Septuagint Complete Greek and English Edition
Page 747
[28] καὶ εἶδε Σαοὺλ ὅτι Κύριος μετὰ Δαυὶδ καὶ πᾶς ᾿Ισραήλ ἠγάπα αὐτόν,
[28] And Saul saw that the Lord was with David, and that all Israel loved him.
[29] καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυὶδ ἔτι.
[29] And he was yet more afraid of David.
CHAPTER 19
ΚΑΙ ἐλάλησε Σαοὺλ πρὸς ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυίδ.
And Saul spoke to Jonathan his son, and to all his servants, to slay David.
[2] καὶ ᾿Ιωνάθαν ὁ υἱὸς Σαοὺλ ᾑρεῖτο τὸν Δαυὶδ σφόδρα, καὶ ἀπήγγειλεν ᾿Ιωνάθαν τῷ Δαυὶδ λέγων· Σαοὺλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωΐ καὶ κρύβηθι καὶ κάθισον κρυφῇ,
[2] And Jonathan, Saul’s son, loved David much: and Jonathan told David, saying, Saul seeks to kill thee: take heed to thyself therefore to-morrow morning, and hide thyself, and dwell in secret.
[3] καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ, οὗ ἐὰν ᾖς ἐκεῖ, καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ,τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι.
[3] And I will go forth, and stand near my father in the field where thou shalt be, and I will speak concerning thee to my father; and I will see what his answer may be, and I will tell thee.
[4] καὶ ἐλάλησεν ᾿Ιωνάθαν περὶ Δαυὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ καὶ εἶπε πρὸς αὐτόν· μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυίδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα,
[4] And Jonathan spoke favorably concerning David to Saul his father, and said to him, Let not the king sin against thy servant David, for he has not sinned against thee, and his deeds are very good.
[5] καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξε τὸν ἀλλόφυλον, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς ᾿Ισραὴλ εἶδον καὶ ἐχάρησαν· καὶ ἱνατί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυὶδ δωρεάν;
[5] And he put his life in his hand, and smote the Philistine, and the Lord wrought a great deliverance; and all Israel saw, and rejoined: why then dost thou sin against innocent blood, to slay David without a cause?
[6] καὶ ἤκουσε Σαοὺλ τῆς φωνῆς ᾿Ιωνάθαν, καὶ ὤμοσε Σαοὺλ λέγων· ζῇ Κύριος, εἰ ἀποθανεῖται.
[6] And Saul hearkened to the voice of Jonathan; and Saul swore, saying, As the Lord lives, he shall not die.
[7] καὶ ἐκάλεσεν ᾿Ιωνάθαν τὸν Δαυίδ, καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ρήματα ταῦτα, καὶ εἰσήγαγεν ᾿Ιωνάθαν τὸν Δαυὶδ πρὸς Σαούλ, καὶ ἦν ἐνώπιον αὐτοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.
[7] And Jonathan called David, and told him all these words; and Jonathan brought David in to Saul, and he was before him as in former times.
[8] καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαούλ, καὶ κατίσχυσε Δαυὶδ καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ.
[8] And there was again war against Saul; and David did valiantly, and fought against the Philistines, and smote them with a very great slaughter, and they fled from before him.
[9] Καὶ ἐγένετο πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαούλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυὶδ ἔψαλλε ταῖς χερσὶν αὐτοῦ·
[9] And an evil spirit from God was upon Saul, and he was resting in his house, and a spear was in his hand, and David was playing on the harp with his hands.
[10] καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυίδ, καὶ ἀπέστη Δαυὶδ ἐκ προσώπου Σαοὺλ καὶ ἐπάταξε τὸ δόρυ εἰς τόν τοῖχον, καὶ Δαυὶδ ἀνεχώρησε καὶ διεσώθη.
[10] And Saul sought to smite David with the spear; and David withdrew suddenly from the presence of Saul; and he drove the spear into the wall; and David retreated and escaped.
[11] καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωΐ· καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ λέγουσα· ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ.
[11] And it came to pass in that night, that Saul sent messengers to the house of David to watch him, in order to slay him in the morning; and Melchol David’s wife told him, saying, Unless thou save thy life this night, to-morrow thou shalt be slain.
[12] καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε καὶ σώζεται.
[12] So Melchol lets David down by the window, and he departed, and fled, and escaped.
