Book Read Free

Septuagint Complete Greek and English Edition

Page 759

by Septuagint


  [7] ἐν πᾶσιν, οἷς διῆλθον ἐν παντὶ Ισραηλ, εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ισραηλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ισραηλ, λέγων Τί ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον;

  [7] wheresoever I went with all Israel. Have I ever spoken to any of the tribes of Israel, which I commanded to tend my people Israel, saying, Why have ye not built me a house of Cedar?

  [8] καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυιδ Τάδε λέγει κύριος παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ισραηλ

  [8] And now thus shalt thou say to my servant David, Thus says the Lord Almighty, I took thee from the sheep-cote, that thou shouldest be a prince over my people, over Israel.

  [9] καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύου, καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.

  [9] And I was with thee wheresoever thou wentest, and I destroyed all thine enemies before thee, and I made thee renowned according to the renown of the great ones on the earth.

  [10] καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ισραηλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ’ ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ’ ἀρχῆς

  [10] And I will appoint a place for my people Israel, and will plant them, and they shall dwell by themselves, and shall be no more distressed; and the son of iniquity shall no more afflict them, as he has done from the beginning,

  [11] ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου, καὶ ἀπαγγελεῖ σοι κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ.

  [11] from the days when I appointed judges over my people Israel: and I will give thee rest from all thine enemies, and the Lord will tell thee that thou shalt build a house to him.

  [12] καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ·

  [12] And it shall come to pass when thy days shall have been fulfilled, and thou shalt sleep with thy fathers, that I will raise up thy seed after thee, even thine own issue, and I will establish his kingdom.

  [13] αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα.

  [13] He shall build for me a house to my name, and I will set up his throne even for ever.

  [14] ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων·

  [14] I will be to him a father, and he shall be to me a son. And when he happens to transgress, then will I chasten him with the rod of men, and with the stripes of the sons of men.

  [15] τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτοῦ, καθὼς ἀπέστησα ἀφ’ ὧν ἀπέστησα ἐκ προσώπου μου.

  [15] But my mercy I will not take from him, as I took it from those whom I removed from my presence.

  [16] καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα.

  [16] And his house shall be made sure, and his kingdom for ever before me, and his throne shall be set up for ever.

  [17] κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ. –

  [17] According to all these words, and according to all this vision, so Nathan spoke to David.

  [18] καὶ εἰσῆλθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἐνώπιον κυρίου καὶ εἶπεν Τίς εἰμι ἐγώ, κύριέ μου κύριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπηκάς με ἕως τούτων;

  [18] And king David came in, and sat before the Lord, and said, Who am I, O Lord, my Lord, and what is my house, that thou hast loved me hitherto?

  [19] καὶ κατεσμικρύνθη μικρὸν ἐνώπιόν σου, κύριέ μου κύριε, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, κύριέ μου κύριε.

  [19] Whereas I was very little before thee, O Lord, my Lord, yet thou spokest concerning the house of thy servant for a long time to to come. And is this the law of man, O Lord, my Lord?

  [20] καὶ τί προσθήσει Δαυιδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, κύριέ μου κύριε.

  [20] And what shall David yet say to thee? and now thou knowest thy servant, O Lord, my Lord.

  [21] διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου

  [21] And thou hast wrought for thy servant’s sake, and according to thy heart thou hast wrought all this greatness, to make it known to thy servant,

  [22] ἕνεκεν τοῦ μεγαλῦναί σε, κύριέ μου κύριε, ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ ἐν πᾶσιν, οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν.

  [22] that he may magnify thee, O my Lord; for there is no one like thee, and there is no God, but thou among all of whom we have heard with our ears.

  [23] καὶ τίς ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἄλλο ἐν τῇ γῇ; ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαὸν τοῦ θέσθαι σε ὄνομα τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὗ ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα.

  [23] And what other nation in the earth is as thy people Israel? whereas God was his guide, to redeem for himself a people to make thee a name, to do mightily and nobly, so that thou shouldest cast out nations an their tabernacles from the presence of thy people, whom thou didst redeem for thyself out of Egypt?

  [24] καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ισραηλ λαὸν ἕως αἰῶνος, καὶ σύ, κύριε, ἐγένου αὐτοῖς εἰς θεόν.

  [24] And thou has prepared for thyself thy people Israel to be a people for ever, and thou, Lord, art become their God.

  [25] καὶ νῦν, κύριέ μου κύριε, τὸ ῥῆμα, ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως αἰῶνος, κύριε παντοκράτωρ θεὲ τοῦ Ι�
�ραηλ· καὶ νῦν καθὼς ἐλάλησας,

  [25] And now, O my Lord, the Almighty Lord God of Israel, confirm the word for ever which thou hast spoken concerning thy servant and his house: and now as thou hast said,

  [26] μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος.

  [26] Let thy name be magnified for ever.

  [27] κύριε παντοκράτωρ θεὸς Ισραηλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων Οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην.

  [27] Almighty Lord God of Israel, thou hast uncovered the ear of thy servant, saying, I will build thee a house: therefore thy servant has found in his heart to pray this prayer to thee.

  [28] καὶ νῦν, κύριέ μου κύριε, σὺ εἶ ὁ θεός, καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα·

  [28] And now, O Lord my Lord, thou art God; and thy words will be true, and thou hast spoken these good things concerning thy servant.

  [29] καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου, ὅτι σὺ εἶ, κύριέ μου κύριε, ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου εἰς τὸν αἰῶνα.

  [29] And now begin and bless the house of thy servant, that it may continue for ever before thee; for thou, O Lord, my Lord, hast spoken, and the house of thy servant shall be blessed with thy blessing so as to continue for ever.

