Septuagint Complete Greek and English Edition
Page 792
[24] And do thou this thing: Send away the kings, each one to his place, and set princes in their stead.
[25] καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ’ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως.
[25] And we will give thee another army according to the army that was destroyed, and cavalry according to the cavalry, and chariots according to the chariots, and we will fight against them in the plain, and we shall prevail against them. And he hearkened to their voice, and did so.
[26] καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αφεκα εἰς πόλεμον ἐπὶ Ισραηλ.
[26] And it came to pass at the return of the year, that the son of Ader reviewed Syria, and went up to Apheca to war against Israel.
[27] καὶ οἱ υἱοὶ Ισραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησεν τὴν γῆν.
[27] And the children of Israel were numbered, and came to meet them: and Israel encamped before them as two little flocks of goats, but Syria filled the land.
[28] καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ Τάδε λέγει κύριος Ἀνθ ὧν εἶπεν Συρία Θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος.
[28] And there came the man of God, and said to the king of Israel, Thus saith the Lord, Because Syria has said, The Lord God of Israel is a God of the hills, and he is not a God of the valleys, therefore will I give this great army into thy hand, and thou shalt know that I am the Lord.
[29] καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ.
[29] And they encamp one over against the other before them seven days. And it came to pass on the seventh day that the battle drew on, and Israel smote Syria, even a hundred thousand footmen in one day.
[30] καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν, καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. – καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος εἰς τὸ ταμίειον.
[30] And the rest fled to Apheca, into the city; and the wall fell upon twenty-seven thousand men that were left: and the son of Ader fled, and entered into an inner chamber, into a closet.
[31] καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἶδα ὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν.
[31] And he said to his servants, I know that the kings of Israel are merciful kings: let us now put sackcloth upon our loins, and ropes upon our heads, and let us go forth to the king of Israel, if by any means he will save our souls alive.
[32] καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ Δοῦλός σου υἱὸς Αδερ λέγει Ζησάτω δὴ ἡ ψυχή μου. καὶ εἶπεν Εἰ ἔτι ζῇ; ἀδελφός μού ἐστιν.
[32] So they girt sackcloth upon their loins, and put ropes upon their heads, and said to the king of Israel, Thy servant the son of Ader says, Let our souls live, I pray thee. And he said, Does he yet live? He is my brother.
[33] καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον Ἀδελφός σου υἱὸς Αδερ. καὶ εἶπεν Εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθεν πρὸς αὐτὸν υἱὸς Αδερ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα.
[33] And the men divined, and offered drink-offerings; and they caught the word out of his mouth, and said, Thy brother the son of Ader. And he said, Go ye in and fetch him. And the son of Ader went out to him, and they cause him to go up to him into the chariot.
[34] καὶ εἶπεν πρὸς αὐτόν Τὰς πόλεις, ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν.
[34] And he said to him, The cities which my father took from thy father I will restore to thee; and thou shalt make streets for thyself in Damascus, as my father made streets in Samaria; and I will let thee go with a covenant. And he made a covenant with him, and let him go.
[35] Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπεν πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου Πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν.
[35] And a certain man of the sons of the prophets said to his neighbour by the word of the Lord, Smite me, I pray, And the man would not smite him.
[36] καὶ εἶπεν πρὸς αὐτόν Ἀνθ ὧν οὐκ ἤκουσας τῆς φωνῆς κυρίου, ἰδοὺ σὺ ἀποτρέχεις ἀπ’ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν.
[36] And he said to him, Because thou hast not hearkened to the voice of the Lord, therefore, behold, as thou departest from me, a lion shall smite thee: and he departed from him, and a lion found him, and smote him.
[37] καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπεν Πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψεν.
[37] And he finds another man, and says, Smite me, I pray thee. And the man smote him, and in smiting wounded him.
[38] καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ισραηλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ.
[38] And the prophet went and stood before the king of Israel by the way, and bound his eyes with a bandage.
[39] καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν Ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός �
�ε ἄνδρα καὶ εἶπεν πρός με Φύλαξον τοῦτον τὸν ἄνδρα, ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἢ τάλαντον ἀργυρίου στήσεις·
[39] And it came to pass as the king passed by, that he cried aloud to the king, and said, Thy servant went out to war, and, behold, a man brought another man to me, and said to me, Keep his man; and if he should by any means escape, then thy life shall go for his life, or thou shalt pay a talent of silver.
[40] καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ Ἰδοὺ καὶ τὰ ἔνεδρα, παρ’ ἐμοὶ ἐφόνευσας.
[40] And it came to pass, that thy servant looked round this way and that way, and the man was gone. And the king of Israel said to him, Behold, thou hast also destroyed snares set for me.
[41] καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τῶν προφητῶν οὗτος.
[41] And he hasted, and took away the bandage from his eyes; and the king of Israel recognized him, that he was one of the prophets.
[42] καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.
[42] And he said to him, Thus saith the Lord, Because thou hast suffered to escape out of thine hand a man appointed to destruction, therefore thy life shall go for his life, and thy people for his people.
[43] καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν.
[43] And the king of Israel departed confounded and discouraged, and came to Samaria.
CHAPTER 22
[1] Καὶ ἐκάθισεν τρία ἔτη, καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον Ισραηλ.
[1] And he rested three years, and there was no war between Syria and Israel.
[2] καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ.
[2] And it came to pass in the third year, that Josaphat king of Juda went down to the king of Israel.