[13] καὶ ἔλαβεν ἡ Μελχὸλ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ.
[13] And Melchol took images, and laid them on the bed, and she put the liver of a goat by his head, and covered them with clothes.
[14] καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυίδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν·
[14] And Saul sent messengers to take David; and they say that he is sick.
[15] καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυὶδ λέγων· ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν.
[15] And he sends to David, saying, Bring him to me on the bed, that I may slay him.
[16] καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ.
[16] And the messengers come, and, behold, the images were on the bed, and the goat’s liver at his head.
[17] καὶ εἶπε Σαοὺλ τῇ Μελχόλ· ἱνατί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη; καὶ εἶπε Μελχὸλ τῷ Σαούλ· αὐτὸς εἶπεν· ἐξαπόστειλόν με, εἰ δὲ μή, θανατώσω σε.
[17] And Saul said to Melchol, Why hast thou thus deceived me, and suffered my enemy to depart, and he has escaped? and Melchol said to Saul, He said, let me go, and if not, I will slay thee.
[18] Καὶ Δαυὶδ ἔφυγε καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουὴλ εἰς ᾿Αρμαθαὶμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα, ὅσα ἐποίησεν αὐτῷ Σαούλ, κ
αὶ ἐπορεύθη Σαμουὴλ καὶ Δαυὶδ καὶ ἐκάθισαν ἐν Ναυὰθ ἐν Ραμά.
[18] So David fled, and escaped, and comes to Samuel to Armathaim, and tells him all that Saul had done to him: and Samuel and David went, and dwelt in Navath in Rama.
[19] καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· ἰδοὺ Δαυὶδ ἐν Ναυὰθ ἐν Ραμά.
[19] And it was told Saul, saying, Behold, David is in Navath in Rama.
[20] καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυίδ, καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ᾿ αὐτῶν, καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα Θεοῦ, καὶ προφητεύουσι.
[20] And Saul sent messengers to take David, and they saw the assembly of the prophets, and Samuel stood as appointed over them; and the Spirit of God came upon the messengers of Saul, and they prophesy.
[21] καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί. καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καί ἐπροφήτευσαν καὶ αὐτοί.
[21] And it was told Saul, and he sent other messengers, and they also prophesied: and Saul sent again a third set of messengers, and they also prophesied.
[22] καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς ᾿Αρμαθαὶμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφὶ καὶ ἠρώτησε καὶ εἶπε· ποῦ Σαμουὴλ καὶ Δαυίδ; καὶ εἶπαν· ἰδοὺ ἐν Ναυὰθ ἐν Ραμά.
[22] And Saul was very angry, and went himself also to Armathaim, and he comes as far as the well of the threshing floor that is in Sephi; and he asked and said, Where are Samuel and David? And they said, Behold, in Navath in Rama.
[23] καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυὰθ ἐν Ραμά, καὶ ἐγενήθη καὶ ἐπ᾿ αὐτῷ πνεῦμα Θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυὰθ ἐν Ραμά.
[23] And he went thence to Navath in Rama: and there came the Spirit of God upon him also, and he went on prophesying till he came to Navath in Rama.
[24] καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσε γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον· εἰ καὶ Σαοὺλ ἐν προφήταις;
[24] And he took off his clothes, and prophesied before them; and lay down naked all that day and all that night: therefore they said, Is Saul also among the prophets?
CHAPTER 20
[1] Καὶ ἀπέδρα Δαυιδ ἐκ Ναυαθ ἐν Ραμα καὶ ἔρχεται ἐνώπιον Ιωναθαν καὶ εἶπεν Τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου;
[1] And David fled from Navath in Rama, and comes into the presence of Jonathan; and he said, What have I done, and what is my fault, and wherein have I sinned before thy father, that he seeks my life?
[2] καὶ εἶπεν αὐτῷ Ιωναθαν Μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσῃ ὁ πατήρ μου ῥῆμα μέγα ἢ μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου τὸ ῥῆμα τοῦτο; οὐκ ἔστιν τοῦτο.
[2] And Jonathan said to him, Far be it from thee: thou shalt not die: behold, my father will not do any thing great or small without discovering it to me; and why should my father hide this matter from me? This thing is not so.
[3] καὶ ἀπεκρίθη Δαυιδ τῷ Ιωναθαν καὶ εἶπεν Γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπεν Μὴ γνώτω τοῦτο Ιωναθαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι, καθὼς εἶπον, ἐμπέπλησται ἀνὰ μέσον μου καὶ τοῦ θανάτου.
[3] And David answered Jonathan, and said, Thy father knows surely that I have found grace in thy sight, and he said, Let not Jonathan know this, lest he refuse his consent: but as the Lord lives and thy soul lives, as I said, the space is filled up between me and death.
[4] καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ Τί ἐπιθυμεῖ ἡ ψυχή σου καὶ τί ποιήσω σοι;
[4] And Jonathan said to David, What does thy soul desire, and what shall I do for thee.
[5] καὶ εἶπεν Δαυιδ πρὸς Ιωναθαν Ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι μετὰ τοῦ βασιλέως φαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης.
[5] And David said to Jonathan, Behold, to-morrow is the new moon, and I shall not on any account sit down to eat, but thou shalt let me go, and I will hide in the plain till the evening.
[6] ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου, καὶ ἐρεῖς Παραιτούμενος παρῃτήσατο ἀπ’ ἐμοῦ Δαυιδ δραμεῖν ἕως εἰς Βηθλεεμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ.
[6] And if thy father do in anywise enquire for me, then shalt thou say, David earnestly asked leave of me to run to Bethleem his city, for there is there, a yearly sacrifice for all the family.
[7] ἐὰν τάδε εἴπῃ Ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρ’ αὐτοῦ.
[7] If he shall say thus, Well, — all is safe for thy servant: but if he shall answer harshly to thee, know that evil is determined by him.
[8] καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σύ· καὶ ἕως τοῦ πατρός σου ἵνα τί οὕτως εἰσάγεις με;
[8] And thou shalt deal mercifully with thy servant; for thou hast brought thy servant into a covenant of the Lord with thyself: and if there is iniquity in thy servant, slay me thyself; but why dost thou thus bring me to thy father?
[9] καὶ εἶπεν Ιωναθαν Μηδαμῶς σοι, ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ· καὶ ἐὰν μή, εἰς τὰς πόλεις σου ἐγὼ ἀπαγγελῶ σοι.
[9] And Jonathan said, That be far from thee: for if I surely know that evil is determined by my father to come upon thee, although it should not be against thy cities, I will tell thee.
[10] καὶ εἶπεν Δαυιδ πρὸς Ιωναθαν Τίς ἀπαγγελεῖ μοι, ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς;
[10] And David said to Jonathan, Who can tell me if thy father should answer roughly?
[11] καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ Πορεύου καὶ μένε εἰς ἀγρόν. καὶ ἐκπορεύονται ἀμφότεροι εἰ�
� ἀγρόν. –
[11] And Jonathan said to David, Go, and abide in the field. And they went out both into the field.
[12] καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ Κύριος ὁ θεὸς Ισραηλ οἶδεν ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυιδ, καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρόν·
[12] And Jonathan said to David, the Lord God of Israel knows that I will sound my father as I have an opportunity, three several times, and, behold, if good should be determined concerning David, and I do not send to thee to the field,
[13] τάδε ποιήσαι ὁ θεὸς τῷ Ιωναθαν καὶ τάδε προσθείη, ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σε, καὶ ἀπελεύσῃ εἰς εἰρήνην· καὶ ἔσται κύριος μετὰ σοῦ, καθὼς ἦν μετὰ τοῦ πατρός μου.
[13] God do so to Jonathan and more also: as I shall also report the evil to thee, and make it known to thee, and I will let thee go; and thou shalt depart in peace, and the Lord shall be with thee, as he was with my father.
[14] καὶ μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ’ ἐμοῦ, καὶ ἐὰν θανάτῳ ἀποθάνω,
[14] And if indeed I continue to live, then shalt thou deal mercifully with me; and if I indeed die,
[15] οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μὴ ἐν τῷ ἐξαίρειν κύριον τοὺς ἐχθροὺς Δαυιδ ἕκαστον ἀπὸ προσώπου τῆς γῆς
[15] thou shalt not withdraw thy mercy from my house for ever:
[16] ἐξαρθῆναι τὸ ὄνομα τοῦ Ιωναθαν ἀπὸ τοῦ οἴκου Δαυιδ, καὶ ἐκζητήσαι κύριος ἐχθροὺς τοῦ Δαυιδ.