  CHAPTER 8

  [1] Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβεν Δαυιδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων.

  [1] And it came to pass after this, that David smote the Philistines, and put them to flight, and David took the tribute from out of the hand of the Philistines.

  [2] καὶ ἐπάταξεν Δαυιδ τὴν Μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν, καὶ ἐγένετο Μωαβ τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια.

  [2] And David smote Moab, and measured them out with lines, having laid them down on the ground: and there were two lines for slaying, and two lines he kept alive: and Moab became servants to David, yielding tribute.

  [3] καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ υἱὸν Ρααβ βασιλέα Σουβα πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην.

  [3] And David smote Adraazar the son of Raab king of Suba, as he went to extend his power to the river Euphrates.

  [4] καὶ προκατελάβετο Δαυιδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν, καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα.

  [4] And David took a thousand of his chariots, and seven thousand horsemen, and twenty thousand footmen: and David houghed all his chariot horses, and he reserved to himself a hundred chariots.

  [5] καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Αδρααζαρ βασιλεῖ Σουβα, καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν.

  [5] And Syria of Damascus comes to help Adraazar king of Suba, and David smote twenty-two thousand men belonging to the Syrian.

  [6] καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια. καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. –

  [6] And David placed a garrison in Syria near Damascus, and the Syrians became servants and tributaries to David: and the Lord preserved David whithersoever he went.

  [7] καὶ ἔλαβεν Δαυιδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Αδρααζαρ βασιλέως Σουβα, καὶ ἤνεγκεν αὐτὰ εἰς Ιερουσαλημ· καὶ ἔλαβεν αὐτὰ Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ιερουσαλημ ἐν ἡμέραις Ροβοαμ υἱοῦ Σολομῶντος.

  [7] And David took the golden bracelets which were on the servants of Adraazar king of Suba, and brought them to Jerusalem. And Susakim king of Egypt took them, when he went up to Jerusalem in the days of Roboam son of Solomon.

  [8] καὶ ἐκ τῆς Μασβακ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Αδρααζαρ ἔλαβεν ὁ βασιλεὺς Δαυιδ χαλκὸν πολὺν σφόδρα· ἐν αὐτῷ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη. –

  [8] And king David took from Metebac, and from the choice cities of Adraazar, very much brass: with that Solomon made the brazen sea, and the pillars, and the lavers, and all the furniture.

  [9] καὶ ἤκουσεν Θοου ὁ βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ πᾶσαν τὴν δύναμιν Αδρααζαρ,

  [9] And Thou the king of Hemath heard that David had smitten all the host of Adraazar.

  [10] καὶ ἀπέστειλεν Θοου Ιεδδουραν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυιδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀντικείμενος ἦν τῷ Αδρααζαρ, καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ.

  [10] And Thou sent Jedduram his son to king David, to ask him of his welfare, and to congratulate him on his fighting against Adraazar and smiting him, for he was an enemy to Adraazar: and in his hands were vessels of silver, and vessels of gold, and vessels of brass.

  [11] καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου, οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων, ὧν κατεδυνάστευσεν,

  [11] And these king David consecrated to the Lord, with the silver and with the gold which he consecrated out of all the cities which he conquered,

  [12] ἐκ τῆς Ιδουμαίας καὶ ἐκ τῆς γῆς Μωαβ καὶ ἐκ τῶν υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Αμαληκ καὶ ἐκ τῶν σκύλων Αδρααζαρ υἱοῦ Ρααβ βασιλέως Σουβα. –

  [12] out of Idumea, and out of Moab, and from the children of Ammon, and from the Philistines, and from Amalec, and from the spoils of Adraazar son of Raab king of Suba.

  [13] καὶ ἐποίησεν Δαυιδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ιδουμαίαν ἐν Γαιμελε εἰς ὀκτωκαίδεκα χιλιάδας.

  [13] And David made h
imself a name: and when he returned he smote Idumea in Gebelem to the number of eighteen thousand.

  [14] καὶ ἔθετο ἐν τῇ Ιδουμαίᾳ φρουράν, ἐν πάσῃ τῇ Ιδουμαίᾳ, καὶ ἐγένοντο πάντες οἱ Ιδουμαῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.

  [14] And he set garrisons in Idumea, even in all Idumea: and all the Idumeans were servants to the king. And the Lord preserved David wherever he went.

  [15] Καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ Ισραηλ, καὶ ἦν Δαυιδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ.

  [15] And David reigned over all Israel: and David wrought judgment and justice over all his people.

  [16] καὶ Ιωαβ υἱὸς Σαρουιας ἐπὶ τῆς στρατιᾶς, καὶ Ιωσαφατ υἱὸς Αχια ἐπὶ τῶν ὑπομνημάτων,

  [16] And Joab the son of Saruia was over the host; and Josaphat the son of Achilud was keeper of the records.

  [17] καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς, καὶ Ασα ὁ γραμματεύς,

  [17] And Sadoc the son of Achitob, and Achimelech son of Abiathar, were priests; and Sasa was the scribe,

  [18] καὶ Βαναιας υἱὸς Ιωδαε σύμβουλος, καὶ ὁ χελεθθι καὶ ὁ φελεττι· καὶ υἱοὶ Δαυιδ αὐλάρχαι ἦσαν.

  [18] and Banaeas son of Jodae was councillor, and the Chelethite and the Phelethite, and the sons of David, were princes of the court.

  CHAPTER 9

  [1] Καὶ εἶπεν Δαυιδ Εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαουλ καὶ ποιήσω μετ’ αὐτοῦ ἔλεος ἕνεκεν Ιωναθαν;

 

‹ Prev