[3] καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ οἴδατε ὅτι ἡμῖν Ρεμμαθ Γαλααδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας;
[3] And the king of Israel said to his servants, Know ye that Remmath Galaad is ours, and we are slow to take it out of the hand of the king of Syria?
[4] καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἀναβήσῃ μεθ’ ἡμῶν εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον; καὶ εἶπεν Ιωσαφατ Καθὼς ἐγὼ οὕτως καὶ σύ, καθὼς ὁ λαός μου ὁ λαός σου, καθὼς οἱ ἵπποι μου οἱ ἵπποι σου.
[4] And the king of Israel said to Josaphat, Wilt thou go up with us to Remmath Galaad to battle?
[5] καὶ εἶπεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ Ἐπερωτήσατε δὴ σήμερον τὸν κύριον.
[5] And Josaphat said, As I am, so art thou also; as my people, so is thy people; as my horses, so are thy horses.
And Josaphat king of Juda said to the king of Israel, Enquire, I pray thee, of the Lord to-day.
[6] καὶ συνήθροισεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Εἰ πορευθῶ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπαν Ἀνάβαινε, καὶ διδοὺς δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως.
[6] And the king of Israel gathered all the prophets together, about four hundred men; and the king said to them, Shall I go up to Remmath Galaad to battle, or shall I forbear? and they said, Go up, and the Lord will surely give it into the hands of the king.
[7] καὶ εἶπεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου καὶ ἐπερωτήσομεν τὸν κύριον δι’ αὐτοῦ;
[7] And Josaphat said to the king of Israel, Is there not here a prophet of the Lord, that we may enquire of the Lord by him?
[8] καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἔτι ἔστιν ἀνὴρ εἷς τοῦ ἐπερωτῆσαι τὸν κύριον δι’ αὐτοῦ, καὶ ἐγὼ μεμίσηκα αὐτόν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλά, ἀλλ’ ἢ κακά, Μιχαιας υἱὸς Ιεμλα. καὶ εἶπεν Ιωσαφατ βασιλεὺς Ιουδα Μὴ λεγέτω ὁ βασιλεὺς οὕτως.
[8] And the king of Israel said to Josaphat, There is one man here for us to enquire of the Lord by; but I hate him, for he does not speak good of me, but only evil; Michaias son of Jemblaa. And Josaphat king of Juda said, Let not the king say so.
[9] καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνοῦχον ἕνα καὶ εἶπεν Τάχος Μιχαιαν υἱὸν Ιεμλα.
[9] And the king of Israel called a eunuch and said, Bring hither quickly Michaias son of Jemblaa.
[10] καὶ ὁ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν.
[10] And the king of Israel and Josaphat king of Juda sat, each on his throne, armed in the gates of Samaria; and all the prophets prophesied before them.
[11] καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει κύριος Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν, ἕως συντελεσθῇ.
[11] And Sedekias son of Chanaan made for himself iron horns, and said, Thus saith the Lord, With these thou shalt push Syria, until it be consumed.
[12] καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες Ἀνάβαινε εἰς Ρεμμαθ Γαλααδ, καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας.
[12] And all the prophets prophesied in like manner, saying, Go up to Remmath Galaad, and the thing shall prosper, and the Lord shall deliver it and the king of Syria into thine hands.
[13] καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτῷ λέγων Ἰδοὺ δὴ λαλοῦσιν πάντες οἱ προφῆται ἐν στόματι ἑνὶ καλὰ περὶ τοῦ βασιλέως· γίνου δὴ καὶ σὺ εἰς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων καὶ λάλησον καλά.
[13] And the messenger that went to call Michaias spoke to him, saying, Behold now, all the prophets speak with one mouth good concerning the king, let now thy words be like the words of one of them, and speak good things.
[14] καὶ εἶπεν Μιχαιας Ζῇ κύριος ὅτι ἃ ἂν εἴπῃ κύριος πρός με,
ταῦτα λαλήσω.
[14] And Michaias said, As the Lord lives, whatsoever the Lord shall say to me, that will I speak.
[15] καὶ ἦλθεν πρὸς τὸν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μιχαια, εἰ ἀναβῶ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν Ἀνάβαινε, καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χεῖρα τοῦ βασιλέως.
[15] And he came to the king: and the king said to him, Michaias, shall I go up to Remmath Galaad to battle, or shall I forbear? and he said, Go up, and the Lord shall deliver it into the hand of the king.
[16] καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήσῃς πρός με ἀλήθειαν ἐν ὀνόματι κυρίου;
[16] And the king said to him, How often shall I adjure thee, that thou speak to me truth in the name of the Lord?
[17] καὶ εἶπεν Μιχαιας Οὐχ οὕτως· ἑώρακα πάντα τὸν Ισραηλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον, ᾧ οὐκ ἔστιν ποιμήν, καὶ εἶπεν κύριος Οὐ κύριος τούτοις, ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.
[17] And he said, Not so. I saw all Israel scattered on the mountains as a flock without a shepherd: and the Lord said, Is not God lord of these? let each one return to his home in peace.
[18] καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα Οὐκ εἶπα πρὸς σέ Οὐ προφητεύει οὗτός μοι καλά, διότι ἀλλ’ ἢ κακά;
[18] And the king of Israel said to Josaphat king of Juda, Did I not say to thee that this man does not prophesy good to me, for he speaks nothing but evil?
[19] καὶ εἶπεν Μιχαιας Οὐχ οὕτως, οὐκ ἐγώ, ἄκουε ῥῆμα κυρίου, οὐχ οὕτως· εἶδον τὸν κύριον θεὸν Ισραηλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ.