Book Read Free

Septuagint Complete Greek and English Edition

Page 794

by Septuagint


  [10] And Eliu answered and said to the captain of fifty, And if I am a man of God, fire shall come down out of heaven, and devour thee and thy fifty. And fire came down out of heaven, and devoured him and his fifty.

  [11] καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, τάδε λέγει ὁ βασιλεύς Ταχέως κατάβηθι.

  [11] And the king sent a second time to him another captain of fifty, and his fifty. And the captain of fifty spoke to him, and said, O man of God, thus says the king, Come down quickly.

  [12] καὶ ἀπεκρίθη Ηλιου καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ εἰμι, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.

  [12] And Eliu answered and spoke to him, and said, If I am a man of God, fire shall come down out of heaven, and devour thee and thy fifty. And fire came down out of heaven, and devoured him and his fifty.

  [13] καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἦλθεν πρὸς αὐτὸν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ηλιου καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου·

  [13] And the king sent yet again a captain and his fifty. And the third captain of fifty came, and knelt on his knees before Eliu, and entreated him, and spoke to him and said, O man of God, let my life, and the life of these fifty thy servants, be precious in thine eyes.

  [14] ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν, καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχὴ τῶν δούλων σου ἐν ὀφθαλμοῖς σου.

  [14] Behold, fire came down from heaven, and devoured the two first captains of fifty: and now, I pray, let my life be precious in thine eyes.

  [15] καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Ηλιου καὶ εἶπεν Κατάβηθι μετ’ αὐτοῦ, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν· καὶ ἀνέστη Ηλιου καὶ κατέβη μετ’ αὐτοῦ πρὸς τὸν βασιλέα.

  [15] And the angel of the Lord spoke to Eliu, and said, Go down with him, be not afraid of them. And Eliu rose up, and went down with him to the king.

  [16] καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ηλιου Τάδε λέγει κύριος Τί ὅτι ἀπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων; οὐχ οὕτως· ἡ κλίνη, ἐφ’ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.

  [16] And Eliu spoke to him, and said, Thus saith the Lord, Why hast thou sent messengers to enquire of Baal fly, the god of Accaron? it shall not be so: the bed on which thou art gone up, thou shalt not come down from it, for thou shalt surely die.

  [17] καὶ ἀπέθανεν κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν Ηλιου.

  [17] So he died according to the word of the Lord which Eliu has spoken.

  [18] καὶ τὰ λοιπὰ τῶν λόγων Οχοζιου, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;

  [18] And the rest of the acts of Ochozias which he did, behold, are they not written in the book of the chronicles of the kings of Israel?

  [18a] Καὶ Ιωραμ υἱὸς Αχααβ βασιλεύει ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἔτη δέκα δύο ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαφατ βασιλέως Ιουδα.

  and Joram son of Achaab reigns over Israel in Samaria twelve years beginning in the eighteenth year of Josaphat king of Juda:

  [19] καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου, πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ·

  and he did that which was evil in the sight of the Lord, only not as his brethren, nor as his mother: and he removed the pillars of Baal which his father made,

  [20] καὶ ἀπέστησεν τὰς στήλας τοῦ Βααλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ, καὶ συνέτριψεν αὐτάς· πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου Ιεροβοαμ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ’ αὐτῶν.

  and broke them in pieces: only he was joined to the sins of the house of Jeroboam, who led Israel to sin; he departed not from them.

  [21] καὶ ἐθυμώθη ὀργῇ κύριος εἰς τὸν οἶκον Αχααβ.

  And the Lord was very angry with the house of Achaab.

  CHAPTER 2

  [1] Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν κύριον τὸν Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ηλιου καὶ Ελισαιε ἐκ Γαλγαλων.

  [1] And it came to pass, when the Lord was going to take Eliu with a whirlwind as it were into heaven, that Eliu and Elisaie went out of Galgala.

  [2] καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε Κάθου δὴ ἐνταῦθα, ὅτι κύριος ἀπέσταλκέν με ἕως Βαιθηλ· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ καταλείψω σε· καὶ ἦλθον εἰς Βαιθηλ.

  [2] And Eliu said to Elisaie, Stay here, I pray thee; for God has sent me to Baethel. And Elisaie said, As the Lord lives and thy soul lives, I will not leave thee; so they came to Baethel.

  [3] καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθηλ πρὸς Ελισαιε καὶ εἶπον πρὸς αὐτόν Εἰ ἔγνως ὅτι κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπεν Κἀγὼ ἔγνωκα, σιωπᾶτε.

  [3] And the sons of the prophets who were in Baethel came to Elisaie, and said to him, Dost thou know, that the Lord this day is going to take thy lord away from thy head? And he said, Yea, I know it; be silent.

  [4] καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε Κάθου δὴ ἐνταῦθα, ὅτι κύριος ἀπέσταλκέν με εἰς Ιεριχω· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ιεριχω.

  [4] And Eliu said to Elisaie, Stay here, I pray thee; for the Lord has sent me to Jericho. And he said, As the Lord lives and thy soul lives, I will not leave thee. And they came to Jericho.

  [5] καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω πρὸς Ελισαιε καὶ εἶπαν πρὸς αὐτόν Εἰ ἔγνως ὅτι σήμερον λαμβάνει κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου
; καὶ εἶπεν Καί γε ἐγὼ ἔγνων, σιωπᾶτε.

  [5] And the sons of the prophets who were in Jericho drew near to Elisaie, and said to him, Dost thou know that the Lord is about to take away thy master to-day from thy head? And he said, Yea, I know it; hold your peace.

  [6] καὶ εἶπεν αὐτῷ Ηλιου Κάθου δὴ ὧδε, ὅτι κύριος ἀπέσταλκέν με ἕως τοῦ Ιορδάνου· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι.

  [6] And Eliu said to him, Stay here, I pray thee, for the Lord has sent me to Jordan. And Elisaie said, As the Lord lives and thy soul lives, I will not leave thee: and they both went on.

  [7] καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ιορδάνου.

  [7] And fifty men of the sons of the prophets went also, and they stood opposite afar off: and both stood on the bank of Jordan.

  [8] καὶ ἔλαβεν Ηλιου τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.

  [8] And Eliu took his mantle, and wrapped it together, and smote the water: and the water was divided on this side and on that side, and they both went over on dry ground.

  [9] καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ηλιου εἶπεν πρὸς Ελισαιε Αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναλημφθῆναί με ἀπὸ σοῦ· καὶ εἶπεν Ελισαιε Γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ’ ἐμέ.

  [9] And it came to pass while they were crossing over, that Eliu said to Elisaie, Ask what I shall do for thee before I am taken up from thee. And Elisaie said, Let there be, I pray thee, a double portion of thy spirit upon me.

  [10] καὶ εἶπεν Ηλιου Ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται.

  [10] And Eliu said, Thou hast asked a hard thing: if thou shalt see me when I am taken up from thee, then shall it be so to thee; and if not, it shall not be so.

  [11] καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήμφθη Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν.

  [11] And it came to pass as they were going, they went on talking; and, behold, a chariot of fire, and horses of fire, and it separated between them both; and Eliu was taken up in a whirlwind as it were into heaven.

  [12] καὶ Ελισαιε ἑώρα καὶ ἐβόα Πάτερ πάτερ, ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα.

  [12] And Elisaie saw, and cried, Father, father, the chariot of Israel, and the horseman thereof! And he saw him no more: and he took hold of his garments, and rent them into two pieces.

