Book Read Free

Septuagint Complete Greek and English Edition

Page 685

by Septuagint


  [13] And he will love thee, and bless thee, and multiply thee; and he will bless the off-spring of thy body, and the fruit of thy land, thy corn, and thy wine, and thine oil, the herds of thine oxen, and the flocks of thy sheep, on the land which the Lord sware to thy fathers to give to thee.

  [14] εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη· οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα καὶ ἐν τοῖς κτήνεσίν σου.

  [14] Thou shalt be blessed beyond all nations; there shall not be among you an impotent or barren one, or among thy cattle.

  [15] καὶ περιελεῖ κύριος ἀπὸ σοῦ πᾶσαν μαλακίαν· καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηράς, ἃς ἑώρακας καὶ ὅσα ἔγνως, οὐκ ἐπιθήσει ἐπὶ σὲ καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισοῦντάς σε.

  [15] And the Lord thy God shall remove from thee all sickness; and none of the evil diseases of Egypt, which thou hast seen, and all that thou hast known, will he lay upon thee; but he will lay them upon all that hate thee.

  [16] καὶ φάγῃ πάντα τὰ σκῦλα τῶν ἐθνῶν, ἃ κύριος ὁ θεός σου δίδωσίν σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτοῖς, καὶ οὐ λατρεύσεις τοῖς θεοῖς αὐτῶν, ὅτι σκῶλον τοῦτό ἐστίν σοι.

  [16] And thou shalt eat all the spoils of the nations which the Lord thy God gives thee; thine eye shall not spare them, and thou shalt not serve their gods; for this is an offence to thee.

  [17] Ἐὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου ὅτι Πολὺ τὸ ἔθνος τοῦτο ἢ ἐγώ, πῶς δυνήσομαι ἐξολεθρεῦσαι αὐτούς;

  [17] But if thou shouldest say in thine heart, This nation is greater than I, how shall I be able to destroy them utterly?

  [18] οὐ φοβηθήσῃ αὐτούς· μνείᾳ μνησθήσῃ ὅσα ἐποίησεν κύριος ὁ θεός σου τῷ Φαραω καὶ πᾶσι τοῖς Αἰγυπτίοις,

  [18] thou shalt not fear them; thou shalt surely remember all that the Lord thy God did to Pharao and to all the Egyptians:

  [19] τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα, τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν, ὡς ἐξήγαγέν σε κύριος ὁ θεός σου· οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς ἔθνεσιν, οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν.

  [19] the great temptations which thine eyes have seen, those signs and great wonders, the strong hand, and the high arm; how the Lord thy God brought thee forth: so the Lord your God will do to all the nations, whom thou fearest in their presence.

  [20] καὶ τὰς σφηκίας ἀποστελεῖ κύριος ὁ θεός σου εἰς αὐτούς, ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ.

  [20] And the Lord thy God shall send against them the hornets, until they that are left and they that are hidden from thee be utterly destroyed.

  [21] οὐ τρωθήσῃ ἀπὸ προσώπου αὐτῶν, ὅτι κύριος ὁ θεός σου ἐν σοί, θεὸς μέγας καὶ κραταιός,

  [21] Thou shalt not be wounded before them, because the Lord thy God in the midst of thee is a great and powerful God.

  [22] καὶ καταναλώσει κύριος ὁ θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν· οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια.

  [22] And the Lord thy God shall consume these nations before thee by little and little: thou shalt not be able to consume them speedily, lest the land become desert, and the wild beasts of the field be multiplied against thee.

  [23] καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου καὶ ἀπολέσει αὐτοὺς ἀπωλείᾳ μεγάλῃ, ἕως ἂν ἐξολεθρεύσῃ αὐτούς,

  [23] And the Lord thy God shall deliver them into thy hands, and thou shalt destroy them with a great destruction, until ye shall have utterly destroyed them.

  [24] καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου· οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου, ἕως ἂν ἐξολεθρεύσῃς αὐτούς.

