  [23] οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ιακωβ οὐδὲ μαντεία ἐν Ισραηλ· κατὰ καιρὸν ῥηθήσεται Ιακωβ καὶ τῷ Ισραηλ, τί ἐπιτελέσει ὁ θεός.

  [23] For there is no divination
in Jacob, nor enchantment in Israel; in season it shall be told to Jacob and Israel what God shall perform.

  [24] ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωθήσεται· οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται.

  [24] Behold, the people shall rise up as a lion’s whelp, and shall exalt himself as a lion; he shall not lie down till he have eaten the prey, and he shall drink the blood of the slain.

  [25] καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν.

  [25] And Balac said to Balaam, Neither curse the people at all for me, nor bless them at all.

  [26] καὶ ἀποκριθεὶς Βαλααμ εἶπεν τῷ Βαλακ Οὐκ ἐλάλησά σοι λέγων Τὸ ῥῆμα, ὃ ἐὰν λαλήσῃ ὁ θεός, τοῦτο ποιήσω;

  [26] And Balaam answered and said to Balac, Spoke I not to thee, saying, Whatsoever thing God shall speak to me, that will I do?

  [27] Καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ θεῷ καὶ καταρᾶσαί μοι αὐτὸν ἐκεῖθεν.

  [27] And Balac said to Balaam, Come and I will remove thee to another place, if it shall please God, and curse me them from thence.

  [28] καὶ παρέλαβεν Βαλακ τὸν Βαλααμ ἐπὶ κορυφὴν τοῦ Φογωρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον.

  [28] And Balac took Balaam to the top of Phogor, which extends to the wilderness.

  [29] καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.

  [29] And Balaam said to Balac, build me here seven altars, and prepare me here seven calves, and seven rams.

  [30] καὶ ἐποίησεν Βαλακ καθάπερ εἶπεν αὐτῷ Βαλααμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

 

‹ Prev