Septuagint Complete Greek and English Edition
Page 731
[10] Moreover we will take ten men for a hundred for all the tribes of Israel, and a hundred for a thousand, and a thousand for ten thousand, to take provision, to cause them to come to Gabaa of Benjamin, to do to it according to all the abomination, which they wrought in Israel.
[11] καὶ συνήχθη πᾶς ἀνὴρ Ισραηλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς.
[11] And all the men of Israel were gathered to the city as one man.
[12] Καὶ ἀπέστειλαν αἱ φυλαὶ Ισραηλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμιν λέγοντες Τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν;
[12] And the tribes of Israel sent men through the whole tribe of Benjamin, saying, What is this wickedness that has been wrought among you?
[13] καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαα, καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ Ισραηλ. καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμιν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν Ισραηλ.
[13] Now then give up the men the sons of transgressors that are in Gabaa, and we will put them to death, and purge out wickedness from Israel: but the children of Benjamin consented not to hearken to the voice of their brethren the children of Israel.
[14] καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμιν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαα ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Ισραηλ.
[14] And the children of Benjamin were gathered from their cities to Gabaa, to go forth to fight with the children of Israel.
[15] καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες, ἀνὴρ ἕλκων ῥομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαα, οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες ἐκλεκτοὶ
[15] And the children of Benjamin from their cities were numbered in that day, twenty-three thousand, every man drawing a sword, besides the inhabitants of Gabaa, who were numbered seven hundred chosen men of all the people, able to use both hands alike;
[16] ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα καὶ οὐκ ἐξαμαρτάνοντες.
[16] All these could sling with stones at a hair, and not miss.
[17] καὶ ἀνὴρ Ισραηλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν· πάντες οὗτοι ἄνδρες παρατάξεως.
[17] And the men of Israel, exclusive of Benjamin, were numbered four hundred thousand men that drew sword; all these were men of war.
[18] καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἠρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν; καὶ εἶπεν κύριος Ιουδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος.
[18] And they arose and went up to Baethel, and enquired of God: and the children of Israel said, Who shall go up for us first to fight with the children of Benjamin? And the Lord said, Juda shall go up first as leader.
[19] καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ τὸ πρωῒ καὶ παρενέβαλον ἐπὶ Γαβαα.
[19] And the children of Israel rose up in the morning, and encamped against Gabaa.
[20] καὶ ἐξῆλθον πᾶς ἀνὴρ Ισραηλ εἰς παράταξιν πρὸς Βενιαμιν καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαα.
[20] And they went out, all the men of Israel, to fight with Benjamin, and engaged with them at Gabaa.
[21] καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν ἀπὸ τῆς Γαβαα καὶ διέφθειραν ἐν Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν.
[21] And the sons of Benjamin went forth from Gabaa, and they destroyed in Israel on that day two and twenty thousand men down to the ground.
[22] καὶ ἐνίσχυσαν ἀνὴρ Ισραηλ καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ, ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ.
[22] And the men of Israel strengthened themselves, and again engaged in battle in the place where they had engaged on the first day.
[23] καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἠρώτησαν ἐν κυρίῳ λέγοντες Εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν ἀδελφοὺς ἡμῶν; καὶ εἶπεν κύριος Ἀνάβητε πρὸς αὐτούς.
[23] And the children of Israel went up, and wept before the Lord till evening, and enquired of the Lord, saying, Shall we again draw nigh to battle with our brethren the children of Benjamin? and the Lord said, Go up against them.
[24] Καὶ προσῆλθον οἱ υἱοὶ Ισραηλ πρὸς υἱοὺς Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ.
[24] And the children of Israel advanced against the children of Benjamin on the second day.
[25] καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς Γαβαα ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειραν ἀπὸ υἱῶν Ισραηλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν· πάντες οὗτοι ἕλκοντες ῥομφαίαν.
[25] And the children of Benjamin went forth to meet them from Gabaa on the second day, and destroyed of the children of Israel yet further eighteen thousand men down to the ground: all these drew sword.