  [24] And he shall deliver their kings into your hands, and ye shall destroy their name from that place; none shall stand up in opposition before thee, until thou shalt have utterly destroyed them.

  [25] τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ’ αὐτῶν καὶ οὐ λήμψῃ σεαυτῷ, μὴ πταίσῃς δι’ αὐτό, ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν·

  [25] Ye shall burn with fire the graven images of their gods: thou shalt not covet their silver, neither shalt thou take to thyself gold from them, lest thou shouldest offend thereby, because it is an abomination to the Lord thy God.

  [26] καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου καὶ ἔσῃ ἀνάθημα ὥσπερ τοῦτο· προσοχθίσματι προσοχθιεῖς καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθημά ἐστιν.

  [26] And thou shalt not bring an abomination into thine house, so shouldest thou be an accursed thing like it; thou shalt utterly hate it, and altogether abominate it, because it is an accursed thing.

  CHAPTER 8

  [1] Πάσας τὰς ἐντολάς, ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, φυλάξεσθε ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν ὤμοσεν τοῖς πατράσιν ὑμῶν.

  [1] Ye shall observe to do all the commands which I charge you to-day, that ye may live and be multiplied, and enter in and inherit the land, which the Lord your God sware to give to your fathers.

  [2] καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδόν, ἣν ἤγαγέν σε κύριος ὁ θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ.

  [2] And thou shalt remember all the way which the Lord thy God led thee in the wilderness, that he might afflict thee, and try thee, and that the things in thine heart might be made manifest, whether thou wouldest keep his commandments or no.

  [3] καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ ἐψώμισέν σε τὸ μαννα, ὃ οὐκ εἴδησαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος.

  [3] And he afflicted thee and straitened thee with hunger, and fed thee with manna, which thy fathers knew not; that he might teach thee that man shall not live by bread alone, but by every word that proceeds out of the mouth of God shall man live.

  [4] τ�
�� ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώθησαν, ἰδοὺ τεσσαράκοντα ἔτη.

  [4] Thy garments grew not old from off thee, thy shoes were not worn from off thee, thy feet were not painfully hardened, lo! these forty years.

  [5] καὶ γνώσῃ τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, οὕτως κύριος ὁ θεός σου παιδεύσει σε,

  [5] And thou shalt know in thine heart, that as if any man should chasten his son, so the Lord thy God will chasten thee.

  [6] καὶ φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν.

  [6] And thou shalt keep the commands of the Lord thy God, to walk in his ways, and to fear him.

  [7] ὁ γὰρ κύριος ὁ θεός σου εἰσάγει σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν, οὗ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων·

  [7] For the Lord thy God will bring thee into a good and extensive land, where there are torrents of waters, and fountains of deep places issuing through the plains and through the mountains:

  [8] γῆ πυροῦ καὶ κριθῆς, ἄμπελοι, συκαῖ, ῥόαι, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος·

  [8] a land of wheat and barley, wherein are vines, figs, pomegranates; a land of olive oil and honey;

  [9] γῆ, ἐφ’ ἧς οὐ μετὰ πτωχείας φάγῃ τὸν ἄρτον σου καὶ οὐκ ἐνδεηθήσῃ οὐδὲν ἐπ’ αὐτῆς· γῆ, ἧς οἱ λίθοι σίδηρος, καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν·

  [9] a land on which thou shalt not eat thy bread with poverty, and thou shalt not want any thing upon it; a land whose stones are iron, and out of its mountains thou shalt dig brass.

  [10] καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐλογήσεις κύριον τὸν θεόν σου ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς ἔδωκέν σοι.

  [10] And thou shalt eat and be filled, and shalt bless the Lord thy God on the good land, which he has given thee.

