Book Read Free

Septuagint Complete Greek and English Edition

Page 780

by Septuagint


  [40] that they may fear thee all the days that they live upon the land, which thou hast given to our fathers.

  [41] καὶ τῷ ἀλλοτρίῳ, ὃς οὐκ ἔστιν ἀπὸ λαοῦ σου οὗτος,

  [41] And for the stranger who is not of thy people,

  [42] καὶ ἥξουσι καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον,

  [42] when they shall come and pray toward this place,

  [43] καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσι πάντες οἱ λαοὶ τὸ ὄνομά σου, καὶ φοβῶνταί σε, καθὼς ὁ λαός σου ᾿Ισραήλ, καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα.

  [43] then shalt thou hear them from heaven, out of thine established dwelling-place, and thou shalt do according to all that the stranger shall call upon thee for, that all the nations may know thy name, and fear thee, as do thy people Israel, and may know that thy name has been called on this house which I have builded.

  [44] ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ, ᾗ ἐπιστρέψεις αὐτούς, καὶ προσεύξονται ἐν ὀνόματι Κυρίου ὁδὸν τῆς πόλεως, ἧς ἐξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,

  [44] If it be that thy people shall go forth to war against their enemies in the way by which thou shalt turn them, and pray in the name of the Lord toward the city which thou hast chosen, and the house which I have built to thy name,

  [45] καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτοῖς.

  [45] then shalt thou hear from heaven their supplication and their prayer, and shalt execute judgment for them.

  [46] ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς οὐχ ἁμαρτήσεται καὶ ἐπάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν καὶ αἰχμαλωτιοῦσιν οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγύς,

  [46] If it be that they shall sin against thee, (for there is not a man who will not sin,) and thou shalt bring them and deliver them up before their enemies, and they that take them captive shall carry them to a land far or near,

  [47] καὶ ἐπιστρέψουσι καρδίας αὐτῶν ἐν τῇ γῇ, οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψουσιν ἐν γῇ μετοικίας αὐτῶν καὶ δεηθῶσί σου λέγοντες· ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν,

  [47] and they shall turn their hearts in the land whither they have been carried captives, and turn in the land of their sojourning, and supplicate thee, saying, We have sinned, we have done unjustly, we have transgressed,

  [48] καὶ ἐπιστρέψωσι πρός σε ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν, οὗ μετήγαγες αὐτούς, καὶ προσεύξονται πρός σε, ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου,

  [48] and they shall turn to thee with all their heart, and with all their soul, in the land of their enemies whither thou hast carried them captives, and shall pray to thee toward their land which thou hast given to their fathers, and the city which thou hast chosen, and the house which I have built to thy name:

  [49] καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου

  [49] then shalt thou hear from heaven thine established dwelling-place,

  [50] καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίαις αὐτῶν, αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν, ἃ ἠθέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς, καὶ οἰκτειρήσουσιν αὐτούς·

  [50] and thou shalt be merciful to their unrighteousness wherein they have trespassed against thee, and according to all their transgressions wherewith they have transgressed against thee, and thou shalt cause them to be pitied before them that carried them captives, and they shall have compassion on them:

  [51] ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου.

  [51] for they are thy people and thine inheritance, whom thou broughtest out of the land of Egypt, out of the midst of the furnace of iron.

  [52] καὶ ἔστρωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὦτά σου ᾐνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου ᾿Ισραὴλ εἰσακούειν αὐτῶν ἐν πᾶσιν, οἷς ἂν ἐπικαλέσωνταί σε,

  [52] And let thine eyes and thine ears be opened to the supplication of thy servant, and to the supplication of thy people Israel, to hearken to them in all things for which they shall call upon thee.

  [53] ὅτι σὺ διέστειλας αὐτοὺς σεαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, Κύριε Κύριε.

  [53] Because thou hast set them apart for an inheritance to thyself out of all the nations of the earth, as thou spokest by the hand of thy servant Moses, when thou broughtest our fathers out of the land of Egypt, O Lord God.

