Septuagint Complete Greek and English Edition
Page 803
[14] Καὶ Ελισαιε ἠρρώστησεν τὴν ἀρρωστίαν αὐτοῦ, δι’ ἣν ἀπέθανεν. καὶ κατέβη πρὸς αὐτὸν Ιωας βασιλεὺς Ισραηλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν Πάτερ πάτερ, ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ.
[14] Now Elisaie was sick of his sickness, whereof he died: and Joas king of Israel went down to him, and wept over his face, and said, My father, my father, the chariot of Israel, and the horseman thereof!
[15] καὶ εἶπεν αὐτῷ Ελισαιε Λαβὲ τόξον καὶ βέλη· καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη.
[15] And Elisaie said to him, Take bow and arrows. And he took to himself a bow and arrows.
[16] καὶ εἶπεν τῷ βασιλεῖ Ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ιωας τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ τόξον, καὶ ἐπέθηκεν Ελισαιε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως.
[16] And he said to the king, Put thy hand on the bow. And Joas put his hand upon it: and Elisaie put his hands upon the king’s hands.
[17] καὶ εἶπεν Ἄνοιξον τὴν θυρίδα κατ’ ἀνατολάς· καὶ ἤνοιξεν. καὶ εἶπεν Ελισαιε Τόξευσον· καὶ ἐτόξευσεν. καὶ εἶπεν Βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν Συρίαν ἐν Αφεκ ἕως συντελείας.
[17] And he said, Open the window eastward. And he opened it. And Elisaie said, Shoot. And he shot. And Elisaie said, The arrow of the Lord’s deliverance, and the arrow of deliverance from Syria; and thou shalt smite the Syrians in Aphec until thou have consumed them.
[18] καὶ εἶπεν αὐτῷ Ελισαιε Λαβὲ τόξα· καὶ ἔλαβεν. καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ Πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη.
[18] And Elisaie said to him, Take bow and arrows. And he took them. And he said to the king of Israel, Smite upon the ground. And the king smote three times, and stayed.
[19] καὶ ἐλυπήθη ἐπ’ αὐτῷ ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν Εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν. –
[19] And the man of God was grieved at him, and said, If thou hadst smitten five or six times, then thou shouldest have smitten Syria till thou hadst consumed them; but now thou shalt smite Syria only thrice.
[20] καὶ ἀπέθανεν Ελισαιε, καὶ ἔθαψαν αὐτόν. καὶ μονόζωνοι Μωαβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ·
[20] And Elisaie died, and they buried him. And the bands of the Moabites came into the land, at the beginning of the year.
[21] καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ελισαιε, καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ελισαιε καὶ ἔζησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ. –
[21] And it came to pass as they were burying a man, that behold, they saw a band of men, and they cast the man into the grave of Elisaie: and as soon as he touched the bones of Elisaie, he revived and stood up on his feet.
[22] καὶ Αζαηλ ἐξέθλιψεν τὸν Ισραηλ πάσας τὰς ἡμέρας Ιωαχας.
[22] And Azael greatly afflicted Israel all the days of Joachaz.
[23] καὶ ἠλέησεν κύριος αὐτοὺς καὶ οἰκτίρησεν αὐτοὺς καὶ ἐπέβλεψεν πρὸς αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, καὶ οὐκ ἠθέλησεν κύριος διαφθεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ.
[23] And the Lord had mercy and compassion upon them, and had respect to them because of his covenant with Abraam, and Isaac, and Jacob; and the Lord would not destroy them, and did not cast them out from his presence.
[24] καὶ ἀπέθανεν Αζαηλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν υἱὸς Αδερ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.
[24] And Azael king of Syria died, and the son of Ader his son reigned in his stead.
[25] καὶ ἐπέστρεψεν Ιωας υἱὸς Ιωαχας καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Αδερ υἱοῦ Αζαηλ, ἃς ἔλαβεν ἐκ χειρὸς Ιωαχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν Ιωας καὶ ἐπέστρεψεν τὰς πόλεις Ισραηλ.
[25] And Joas the son of Joachaz returned, and took the cities out of the hand of the son of Ader the son of Azael, which he had taken out of the hand of Joachaz his father in the war: thrice did Joas smite him, and he recovered the cities of Israel.
CHAPTER 14
[1] Ἐν ἔτει δευτέρῳ τῷ Ιωας υἱῷ Ιωαχας βασιλεῖ Ισραηλ καὶ ἐβασίλευσεν Αμεσσιας υἱὸς Ιωας βασιλεὺς Ιουδα.
[1] In the second year of Joas the son of Joachaz king of Israel, did Amessias also the son of Joas the king of Juda begin to reign.
[2] υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ιωαδιν ἐξ Ιερουσαλημ.
[2] Twenty and five years old was he when he began to reign, and he reigned twenty and nine years in Jerusalem: and his mother’s name was Joadim of Jerusalem.
[3] καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου, πλὴν οὐχ ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα, ὅσα ἐποίησεν Ιωας ὁ πατὴρ αὐτοῦ, ἐποίησεν·
[3] And he did that which was right in the sight of the Lord, but not as David his father: he did according to all things that his father Joas did.
[4] πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν, ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.
[4] Only he removed not the high places: as yet the people sacrificed and burnt incense on the high places.
[5] καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ·
[5] And it came to pass when the kingdom was established in his hand, that he slew his servants that had slain the king his father.
[6] καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσεν, καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ, ὡς ἐνετείλατο κύριος λέγων Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ὅτι ἀλλ’ ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται.
[6] But he slew not the sons of those that had slain him; according as it is written in the book of the laws of Moses, as the Lord gave commandment, saying, The fathers shall not be put to death for the children, and the children shall not be put to de
ath for the fathers; but every one shall die for his own sins.
[7] αὐτὸς ἐπάταξεν τὸν Εδωμ ἐν Γαιμελε δέκα χιλιάδας καὶ συνέλαβε τὴν Πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Καθοηλ ἕως τῆς ἡμέρας ταύτης. –
[7] He smote of Edom ten thousand in the valley of salt, and took the Rock in the war, and called its name Jethoel until this day.
[8] τότε ἀπέστειλεν Αμεσσιας ἀγγέλους πρὸς Ιωας υἱὸν Ιωαχας υἱοῦ Ιου βασιλέως Ισραηλ λέγων Δεῦρο ὀφθῶμεν προσώποις.
[8] Then Amessias sent messengers to Joas son of Joachaz son of Ju king of Israel, saying, Come, let us look one another in the face.
[9] καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμεσσιαν βασιλέα Ιουδα λέγων Ὁ ακαν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὸν ακανα.
[9] And Joas the king of Israel sent to Amessias king of Juda, saying, The thistle that was in Libanus sent to the cedar that was in Libanus, saying, Give my daughter to thy son to wife: and the wild beasts of the field that were in Libanus passed by and trod down the thistle.
[10] τύπτων ἐπάταξας τὴν Ιδουμαίαν, καὶ ἐπῆρέν σε ἡ καρδία σου· ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου, καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ σου; καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ.
[10] Thou hast smitten and wounded Edom, and thy heart has lifted thee up: stay at home and glorify thyself; for wherefore art thou quarrelsome to thy hurt? So both thou wilt fall and Juda with thee.
[11] καὶ οὐκ ἤκουσεν Αμεσσιας. καὶ ἀνέβη ὁ βασιλεὺς Ισραηλ, καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ Αμεσσιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς τῇ τοῦ Ιουδα·
[11] Nevertheless Amessias hearkened not: so Joas king of Israel went up, and he and Amessias king of Juda looked one another in the face in Baethsamys of Juda.
[12] καὶ ἔπταισεν Ιουδας ἀπὸ προσώπου Ισραηλ, καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ·
[12] And Juda was overthrown before Israel, and every man fled to his tent.
[13] καὶ τὸν Αμεσσιαν υἱὸν Ιωας υἱοῦ Οχοζιου βασιλέα Ιουδα συνέλαβεν Ιωας υἱὸς Ιωαχας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς. καὶ ἦλθεν εἰς Ιερουσαλημ καὶ καθεῖλεν ἐν τῷ τείχει Ιερουσαλημ ἐν τῇ πύλῃ Εφραιμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις·
[13] And Joas king of Israel took Amessias the son of Joas the son of Ochozias, in Baethsamys; and he came to Jerusalem, and broke down the wall of Jerusalem, beginning at the gate of Ephraim as far as the gate of the corner, four hundred cubits.
[14] καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν. –
[14] And he took the gold, and the silver, and all the vessels that were found in the house of the Lord, and in the treasures of the king’s house, and the hostages, and returned to Samaria.