  [11] πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ μὴ φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον,

  [11] Take heed to thyself that thou forget not the Lord thy God, so as not to keep his commands, and his judgments, and ordinances, which I command thee this day:

  [12] μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐταῖς

  [12] lest when thou hast eaten and art full, and hast built goodly houses, and dwelt in them;

  [13] καὶ τῶν βοῶν σου καὶ τῶν προβάτων σου πληθυνθέντων σοι, ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι καὶ πάντων, ὅσων σοι ἔσται, πληθυνθέντων σοι

  [13] and thy oxen and thy sheep are multiplied to thee, and thy silver and thy gold are multiplied to thee, and all thy possessions are multiplied to thee,

  [14] ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας,

  [14] thou shouldest be exalted in heart, and forget the Lord thy God, who brought thee out of the land of Egypt, out of the house of bondage:

  [15] τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα, οὗ οὐκ ἦν ὕδωρ, τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος,

  [15] who brought thee through that great and terrible wilderness, where is the biting serpent, and scorpion, and drought, where there was no water; who brought thee a fountain of water out of the flinty rock:

  [16] τοῦ ψωμίσαντός σε τὸ μαννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ εἴδησαν οἱ πατέρες σου, ἵνα κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ εὖ σε ποιήσῃ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν σου.

  [16] who fed thee with manna in the wilderness, which thou knewest not, and thy fathers knew not; that he might afflict thee, and thoroughly try thee, and do thee good in thy latter days.

  [17] μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου Ἡ ἰσχύς μου καὶ τὸ κράτος τῆς χειρός μου ἐποίησέν μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην·

  [17] Lest thou shouldest say in thine heart, My strength, and the power of mine hand have wrought for me this great wealth.

  [18] καὶ μνησθήσῃ κυρίου τοῦ θεοῦ σου, ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν σου, ὡς σήμερον.

  [18] But thou shalt remember the Lord thy God, that he gives thee strength to get wealth; even that he may establish his covenant, which the Lord sware to thy fathers, as at this day.

  [19] καὶ ἔσται ἐὰν λήθῃ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ὀπίσω θεῶν ἑτέρων καὶ λατρεύσῃς αὐτοῖς καὶ προσκυνήσῃς αὐτοῖς, διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλείᾳ ἀπολεῖσθε·

  [19] And it shall come to pass if thou do at all forget the Lord thy God, and shouldest go after other gods, and serve them, and worship them, I call heaven and earth to witness against you this day, that ye shall surely perish.

  [20] καθὰ καὶ τὰ λοιπὰ ἔθνη, ὅσα κύριος ἀπολλύει πρὸ προσώπου ὑμῶν, οὕτως ἀπολεῖσθε, ἀνθ’ ὧν οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν.

  [20] As also the other nations which the Lord God destroys before your face, so shall ye perish, because ye hearkened not to the voice of the Lord your God.

  CHAPTER 9

  [1] Ἄκουε, Ισραηλ· σὺ διαβαίνεις σήμερον τὸν Ιορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ,

  [1] Hear, O Israel: Thou goest this day across Jordan to inherit nations greater and stronger than yourselves, cities great and walled up to heaven;

  [2] λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη, υἱοὺς Ενακ, οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας Τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ενακ;

  [2] a people great and many and tall, the sons of Enac, whom thou knowest, and concerning whom thou hast heard say, Who can stand before the children of Enac?

  [3] καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ θεός σου, οὗτος προπορεύεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολεθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖς αὐτούς, καθάπερ εἶπέν σοι κύριος.

  [3] And thou shalt know to-day,
that the Lord thy God he shall go before thy face: he is a consuming fire; he shall destroy them, and he shall turn them back before thee, and shall destroy them quickly, as the Lord said to thee.

  [4] μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι κύριον τὸν θεόν σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου λέγων Διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέν με κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην· ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς πρὸ προσώπου σου.

  [4] Speak not in thine heart, when the Lord thy God has destroyed these nations before thy face, saying, For my righteousness the Lord brought me in to inherit this good land.

  [5] οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν, τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ.

  [5] Not for thy righteousness, nor for the holiness of thy heart, dost thou go in to inherit their land, but because of the wickedness of these nations the Lord will destroy them from before thee, and that he may establish the covenant, which the Lord sware to our fathers, to Abraam, and to Isaac, and to Jacob.

 

‹ Prev