Septuagint Complete Greek and English Edition
Page 789
[2] καὶ ἐπορεύθη Ηλιου τοῦ ὀφθῆναι τῷ Αχααβ. – καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ.
[2] And Eliu went to appear before Achaab: and the famine was severe in Samaria.
[3] καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον· [καὶ Αβδιου ἦν φοβούμενος τὸν κύριον σφόδρα,
[3] And Achaab called Abdiu the steward. Now Abdiu feared the Lord greatly.
[4] καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι·]
[4] And it came to pass when Jezabel smote the prophets of the Lord, that Abdiu took a hundred prophets, and hid them by fifty in a cave, and fed them with bread and water.
[5] καὶ εἶπεν Αχααβ πρὸς Αβδιου Δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους, ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν κτηνῶν.
[5] And Achaab said to Abdiu, Come, and let us go through the land, and to the fountains of water, and to the brooks, if by any means we may find grass, and may save the horses and mules, and so they will not perish from the tents.
[6] καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· Αχααβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ μόνος, καὶ Αβδιου ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος. –
[6] And they made a division of the way between them to pass through it: Achaab went one way, and Abdiu went by another way alone.
[7] καὶ ἦν Αβδιου ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν Ηλιου εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτός, κύριέ μου Ηλιου;
[7] And Abdiu was alone in the way; and Eliu came alone to meet him: and Abdiu hasted, and fell upon his face, and said, My lord Eliu, art thou indeed he?
[8] καὶ εἶπεν Ηλιου αὐτῷ Ἐγώ· πορεύου λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου.
[8] And Eliu said to him, I am: go say to thy master, Behold, Eliu is here.
[9] καὶ εἶπεν Αβδιου Τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Αχααβ τοῦ θανατῶσαί με;
[9] And Abdiu said, What sin have I committed, that thou givest thy servant into the hand of Achaab to slay me?
[10] ζῇ κύριος ὁ θεός σου, εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητεῖν σε, καὶ εἶπον Οὐκ ἔστιν· καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέν σε.
[10] As the Lord thy God lives, there is not a nation or kingdom, whither my lord has not sent to seek thee; and if they said, He is not here, then has he set fire to the kingdom and its territories, because he has not found thee.
[11] καὶ νῦν σὺ λέγεις Πορεύου ἀνάγγελλε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου·
[11] And now thou sayest, Go, tell thy lord, Behold, Eliu is here.
[12] καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα κυρίου ἀρεῖ σε εἰς γῆν, ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Αχααβ, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σού ἐστιν φοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτοῦ.
[12] And it shall come to pass when I shall have departed from thee, that the Spirit of the Lord shall carry thee to a land which I know not, and I shall go in to tell the matter to Achaab, and he will not find thee and will slay me: yet thy servant fears the Lord from his youth.
[13] ἦ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι;
[13] Has it not been told to thee my lord, what I did when Jezabel slew the prophets of the Lord, that I hid a hundred men of the prophets of the Lord, by fifty in a cave, and fed them with bread and water?
[14] καὶ νῦν σὺ λέγεις μοι Πορεύου λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου· καὶ ἀποκτενεῖ με.
[14] And now thou sayest to me, Go, say to thy master, Behold, Eliu is here: and he shall slay me.
[15] καὶ εἶπεν Ηλιου Ζῇ κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀφθήσομαι αὐτῷ.
[15] And Eliu said, As the Lord of Hosts before whom I stand lives, to-day I will appear before him.
[16] καὶ ἐπορεύθη Αβδιου εἰς συναντὴν τῷ Αχααβ καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ηλιου.
[16] And Abdiu went to meet Achaab, and told him: and Achaab hasted forth, and went to meet Eliu.
[17] Καὶ ἐγένετο ὡς εἶδεν Αχααβ τὸν Ηλιου, καὶ εἶπεν Αχααβ πρὸς Ηλιου Εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ισραηλ;
[17] And it came to pass when Achaab saw Eliu, that Achaab said to Eliu, Art thou he that perverts Israel?
[18] καὶ εἶπεν Ηλιου Οὐ διαστρέφω τὸν Ισραηλ, ὅτι ἀλλ’ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύριον θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλιμ·
[18] And Eliu said, I do not pervert Israel; but it is thou and thy father’s house, in that ye forsake the Lord your God, and thou hast gone after Baalim.
[19] καὶ νῦν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν Ιεζαβελ.
[19] And now send, gather to me all Israel to mount Carmel, and the prophets of shame four hundred and fifty, and the prophets of the groves four hundred, that eat at Jezabel’s table.
[20] καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον.
[20] And Achaab sent to all Israel, and gathered all the prophets to mount Carmel.
[21] καὶ προσήγαγεν Ηλιου πρὸς πάντας, καὶ εἶπεν αὐτοῖς Ηλιου Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστιν κύριος ὁ θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βααλ αὐτός, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον.
[21] And Eliu drew near to them all: and Eliu said to them, How long wilt ye halt on both feet? if the Lord be God, follow him; but if Baal, follow him. And
the people answered not a word.
[22] καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι·
[22] And Eliu said to the people, I am left, the only one prophet of the Lord; and the prophets of Baal are four hundred and fifty men, and the prophets of the groves four hundred.
[23] δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν, καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον καὶ πῦρ οὐ μὴ ἐπιθῶ·
[23] Let them give us two oxen, and let them choose one for themselves, and cut it in pieces, and lay it on the wood, and put no fire on the wood: and I will dress the other bullock, and put on no fire.
[24] καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου τοῦ θεοῦ μου, καὶ ἔσται ὁ θεός, ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος θεός, καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον Καλὸν τὸ ῥῆμα, ὃ ἐλάλησας.