[26] καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς Βαιθηλ καὶ ἔκλαυσαν καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον κυρίου·
[26] And the children of Israel and all the people went up, and came to Baethel; and they wept, and sat there before the Lord; and they fasted on that day until evening, and offered whole-burnt-offerings and perfect sacrifices, before the Lord,
[27] ὅτι ἐκεῖ κιβωτὸς διαθήκης κυρίου τοῦ θεοῦ,
[27] for the ark of the Lord God was there in those days,
[28] καὶ Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγοντες Εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν ἀδελφοὺς ἡμῶν ἢ ἐπίσχωμεν; καὶ εἶπεν κύριος Ἀνάβητε, ὅτι αὔριον δώσω αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν.
[28] and Phinees the son of Eleazar the son of Aaron stood before it in those days; and the children of Israel enquired of the Lord, saying, Shall we yet again go forth to fight with our brethren the sons of Benjamin? and the Lord said, Go up, to-morrow I will give them into your hands.
[29] Καὶ ἔθηκαν οἱ υἱοὶ Ισραηλ ἔνεδρα τῇ Γαβαα κύκλῳ
.
[29] And the children of Israel set an ambush against Gabaa round about it.
[30] καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ πρὸς υἱοὺς Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ συνῆψαν πρὸς τὴν Γαβαα ὡς ἅπαξ καὶ ἅπαξ.
[30] And the children of Israel went up against the children of Benjamin on the third day, and arrayed themselves against Gabaa as before.
[31] καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς συνάντησιν τοῦ λαοῦ καὶ ἐξεκενώθησαν τῆς πόλεως καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθηλ καὶ μία εἰς Γαβαα ἐν ἀγρῷ, ὡς τριάκοντα ἄνδρας ἐν Ισραηλ.
[31] And the children of Benjamin went out to meet the people, and were all drawn out of the city, and began to smite and slay the people as before in the roads, whereof one goes up to Baethel, and one to Gabaa in the field, about thirty men of Israel.
[32] καὶ εἶπαν οἱ υἱοὶ Βενιαμιν Πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον. καὶ οἱ υἱοὶ Ισραηλ εἶπον Φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς· καὶ ἐποίησαν οὕτως.
[32] And the children of Benjamin said, They fall before us as at the first: but the children of Israel said, Let us flee, and draw them out from the city into the roads; and they did so.
[33] καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ συνῆψαν ἐν Βααλθαμαρ, καὶ τὸ ἔνεδρον Ισραηλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ Μααραγαβε.
[33] And all the men rose up out of their places, and engaged in Baal Thamar; and the liers in wait of Israel advanced from their place from Maraagabe.
[34] καὶ ἦλθον ἐξ ἐναντίας Γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ισραηλ καὶ παράταξις βαρεῖα· καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι φθάνει ἐπ’ αὐτοὺς ἡ κακία.
[34] And there came over against Gabaa ten thousand chosen men out of all Israel; and the fight was severe; and they knew not that evil was coming upon them.
[35] καὶ ἐπάταξεν κύριος τὸν Βενιαμιν ἐνώπιον υἱῶν Ισραηλ, καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐκ τοῦ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι εἷλκον ῥομφαίαν.
[35] And the Lord smote Benjamin before the children of Israel; and the children of Israel destroyed of Benjamin in that day a hundred and twenty-five thousand men: all these drew sword.
[36] καὶ εἶδον οἱ υἱοὶ Βενιαμιν ὅτι ἐπλήγησαν· καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τόπον τῷ Βενιαμιν, ὅτι ἤλπισαν πρὸς τὸ ἔνεδρον, ὃ ἔθηκαν ἐπὶ τὴν Γαβαα.
[36] And the children of Benjamin saw that they were smitten; and the men of Israel gave place to Benjamin, because they trusted in the ambuscade which they had prepared against Gabaa.
[37] καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι καὶ τὸ ἔνεδρον ἐκινήθη καὶ ἐξέτειναν ἐπὶ τὴν Γαβαα, καὶ ἐξεχύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας.
[37] And when they retreated, then the liers in wait rose up, and they moved toward Gabaa, and the whole ambush came forth, and they smote the city with the edge of the sword.
[38] καὶ σημεῖον ἦν τοῖς υἱοῖς Ισραηλ μετὰ τοῦ ἐνέδρου τῆς μάχης ἀνενέγκαι αὐτοὺς σύσσημον καπνοῦ ἀπὸ τῆς πόλεως.
[38] And the children of Israel had a signal of battle with the liers in wait, that they should send up a signal of smoke from the city.
[39] καὶ εἶδον οἱ υἱοὶ Ισραηλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαα, καὶ ἔστησαν ἐν τῇ παρατάξει, καὶ Βενιαμιν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν Ισραηλ ὡς τριάκοντα ἄνδρας, ὅτι εἶπαν Πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν ὡς ἡ παράταξις ἡ πρώτη.
[39] And the children of Israel saw that the liers in wait had seized Gabaa, and they stood in line of battle; and Benjamin began to smite down wounded ones among the men of Israel about thirty men; for they said, Surely they fall again before us, as in the first battle.
[40] καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στῦλος καπνοῦ· καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη ἡ συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ.
[40] And the signal went up increasingly over the city as a pillar of smoke; and Benjamin looked behind him, and behold the destruction of the city went up to heaven.
[41] καὶ ἀνὴρ Ισραηλ ἐπέστρεψεν, καὶ ἔσπευσαν ἄνδρες Βενιαμιν, ὅτι εἶδον ὅτι συνήντησεν ἐπ’ αὐτοὺς ἡ πονηρία.
[41] And the men of Israel turned back, and the men of Benjamin hasted, because they saw that evil had come upon them.
[42] καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν Ισραηλ εἰς ὁδὸν τῆς ἐρήμου καὶ ἔφυγον, καὶ ἡ παράταξις ἔφθασεν ἐπ’ αὐτούς, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν.
[42] And they turned to the way of the wilderness from before the children of Israel, and fled: but the battle overtook them, and they from the cities destroyed them in the midst of them.
[43] καὶ κατέκοπτον τὸν Βενιαμιν καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουα κατὰ πόδα αὐτοῦ ἕως ἀπέναντι Γαβαα πρὸς ἀνατολὰς ἡλίου.
[43] And they cut down Benjamin, and pursued him from Nua closely till they came opposite Gabaa on the east.
[44] καὶ ἔπεσαν ἀπὸ Βενιαμιν δέκα ὀκτὼ χιλιάδες ἀνδρῶν· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως.
[44] And there fell of Benjamin eighteen thousand men: all these were men of might.
[45] καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμων, καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ Ισραηλ πεντακισχιλίους ἄνδρας· καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ Ισραηλ ἕως Γεδαν καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας.
[45] And the rest turned, and fled to the wilderness to the rock of Remmon; and the children of Israel picked off of them five thousand men; and the children of Israel went down after them as far as Gedan, and they smote of them two thousand men.
[46] καὶ ἐγένοντο πάντες οἱ πίπτοντες ἀπὸ Βενιαμιν εἴκοσι πέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως.
[46] And all that fell of Benjamin were twenty-five thousand men that drew sword in that day: all these were men of might.
[47] καὶ ἐπέβλεψαν οἱ λοιποὶ κα�
� ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμων, ἑξακόσιοι ἄνδρες, καὶ ἐκάθισαν ἐν πέτρᾳ Ρεμμων τέσσαρας μῆνας.
[47] And the rest turned, and fled to the wilderness to the rock of Remmon, even six hundred men; and they sojourned four months in the rock of Remmon.
[48] καὶ οἱ υἱοὶ Ισραηλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως Μεθλα καὶ ἕως κτήνους καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί.
[48] And the children of Israel returned to the children of Benjamin, and smote them with the edge of the sword from the city of Methla, even to the cattle, and every thing that was found in all the cities: and they burnt with fire the cities they found.
CHAPTER 21
[1] Καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν ἐν Μασσηφα λέγοντες Ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμιν εἰς γυναῖκα.
[1] Now the children of Israel swore in Massephath, saying, No man of us shall give his daughter to Benjamin for a wife.
[2] καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν
[2] And the people came to Baethel, and sat there until evening before God: and they lifted up their voice and wept with a great weeping;
[3] καὶ εἶπαν Εἰς τί, κύριε θεὲ Ισραηλ, ἐγενήθη αὕτη, τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ισραηλ φυλὴν μίαν;