Book Read Free

Septuagint Complete Greek and English Edition

Page 741

by Septuagint


  [2] And now, behold, the king goes before you; and I am grown old and shall rest; and, behold, my sons are among you; and, behold, I have gone about before you from my youth to this day.

  [3] ἰδοὺ ἐγώ, ἀποκρίθητε κατ’ ἐμοῦ ἐνώπιον κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατ’ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν.

  [3] Behold, here am I, answer against me before the Lord and before his anointed: whose calf have I taken? or whose ass have I taken? or whom of you have I oppressed? or from whose hand have I taken a bribe, even to a sandal? bear witness against me, and I will make restitution to you.

  [4] καὶ εἶπαν πρὸς Σαμουηλ Οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν.

  [4] And they said to Samuel, Thou hast not injured us, and thou hast not oppressed us; and thou hast not afflicted us, and thou hast not taken anything from any one’s hand.

  [5] καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν Μάρτυς κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν· καὶ εἶπαν Μάρτυς.

  [5] And Samuel said to the people, The Lord is witness among you, and his anointed is witness this day, that ye have not found anything in my hand: and they said, He is witness.

  [6] καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων Μάρτυς κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ααρων, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου.

  [6] And Samuel spoke to the people, saying, The Lord who appointed Moses and Aaron is witness, who brought our fathers up out of Egypt.

  [7] καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην κυρίου, ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν·

  [7] And now stand still, and I will judge you before the Lord; and I will relate to you all the righteousness of the Lord, the things which he has wrought among you and your fathers.

  [8] ὡς εἰσῆλθεν Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος, καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς κύριον, καὶ ἀπέστειλεν κύριος τὸν Μωυσῆν καὶ τὸν Ααρων καὶ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ.

  [8] When Jacob and his sons went into Egypt, and Egypt humbled them, then our fathers cried to the Lord, and the Lord sent Moses and Aaron; and they brought our fathers out of Egypt, and he made them to dwell in this place.

  [9] καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισαρα ἀρχιστρατήγου Ιαβιν βασιλέως Ασωρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωαβ, καὶ ἐπολέμησαν ἐν αὐτοῖς.

  [9] And they forgot the Lord their God, and he sold them into the hands of Sisara captain of the host of Jabis king of Asor, and into the hands of the Philistines, and into the hands of the king of Moab; and he fought with them.

  [10] καὶ ἐβόησαν πρὸς κύριον καὶ ἔλεγον Ἡμάρτομεν, ὅτι ἐγκατελίπομεν τὸν κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν· καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι.

  [10] And they cried to the Lord, and said, We have sinned, for we have forsaken the Lord, and have served Baalim and the groves: and now deliver us out of the hand of our enemies, and we will serve thee.

  [11] καὶ ἀπέστειλεν κύριος τὸν Ιεροβααλ καὶ τὸν Βαρακ καὶ τὸν Ιεφθαε καὶ τὸν Σαμουηλ καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν τῶν κυκλόθεν, καὶ κατῳκεῖτε πεποιθότες.

  [11] And he sent Jerobaal, and Barac, and Jephthae, and Samuel, and rescued us out of the hand of our enemies round about, and ye dwelt in security.

  [12] καὶ εἴδετε ὅτι Ναας βασιλεὺς υἱῶν Αμμων ἦλθεν ἐφ’ ὑμᾶς, καὶ εἴπατε Οὐχί, ἀλλ’ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ’ ἡμῶν· καὶ κύριος ὁ θεὸς ἡμῶν βασιλεὺς ἡμῶν.

  [12] And ye saw that Naas king of the children of Ammon came against you, and ye said, Nay, none but a king shall reign over us; whereas the Lord our God is our king.

  [13] καὶ νῦν ἰδοὺ ὁ βασιλεύς, ὃν ἐξελέξασθε, καὶ ἰδοὺ δέδωκεν κύριος ἐφ’ ὑμᾶς βασιλέα.

  [13] And now behold the king whom ye have chosen; and behold, the Lord has set a king over you.

  [14] ἐὰν φοβηθῆτε τὸν κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ’ ὑμῶν ὀπίσω κυρίου πορευόμενοι·

  [14] If ye should fear the Lord, and serve him, and hearken to his voice, and not resist the mouth of the Lord, and ye and your king that reigns over you should follow the Lord, well.