  [13] καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου, ἣ ἔπεσεν ἐπάνωθεν Ελισαιε, καὶ ἐπέστρεψεν Ελισαιε καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ιορδάνου·

  [13] And Elisaie took up the mantle of Eliu, which fell from off him upon Elisaie; and Elisaie returned, and stood upon the brink of Jordan;

  [14] καὶ ἔλαβεν τὴν μηλωτὴν Ηλιου, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ οὐ διέστη· καὶ εἶπεν Ποῦ ὁ θεὸς Ηλιου αφφω; καὶ ἐπάταξεν τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα καὶ ἔνθα, καὶ διέβη Ελισαιε.

  [14] and he took the mantle of Eliu, which fell from off him, and smote the water, and said, Where is the Lord God of Eliu? and he smote the waters, and they were divided hither and thither; and Elisaie went over.

  [15] καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω ἐξ ἐναντίας καὶ εἶπον Ἐπαναπέπαυται τὸ πνεῦμα Ηλιου ἐπὶ Ελισαιε· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν.

  [15] And the sons of the prophets who were in Jericho on the opposite side saw him, and said, The spirit of Eliu has rested upon Elisaie. And they came to meet him, and did obeisance to him to the ground.

  [16] καὶ εἶπον πρὸς αὐτόν Ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μήποτε ἦρεν αὐτὸν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ιορδάνῃ ἢ ἐφ’ ἓν τῶν ὀρέων ἢ ἐφ’ ἕνα τῶν βουνῶν. καὶ εἶπεν Ελισαιε Οὐκ ἀποστελεῖτε.

  [16] And they said to him, Behold now, there are with thy servants fifty men of strength: let them go now, and seek thy lord: peradventure the Spirit of the Lord has taken him up, and cast him into Jordan, or on one of the mountains, or on one of the hills. And Elisaie said, Ye shall not send.

  [17] καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ᾐσχύνετο καὶ εἶπεν Ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν·

  [17] And they pressed him until he was ashamed; and he said, Send. And they sent fifty men, and sought three days, and found him not.

  [18] καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν Ιεριχω, καὶ εἶπεν Ελισαιε Οὐκ εἶπον πρὸς ὑμᾶς Μὴ πορευθῆτε;

  [18] And they returned to him, for he dwelt in Jericho: and Elisaie said, Did I not say to you, Go not?

  [19] Καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ελισαιε Ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη.

  [19] And the men of the city said to Elisaie, Behold, the situation of the city is good, as our lord sees; but the waters are bad, and the ground barren.

  [20] καὶ εἶπεν Ελισαιε Λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον πρὸς αὐτόν.

  [20] And Elisaie said, Bring me a new pitcher, and put salt in it. And they took one, and brought it to him.

  [21] καὶ ἐξῆλθεν Ελισαιε εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπεν Τάδε λέγει κύριος Ἴαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη.

  [21] And Elisaie went out to the spring of the waters, and cast salt therein, and says, Thus saith the Lord, I have healed these waters; there shall not be any longer death thence or barren land.

  [22] καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ελισαιε, ὃ ἐλάλησεν. –

  [22] And the waters were healed until this day, according to the word of Elisaie which he spo
ke.

  [23] καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθηλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ Ἀνάβαινε, φαλακρέ, ἀνάβαινε.

  [23] And he went up thence to Baethel: and as he was going up by the way there came up also little children from the city, and mocked him, and said to him, Go up, bald-head, go up.

  [24] καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτὰ καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι κυρίου, καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας.

  [24] And he turned after them, and saw them, and cursed them in the name of the Lord. And, behold, there came out two bears out of the wood, and they tore forty and two children of them.

  [25] καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.

  [25] And he went thence to mount Carmel, and returned thence to Samaria.

  CHAPTER 3

  [1] Καὶ Ιωραμ υἱὸς Αχααβ ἐβασίλευσεν ἐν Ισραηλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαφατ βασιλεῖ Ιουδα καὶ ἐβασίλευσεν δώδεκα ἔτη.

  [1] And Joram the son of Achaab began to reign in Israel in the eighteenth year of Josaphat king of Juda, and he reigned twelve years.

 

‹ Prev