Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 820
Septuagint Complete Greek and English Edition Page 820

by Septuagint


  [22] καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυιδ ἐπὶ τὸν γεδδουρ, ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει·

  [22] For daily men came to David, till they amounted to a great force, as the force of God.

  [23] ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυιδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ.

  [23] And these are the names of the commanders of the army, who came to David to Chebron, to turn the kingdom of Saul to him according to the word of the Lord.

  [24] Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς, οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Χεβρων τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαουλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου.

  [24] The sons of Juda, bearing shields and spears, six thousand and eight hundred mighty in war.

  [25] υἱοὶ Ιουδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως.

  [25] Of the sons of Symeon mighty for battle, seven thousand and a hundred.

  [26] τῶν υἱῶν Συμεων δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν.

  [26] Of the sons of Levi, four thousand and six hundred.

  [27] τῶν υἱῶν Λευι τετρακισχίλιοι ἑξακόσιοι·

  [27] And Joadas the chief of the family of Aaron, and with him three thousand and seven hundred.

  [28] καὶ Ιωαδαε ὁ ἡγούμενος τῷ Ααρων καὶ μετ’ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι·

  [28] And Sadoc, a young man mighty in strength, and there were twenty-two leaders of his father’s house.

  [29] καὶ Σαδωκ νέος δυνατὸς ἰσχύι καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο.

  [29] And of the sons of Benjamin, the brethren of Saul, three thousand: and still the greater part of them kept the guard of the house of Saul.

  [30] καὶ ἐκ τῶν υἱῶν Βενιαμιν τῶν ἀδελφῶν Σαουλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαουλ.

  [30] And of the sons of Ephraim, twenty thousand and eight hundred mighty men, famous in the houses of their fathers.

  [31] καὶ ἀπὸ υἱῶν Εφραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύι, ἄνδρες ὀνομαστοὶ κατ’ οἴκους πατριῶν αὐτῶν.

  [31] And of the half-tribe of Manasse, eighteen thousand, even those who were named by name, to make David king.

  [32] καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση δέκα ὀκτὼ χιλιάδες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυιδ.

  [32] And of the sons of Issachar having wisdom with regard to the times, knowing what Israel should do, two hundred; and all their brethren with them.

  [33] καὶ ἀπὸ τῶν υἱῶν Ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι Ισραηλ εἰς τὰς ἀρχὰς αὐτῶν, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ’ αὐτῶν.

  [33] And of Zabulon they that went out to battle, with all weapons of war, were fifty thousand to help David, not weak-handed.

  [34] καὶ ἀπὸ Ζαβουλων ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυιδ οὐχ ἑτεροκλινῶς.

  [34] And of Nephthali a thousand captains, and with them men with shields and spears, thirty-seven thousand.

  [35] καὶ ἀπὸ Νεφθαλι ἄρχοντες χίλιοι καὶ μετ’ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες.

  [35] And of the Danites men ready for war twenty-eight thousand and eight hundred.

  [36] καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι.

  [36] And of Aser, they that went out to give aid in war, forty thousand.

  [37] καὶ ἀπὸ τοῦ Ασηρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες.

  [37] And from the country beyond Jordan, from Ruben, and the Gadites, and from the half-tribe of Manasse, a hundred and twenty thousand, with all weapons of war.

  [38] καὶ ἐκ πέραν τοῦ Ιορδάνου ἀπὸ Ρουβην καὶ Γαδδι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες.

  [38] All these were men of war, setting the army in battle array, with a peaceful mind towards him, and they came to Chebron to make David king over all Israel: and the rest of Israel were of one mind to make David king.

  [39] πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρων τοῦ βασιλεῦσαι τὸν Δαυιδ ἐπὶ πάντα Ισραηλ· καὶ ὁ κατάλοιπος Ισραηλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυιδ.

  [39] And they were there three days eating and drinking, for their brethren had made preparations.

  [40] καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν.