  [15] ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς κυρίου καὶ ἐρίσητε τῷ στόματι κυρίου, καὶ ἔσται χεὶρ κυρίου ἐπὶ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν.

  [15] But if ye should not hearken to the voice of the Lord, and ye should resist the mouth of the Lord, then shall the hand of the Lord be upon you and upon your king.

  [16] καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο, ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν.

  [16] And now stand still, and see this great thing, which the Lord will do before your eyes.

  [17] οὐχὶ θερισμὸς πυρῶν σήμερον; ἐπικαλέσομαι κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν, καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη, ἣν ἐποιήσατε ἐνώπιον κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέα.

  [17] Is it not wheat-harvest to-day? I will call upon the Lord, and he shall send thunder and rain; and know ye and see, that your wickedness is great which ye have wrought before the Lord, having asked for yourselves a king.

  [18] καὶ ἐπεκαλέσατο Σαμουηλ τὸν κύριον, καὶ ἔδωκεν κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν κύριον σφόδρα καὶ τὸν Σαμουηλ.

  [18] And Samuel called upon the Lord, and the Lord sent thunders and rain in that day; and all the people feared greatly the Lord and Samuel.

  [19] καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουηλ Πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς κύριον θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμ�
�ν, ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα.

  [19] And all the people said to Samuel, Pray for thy servants to the Lord thy God, and let us not die; for we have added to all our sins this iniquity, in asking for us a king.

  [20] καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν Μὴ φοβεῖσθε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν κυρίου καὶ δουλεύσατε τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν

  [20] And Samuel said to the people, Fear not: ye have indeed wrought all this iniquity; only turn not from following the Lord, and serve the Lord with all your heart.

  [21] καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι οὐθέν εἰσιν.

  [21] And turn not aside after the gods that are nothing, who will do nothing, and will not deliver you, because they are nothing.

  [22] ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικέως κύριος προσελάβετο ὑμᾶς αὑτῷ εἰς λαόν.

  [22] For the Lord will not cast off his people for his great name’s sake, because the Lord graciously took you to himself for a people.

  [23] καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν, καὶ δουλεύσω τῷ κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν·

  [23] And far be it from me to sin against the Lord in ceasing to pray for you: but I will serve the Lord, and shew you the good and the right way.

  [24] πλὴν φοβεῖσθε τὸν κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεθ’ ὑμῶν,

  [24] Only fear the Lord, and serve him in truth and with all your heart, for ye see what great things he has wrought with you.

  [25] καὶ ἐὰν κακίᾳ κακοποιήσητε, καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε.

  [25] But if ye continue to do evil, then shall ye and your king be consumed.

  CHAPTER 13

  [2] Καὶ ἐκλέγεται Σαουλ ἑαυτῷ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν Ισραηλ, καὶ ἦσαν μετὰ Σαουλ δισχίλιοι ἐν Μαχεμας καὶ ἐν τῷ ὄρει Βαιθηλ, χίλιοι ἦσαν μετὰ Ιωναθαν ἐν Γαβεε τοῦ Βενιαμιν, καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτοῦ.

  [1] 2 And Saul chooses for himself three thousand men of the men of Israel: and there were with Saul two thousand who were in Machmas, and in mount Baethel, and a thousand were with Jonathan in Gabaa of Benjamin: and he sent the rest of the people every man to his tent.

  [3] καὶ ἐπάταξεν Ιωναθαν τὸν Νασιβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ· καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι. καὶ Σαουλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων Ἠθετήκασιν οἱ δοῦλοι.

  [3] And Jonathan smote Nasib the Philistine that dwelt in the hill; and the Philistines hear of it, and Saul sounds the trumpet through all the land, saying, The servants have despised us.

  [4] καὶ πᾶς Ισραηλ ἤκουσεν λεγόντων Πέπαικεν Σαουλ τὸν Νασιβ τὸν ἀλλόφυλον, καὶ ᾐσχύνθησαν Ισραηλ ἐν τοῖς ἀλλοφύλοις. καὶ ἀνεβόησαν ὁ λαὸς ὀπίσω Σαουλ ἐν Γαλγαλοις.

  [4] And all Israel heard say, Saul has smitten Nasib the Philistine; now Israel had been put to shame before the Philistines; and the children of Israel went up after Saul in Galgala.

  [5] καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ Ισραηλ, καὶ ἀναβαίνουσιν ἐπὶ Ισραηλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τῷ πλήθει· καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν ἐν Μαχεμας ἐξ ἐναντίας Βαιθων κατὰ νότου.

  [5] And the Philistines gather together to war with Israel; and then come up against Israel thirty thousand chariots, and six thousand horsemen, and people as the sand by the seashore for multitude: and they come up, and encamp in Machmas, opposite Baethoron southward.

  [6] καὶ ἀνὴρ Ισραηλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν, καὶ ἐκρύβη ὁ λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις καὶ ἐν τοῖς βόθροις καὶ ἐν τοῖς λάκκοις,

  [6] And the men of Israel saw that they were in a strait so that they could not draw nigh, and the people hid themselves in caves, and sheepfolds, and rocks, and ditches, and pits.

  [7] καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ιορδάνην εἰς γῆν Γαδ καὶ Γαλααδ. καὶ Σαουλ ἔτι ἦν ἐν Γαλγαλοις, καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ. –

  [7] And they that went over went over Jordan to the land of Gad and Galaad: and Saul was yet in Galgala, and all the people followed after him in amazement.

  [8] καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπεν Σαμουηλ, καὶ οὐ παρεγένετο Σαμουηλ εἰς Γαλγαλα, καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ’ αὐτοῦ.

  [8] And he continued seven days for the appointed testimony, as Samuel told him, and Samuel came not to Galgala, and his people were dispersed from him.

  [9] καὶ εἶπεν Σαουλ Προσαγάγετε, ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς· καὶ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν.

  [9] And Saul said, Bring hither victims, that I may offer whole-burnt-offerings and peace-offerings: and he offered the whole-burnt-offering.

  [10] καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ Σαμουηλ παραγίνεται· καὶ ἐξῆλθεν Σαουλ εἰς ἀπάντησιν αὐτῷ εὐλογῆσαι αὐτόν.

  [10] And it came to pass when he had finished offering the whole-burnt-offering, that Samuel arrived, and Saul went out to meet him, and to bless him.

  [11] καὶ εἶπεν Σαμουηλ Τί πεποίηκας; καὶ εἶπεν Σαουλ Ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ’ ἐμοῦ καὶ σὺ οὐ παρεγένου, ὡς διετάξω, ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχεμας,

  [11] And Samuel said, What hast thou done? and Saul said, Because I saw how the people were scattered from me, and thou was not present as thou purposedst according to the set time of the days, and the Philistines were gathered to Machmas.

  [12] καὶ εἶπα Νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς Γαλγαλα καὶ τοῦ προσώπου τοῦ κυρίου οὐκ ἐδεήθην· καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν.

  [12] Then I said, Now will the Philistines come down to me to Galgala, and I have not sought the face of the Lord: s
o I forced myself and offered the whole-burnt-offering.

  [13] καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι κύριος. ὡς νῦν ἡτοίμασεν κύριος τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ισραηλ·

  [13] And Samuel said to Saul, Thou hast done foolishly; for thou hast not kept my command, which the Lord commanded thee, as now the Lord would have confirmed thy kingdom over Israel for ever.

  [14] καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεται, καὶ ζητήσει κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ ἐντελεῖται κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι κύριος.

  [14] But now thy kingdom shall not stand to thee, and the Lord shall seek for himself a man after his own heart; and the Lord shall appoint him to be a ruler over his people, because thou hast not kept all that the Lord commanded thee.

  [15] καὶ ἀνέστη Σαμουηλ καὶ ἀπῆλθεν ἐκ Γαλγαλων εἰς ὁδὸν αὐτοῦ. – καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαουλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ. αὐτῶν παραγενομένων ἐκ Γαλγαλων εἰς Γαβαα Βενιαμιν καὶ ἐπεσκέψατο Σαουλ τὸν λαὸν τὸν εὑρεθέντα μετ’ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας.

  [15] And Samuel arose, and departed from Galgala, and the remnant of the people went after Saul to meet him after the men of war, when they had come out of Galgala to Gabaa of Benjamin. And Saul numbered the people that were found with him, about six hundred men.

 

‹ Prev