[24] And do ye call loudly on the name of your gods, and I will call on the name of the Lord my God, and it shall come to pass that the God who shall answer by fire, he is God. And all the people answered and said, The word which thou hast spoken is good.
[25] καὶ εἶπεν Ηλιου τοῖς προφήταις τῆς αἰσχύνης Ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς, καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιθῆτε.
[25] And Eliu said to the prophets of shame, Choose to yourselves one calf, and dress it first, for ye are many; and call ye on the name of your god; but apply no fire.
[26] καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βααλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἶπον Ἐπάκουσον ἡμῶν, ὁ Βααλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου, οὗ ἐποίησαν.
[26] And they took the calf and drest it, and called on the name of Baal from morning till noon, and said, hear us, O Baal, hear us. And there was no voice, neither was there hearing, and they ran up and down on the alter which they had made.
[27] καὶ ἐγένετο μεσημβρίᾳ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου ὁ Θεσβίτης καὶ εἶπεν Ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι θεός ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστιν, καὶ ἅμα μήποτε χρηματίζει αὐτός, ἢ μήποτε καθεύδει αὐτός, καὶ ἐξαναστήσεται.
[27] And it was noon, and Eliu the Thesbite mocked them, and said, Call with a loud voice, for he is a god; for he is meditating, or else perhaps he is engaged in business, or perhaps he is asleep, and is to be awaked.
[28] καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ’ αὐτούς·
[28] And they cried with a loud voice, and cut themselves according to their custom with knives and lancets until the blood gushed out upon them.
[29] καὶ ἐπροφήτευον, ἕως οὗ παρῆλθεν τὸ δειλινόν. καὶ ἐγένετο ὡς ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν καὶ οὐκ ἦν φωνή, καὶ ἐλάλησεν Ηλιου ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων λέγων Μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου· καὶ μετέστησαν καὶ ἀπῆλθον. –
[29] And they prophesied until the evening came; and it came to pass as it was the time of the offering of the sacrifice, that Eliu the Thesbite spoke to the prophets of the abominations, saying, Stand by for the present, and I will offer my sacrifice. And they stood aside and departed.
[30] καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Προσαγάγετε πρός με· καὶ προσήγαγεν πᾶς ὁ λαὸς πρὸς αὐτόν.
[30] And Eliu said to the people, Come near to me. And all the people came near to him.
[31] καὶ ἔλαβεν Ηλιου δώδεκα λίθους κατ’ ἀριθμὸν φυλῶν τοῦ Ισραηλ, ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων Ισραηλ ἔσται τὸ ὄνομά σου.
[31] And Eliu took twelve stones, according to the number of the tribes of Israel, as the Lord spoke to him, saying, Israel shall be thy name.
[32] καὶ ᾠκοδόμησεν τοὺς λίθους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν θααλα χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου.
[32] And he built up the stones in the name of the Lord, and repaired the altar that had been broken down; and he made a trench that would hold two measures of seed round about the altar.
[33] καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησεν, καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον.
[33] And he piled the cleft wood on the altar which he had made, and divided the whole-burnt-offering, and laid it on the wood, and laid it in order on the altar, and said, Fetch me four pitchers of water, and pour it on the whole-burnt-offering, and on the wood. And they did so.
[34] καὶ εἶπεν Λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας· καὶ ἐποίησαν οὕτως. καὶ εἶπεν Δευτερώσατε· καὶ ἐδευτέρωσαν. καὶ εἶπεν Τρισσώσατε· καὶ ἐτρίσσευσαν.
[34] And he said, Do it the second time. And they did it the second time. And he said, Do it the third time. And they did it the third time.
[35] καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θααλα ἔπλησαν ὕδατος.
[35] And the water ran round about the altar, and they filled the trench with water.
[36] καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἶπεν Κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ, ἐπάκουσόν μου, κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ θεὸς Ισραηλ κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα.
[36] And Eliu cried aloud to the heaven, and said, Lord God of Abraam, and Isaac, and Israel, answer me, O Lord, answer me this day by fire, and let all this people know that thou art the Lord, the God of Israel, and I am thy servant, and for thy sake I have wrought these works.
[37] ἐπάκουσόν μου, κύριε, ἐπάκουσόν μου ἐν πυρί, καὶ γνώτω ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ θεὸς κα�
� σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω.
[37] Hear me, O Lord, hear me, and let this people know that thou art the Lord God, and thou hast turned back the heart of this people.
[38] καὶ ἔπεσεν πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θααλα, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλιξεν τὸ πῦρ.
[38] Then fire fell from the Lord out of heaven, and devoured the whole-burnt-offerings, and the wood and the water that was in the trench, and the fire licked up the stones and the earth.
[39] καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον Ἀληθῶς κύριός ἐστιν ὁ θεός, αὐτὸς ὁ θεός.
[39] And all the people fell upon their faces, and said, Truly the Lord is God; he is God.
[40] καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Συλλάβετε τοὺς προφήτας τοῦ Βααλ, μηθεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς Ηλιου εἰς τὸν χειμάρρουν Κισων καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.
[40] And Eliu said to the people, Take the prophets of Baal; let not one of them escape. And they took them; and Eliu brings them down to the brook Kisson, and he slew them there.
[41] Καὶ εἶπεν Ηλιου τῷ Αχααβ Ἀνάβηθι καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ.
[41] And Eliu said to Achaab, Go up, and eat and drink, for there is a sound of the coming of rain.
[42] καὶ ἀνέβη Αχααβ τοῦ φαγεῖν καὶ πιεῖν, καὶ Ηλιου ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκεν τὸ πρόσωπον ἑαυτοῦ ἀνὰ μέσον τῶν γονάτων ἑαυτοῦ.