  [40] And their neighbours, as far as Issachar and Zabulon and Nephthali, brought to them upon camels,

  [41] καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ισσαχαρ καὶ Ζαβουλων καὶ Νεφθαλι ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν Ισραηλ.

  and asses, and mules, and upon calves, victuals, meal, cakes of figs, raisins, wine, and oil, calves and sheep abundantly: for there was joy in Israel.

  CHAPTER 13

  [1] Καὶ ἐβουλεύσατο Δαυιδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων, παντὶ ἡγουμένῳ,

  [1] And David took counsel with the captains of thousands and captains of hundreds, even with every commander.

  [2] καὶ εἶπεν Δαυιδ τῇ πάσῃ ἐκκλησίᾳ Ισραηλ Εἰ ἐφ’ ὑμῖν ἀγαθὸν καὶ παρὰ κυρίου θεοῦ ἡμῶν εὐοδωθῇ, ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ Ισραηλ, καὶ μετ’ αὐτῶν οἱ ἱερεῖς οἱ Λευῖται ἐν πόλεσιν κατασχέσεως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς,

  [2] And David said to the whole congregation of Israel, If it seem good to you, and it should be prospered by the Lord our God, let us send to our brethren that are left in all the land of Israel, and let the priests the Levites who are with them in the cities of their possession come, and let them be gathered to us.

  [3] καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν πρὸς ἡ
μᾶς· ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ’ ἡμερῶν Σαουλ.

  [3] And let us bring over to us the ark of our God; for men have not enquired at it since the days of Saul.

  [4] καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ.

  [4] And all the congregation said that they would do thus; for the saying was right in the eyes of all the people.

  [5] καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ημαθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως Ιαριμ.

  [5] So David assembled all Israel, from the borders of Egypt even to the entering in of Hemath, to bring in the ark of God from the city of Jarim.

  [6] καὶ ἀνήγαγεν αὐτὴν Δαυιδ, καὶ πᾶς Ισραηλ ἀνέβη εἰς πόλιν Δαυιδ, ἣ ἦν τοῦ Ιουδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ κυρίου καθημένου ἐπὶ χερουβιν, οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ.

  [6] And David brought it up: and all Israel went up to the city of David, which belonged to Juda, to bring up thence the ark of the Lord God who sits between the cherubim, whose name is called on it.

  [7] καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ θεοῦ ἐπὶ ἅμαξαν καινὴν ἐξ οἴκου Αμιναδαβ, καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν.

  [7] And they set the ark of God on a new waggon brought out of the house of Aminadab: and Oza and his brethren drove the waggon.

  [8] καὶ Δαυιδ καὶ πᾶς Ισραηλ παίζοντες ἐναντίον τοῦ θεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν.

  [8] And David and all Israel were playing before the Lord with all their might, and that together with singers, and with harps, and with lutes, with timbrels, and with cymbals, and with trumpets.

  [9] καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος, καὶ ἐξέτεινεν Οζα τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος.

  [9] And they came as far as the threshing-floor: and Oza put forth his hand to hold the ark, because the bullock moved it from its place.

  [10] καὶ ἐθυμώθη ὀργῇ κύριος ἐπὶ Οζα καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν, καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ θεοῦ.

  [10] And the Lord was very angry with Oza, and smote him there, because of his stretching forth his hand upon the ark: and he died there before God.

  [11] καὶ ἠθύμησεν Δαυιδ ὅτι διέκοψεν κύριος διακοπὴν ἐν Οζα, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης.

  [11] And David was dispirited, because the Lord had made a breach on Oza: and he called that place the Breach of Oza until this day.

  [12] καὶ ἐφοβήθη Δαυιδ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσοίσω πρὸς ἐμαυτὸν τὴν κιβωτὸν τοῦ θεοῦ;

  [12] And David feared God that day, saying, How shall I bring the ark of God in to myself?

  [13] καὶ οὐκ ἀπέστρεψεν Δαυιδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυιδ καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου.

  [13] So David brought not the ark home to himself into the city of David, but he turned it aside into the house of Abeddara the Gethite.