  [53]α Τότε ἐλάλησε Σαλωμὼν ὑπὲρ τοῦ οἴκου, ὡς συνετέλεσε τοῦ οἰκοδομῆσαι αὐτόν, ῞Ηλιον ἐγνώρισεν ἐν οὐρανῷ Κύριος, εἶπε τοῦ κατοικεῖν ἐν γνόφῳ· οἰκοδόμησον οἶκόν μου, οἶκον εὐπρεπῆ σεαυτῷ, τοῦ κατοικεῖν ἐπὶ καινότητος. οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς;

  [53a] Then spoke Solomon concerning the house, when he had finished building it — He manifested the sun in the heaven: the Lord said he would dwell in darkness: build thou my house, a beautiful house for thyself to dwell in anew. Behold, is not this written in the book of the song?

  [54] Καὶ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος πρὸς Κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ θυσιαστηρίου Κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν.

  [54] And it came to pass when Solomon had finished praying to the Lord all this prayer and supplication, that he rose up from before the altar of the Lord, after having knelt upon his knees, and his hands were spread out towards heaven.

  [55] καὶ ἔστη καὶ εὐλόγησε πᾶσαν ἐκκλησίαν ᾿Ισραὴλ φωνῇ μεγάλῃ λέγων·

  [55]
And he stood, and blessed all the congregation of Israel with a loud voice, saying,

  [56] εὐλογητὸς Κύριος σήμερον, ὃς ἔδωκε κατάπαυσιν τῷ λαῷ αὐτοῦ ᾿Ισραὴλ κατὰ πάντα, ὅσα ἐλάλησεν· οὐ διεφώνησε λόγος εἷς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς, οἷς ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Μωυσῆ.

  [56] Blessed be the Lord this day, who has given rest to his people Israel, according to all that he said: there has not failed one word among all his good words which he spoke by the hand of his servant Moses.

  [57] γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθ᾿ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς,

  [57] May the Lord our God be with us, as he was with our fathers; let him not desert us nor turn from us,

  [58] ἐπικλῖναι καρδίας ἡμῶν ἐπ᾿ αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ καὶ φυλάσσειν πάσας ἐντολὰς αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν.

  [58] that he may turn our hearts toward him to walk in all his ways, and to keep all his commandments, and his ordinances which he commanded our fathers.

  [59] καὶ ἔστρωσαν οἱ λόγοι οὗτοι, ὡς δεδέημαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν, ἐγγίζοντες πρὸς Κύριον Θεὸν ἡμῶν ἡμέρας καὶ νυκτός, τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δούλου σου καὶ τὸ δικαίωμα λαοῦ ᾿Ισραὴλ ρῆμα ἡμέρας ἐν ἡμέρᾳ ἐνιαυτοῦ,

  [59] And let these words, which I have prayed before the Lord our God, be near to the Lord our God day and night, to maintain the cause of thy servant, and the cause of thy people Israel for ever.

  [60] ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς, ὅτι Κύριος ὁ Θεός, αὐτὸς Θεὸς καὶ οὐκ ἔστιν ἔτι.

  [60] that all the nations of the earth may know that the Lord God, he is God, and there is none beside.

  [61] καὶ ἔστρωσαν οἱ καρδίαι ἡμῶν τέλειαι πρὸς Κύριον Θεὸν ἡμῶν καὶ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ φυλάσσειν ἐντολὰς αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη.

  [61] And let our hearts be perfect toward the Lord our God, to walk also holily in his ordinances, and to keep his commandments, as at this day.

  [62] Καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ ᾿Ισραὴλ ἔθυσαν θυσίαν ἐνώπιον Κυρίου.

  [62] And the king and all the children of Israel offered sacrifice before the Lord.

  [63] καὶ ἔθυσεν ὁ βασιλεὺς Σαλωμὼν τὰς θυσίας τῶν εἰρηνικῶν, ἃς ἔθυσε τῷ Κυρίῳ, βοῶν δύο καὶ εἴκοσι χιλιάδας καὶ προβάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας· καὶ ἐνεκαίνισε τὸν οἶκον Κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ ᾿Ισραήλ.

  [63] And king Solomon offered for the sacrifices of peace-offering which he sacrificed to the Lord, two and twenty thousand oxen, and hundred and twenty thousand sheep: and the king and all the children of Israel dedicated the house of the Lord.

  [64] τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου Κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον Κυρίου μικρόν· τοῦ μὴ δύνασθαι τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν.

  [64] In that day the king consecrated the middle of the court in the front of the house of the Lord; for there he offered the whole-burnt-offering, and the sacrifices, and the fat of the peace-offerings, because the brazen altar which was before the Lord was too little to bear the whole-burnt-offering and the sacrifices of peace-offerings.

  [65] καὶ ἐποίησε Σαλωμὼν τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ᾿Ισραὴλ μετ᾿ αὐτοῦ, ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου ῾Ημὰθ ἕως ποταμοῦ Αἰγύπτου, ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν, ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἑπτὰ ἡμέρας.

  [65] And Solomon kept the feast in that day, and all Israel with him, even a great assembly from the entering in of Hemath to the river of Egypt, before the Lord our God in the house which he built, eating and drinking, and rejoicing before the Lord our God seven days.

  [66] καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλε τὸν λαὸν καὶ εὐλόγησαν τὸν βασιλέα, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἐποίησε Κύριος τῷ Δαυὶδ δούλῳ αὐτοῦ καὶ τῷ ᾿Ισραὴλ λαῷ αὐτοῦ.

  [66] And on the eighth day he sent away the people: and they blessed the king, and each departed to his tabernacle rejoicing, and their heart was glad because of the good things which the Lord had done to his servant David, and to Israel his people

  CHAPTER 9

  ΚΑΙ ἐγενήθη ὡς συνετέλεσε Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμών, ὅσα ἠθέλησε ποιῆσαι,

  And it came to pass when Solomon had finished building the house of the Lord, and the king’s house, and all the work of Solomon, whatever he wished to perform,

  [2] καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον, καθὼς ὤφθη ἐν Γαβαών,

  [2] that the Lord appeared to Solomon a second time, as he appeared in Gabaon.

  [3] καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου, ἧς ἐδεήθης ἐνώπιόν μου· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας.

  [3] And the Lord said to him, I have heard the voice of thy prayer, and thy supplication which thou madest before me: I have done for thee according to all thy prayer: I have hallowed this house which thou hast built to put my name there for ever, and mine eyes and my heart shall be there always.

  [4] καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ, καθὼς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα, ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς,

  [4] And if thou wilt walk before me as David thy father walked, in holiness of heart and uprigh
tness, and so as to do according to all that I commanded him, and shalt keep my ordinances and my commandments:

  [5] καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐν ᾿Ισραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα Δαυὶδ πατρί σου λέγων· οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν ᾿Ισραήλ.

  [5] then will I establish the throne of thy kingdom in Israel for ever, as I spoke to David thy father, saying, There shall not fail thee a man to rule in Israel.

  [6] ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ᾿ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἔδωκε Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,

  [6] But if ye or your children do in any wise revolt from me, and do not keep my commandments and my ordinances, which Moses set before you, and ye go and serve other gods, and worship them:

  [7] καὶ ἐξαρῶ τὸν ᾿Ισραὴλ ἀπὸ τῆς γῆς ἣν ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀπορρίψω ἐκ προσώπου μου, καὶ ἔσται ᾿Ισραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς.

  [7] then will I cut off Israel from the land which I have given them, and this house which I have consecrated to my name I will cast out of my sight; and Israel shall be a desolation and a by-word to all nations.

  [8] καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν· ἕνεκεν τίνος ἐποίησε Κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;

 

‹ Prev