[15] καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας, ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;
[15] And the rest of the acts of Joas, even all that he did in his might, how he warred with Amessias king of Juda, are not these things written in the book of the chronicles of the kings of Israel?
[16] καὶ ἐκοιμήθη Ιωας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ισραηλ, καὶ ἐβασίλευσεν Ιεροβοαμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. –
[16] And Joas slept with his fathers, and was buried in Samaria with the kings of Israel; and Jeroboam his son reigned in his stead.
[17] καὶ ἔζησεν Αμεσσιας υἱὸς Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποθανεῖν Ιωας υἱὸν Ιωαχας βασιλέα Ισραηλ πεντεκαίδεκα ἔτη.
[17] And Amessias the son of Joas king of Juda lived after the death of Joas son of Joachaz king of Israel fifteen years.
[18] καὶ τὰ λοιπὰ τῶν λόγων Αμεσσιου καὶ πάντα, ἃ ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
[18] And the rest of the acts of Amessias, and all that he did, are not these written in the book of the chronicles of the kings of Juda?
[19] καὶ συνεστράφησαν ἐπ’ αὐτὸν σύστρεμμα ἐν Ιερουσαλημ, καὶ ἔφυγεν εἰς Λαχις· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.
[19] And they formed a conspiracy against him in Jerusalem, and he fled to Lachis: and they sent after him to Lachis, and slew him there.
[20] καὶ ἦραν αὐτὸν ἐφ’ ἵππων, καὶ ἐτάφη ἐν Ιερουσαλημ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ.
[20] And they brought him upon horses; and he was buried in Jerusalem with his fathers in the city of David.
[21] καὶ ἔλαβεν πᾶς ὁ λαὸς Ιουδα τὸν Αζαριαν – καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν – καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Αμεσσιου.
[21] And all the people of Juda took Azarias, and he was sixteen years old, and made him king in the room of his father Amessias.
[22] αὐτὸς ᾠκοδόμησεν τὴν Αιλωθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ιουδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.
[22] He built Æloth, and restored it to Juda, after the king slept with his fathers.
[23] Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Αμεσσιου υἱοῦ Ιωας βασιλέως Ιουδα ἐβασίλευσεν Ιεροβοαμ υἱὸς Ιωας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος.
[23] In the fifteenth year of Amessias son of Joas king of Juda began Jeroboam son of Joas to reign over Israel in Samaria forty and one years.
[24] καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ.
[24] And he did that which was evil in the sight of the Lord: he departed not from all the sins of Jeroboam the son of Nabat, who led Israel to sin.
[25] αὐτὸς ἀπέστησεν τὸ ὅριον Ισραηλ ἀπὸ εἰσόδου Αιμαθ ἕως τῆς θαλάσσης τῆς Αραβα κατὰ τὸ ῥῆμα κυρίου θεοῦ Ισραηλ, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ιωνα
υἱοῦ Αμαθι τοῦ προφήτου τοῦ ἐκ Γεθχοβερ.
[25] He recovered the coast of Israel from the entering in of Æmath to the sea of Araba, according to the word of the Lord God of Israel, which he spoke by his servant Jonas the son of Amathi, the prophet of Gethchopher.
[26] ὅτι εἶδεν κύριος τὴν ταπείνωσιν Ισραηλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ισραηλ.
[26] For the Lord saw that the affliction of Israel was very bitter, and that they were few in number, straitened and in want, and destitute, and Israel had no helper.
[27] καὶ οὐκ ἐλάλησεν κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ισραηλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ιεροβοαμ υἱοῦ Ιωας.
[27] And the Lord said that he would not blot out the seed of Israel from under heaven; so he delivered them by the hand of Jeroboam the son of Joas.
[28] καὶ τὰ λοιπὰ τῶν λόγων Ιεροβοαμ καὶ πάντα, ὅσα ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν Δαμασκὸν καὶ τὴν Αιμαθ τῷ Ιουδα ἐν Ισραηλ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;
[28] And the rest of the acts of Jeroboam and all that he did, and his mighty deeds, which he achieved in war, and how he recovered Damascus and Æmath to Juda in Israel, are not these things written in the book of the chronicles of the kings of Israel?
[29] καὶ ἐκοιμήθη Ιεροβοαμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ισραηλ, καὶ ἐβασίλευσεν Αζαριας υἱὸς Αμεσσιου ἀντὶ τοῦ πατρὸς αὐτοῦ.