  [14] καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ θεοῦ ἐν οἴκῳ Αβεδδαρα τρεῖς μῆνας· καὶ εὐλόγησεν ὁ θεὸς Αβεδδαραμ καὶ πάντα τὰ αὐτοῦ.

  [14] And the ark of God abode in the house of Abeddara three months: and God blessed Abeddara and all that he had.

  CHAPTER 14

  [1] Καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.

  [1] And Chiram king of Tyre sent messengers to David, and cedar timbers, and masons, and carpenters, to build a house for him.

  [2] καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ισραηλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ.

  [2] And David knew that the Lord had designed him to be king over Israel; because his kingdom was highly exalted, on account of his people Israel.

  [3] Καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας ἐν Ιερουσαλημ, καὶ ἐτέχθησαν Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες.

  [3] And David took more wives in Jerusalem: and there were born to David more sons and daughters.

  [4] καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν Ιερουσαλημ· Σαμαα, Ισοβααμ, Ναθαν, Σαλωμων

  [4] And these are the names of those that were born, who were born to him in Jerusalem; Samaa, Sobab, Nathan, and Solomon,

  [5] καὶ Ιβααρ καὶ Ελισαε καὶ Ελιφαλετ

  [5] and Baar, and Elisa, and Eliphaleth,

  [6] καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουου

  [6] and Nageth, and Naphath, and Japhie,

  [7] καὶ Ελισαμαε καὶ Βαλεγδαε καὶ Ελιφαλετ.

  [7] and Elisamae, and Eliade, and Eliphala.

  [8] Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυιδ βασιλεὺς ἐπὶ πάντα Ισραηλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυιδ. καὶ ἤκουσεν Δαυιδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς.

  [8] And the Philistines heard that David was anointed king over all Israel: and all the Philistines went up to seek David; and David heard it, and went out to meet them.

  [9] καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων.

  [9] And the Philistines came and assembled together in the giants’ valley.

  [10] καὶ ἠρώτησεν Δαυιδ διὰ τοῦ θεοῦ λέγων Εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ κύριος Ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου.

  [10] And David enquired of God, saying, Shall I go up against the Philistines? and wilt thou deliver them into my hand? And the Lord said to him, Go up, and I will deliver them into thy hands.

  [11] καὶ ἀνέβη εἰς Βααλφαρασιν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυιδ· καὶ εἶπεν Δαυιδ Διέκοψεν ὁ θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ φαρασιν.

  [11] And he went up to Baal Pharasin, and David smote them there; and David said, God has broken through enemies by my hand like a breach of water: therefore he called the nam
e of that place, the Breach of Pharasin.

  [12] καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ εἶπεν Δαυιδ κατακαῦσαι αὐτοὺς ἐν πυρί. –

  [12] And the Philistines left their gods there; and David gave orders to burn them with fire.

  [13] καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων.

  [13] And the Philistines once more assembled themselves in the giants’ valley.

  [14] καὶ ἠρώτησεν Δαυιδ ἔτι ἐν θεῷ, καὶ εἶπεν αὐτῷ ὁ θεός Οὐ πορεύσῃ ὀπίσω αὐτῶν, ἀποστρέφου ἀπ’ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων·

  [14] And David enquired of God again; and God said to him, Thou shalt not go after them; turn away from them, and thou shalt come upon them near the pear trees.

  [15] καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων, τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.

  [15] And it shall be, when thou shalt hear the sound of their tumult in the tops of the pear trees, then thou shalt go into the battle: for God has gone out before thee to smite the army of the Philistines.

  [16] καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτῷ ὁ θεός, καὶ ἐπάταξεν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαων ἕως Γαζαρα.

  [16] And he did as God commanded him: and he smote the army of the Philistines from Gabaon to Gazera.

  [17] καὶ ἐγένετο ὄνομα Δαυιδ ἐν πάσῃ τῇ γῇ, καὶ κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.

  [17] And the name of David was famous in all the land; and the Lord put the terror of him on all the nations.

 

‹ Prev