by Septuagint
CHAPTER 15
[1] Καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυιδ· καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν.
[1] And David made for himself houses in the city of David, and he prepared a place for the ark of God, and made a tent for it.
[2] Τότε εἶπεν Δαυιδ Οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλ’ ἢ τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.
[2] Then said David, It is not lawful for any to bear the ark of God, but the Levites; for the Lord has chosen them to bear the ark of the Lord, and to minister to him for ever.
[3] καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ.
[3] And David assembled all Israel at Jerusalem, to bring up the ark of the Lord to the place which he had prepared for it.
[4] καὶ συνήγαγεν Δαυιδ τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας.
[4] And David gathered together the sons of Aaron the Levites.
[5] τῶν υἱῶν Κααθ· Ουριηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι.
[5] Of the sons of Caath; there was Uriel the chief, and his brethren, a hundred and twenty.
[6] τῶν υἱῶν Μεραρι· Ασαια ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι πεντήκοντα.
[6] Of the sons of Merari; Asaia the chief, and his brethren, two hundred and twenty.
[7] τῶν υἱῶν Γηρσαμ· Ιωηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν πεντήκοντα.
[7] Of the sons of Gedson; Joel the chief, and his brethren, a hundred and thirty.
[8] τῶν υἱῶν Ελισαφαν· Σαμαιας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι.
[8] Of the sons of Elisaphat; Semei the chief, and his brethren, two hundred.
[9] τῶν υἱῶν Χεβρων· Ελιηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὀγδοήκοντα.
[9] Of the sons of Chebrom; Eliel the chief, and his brethren eighty.
[10] τῶν υἱῶν Οζιηλ· Αμιναδαβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν δέκα δύο. –
[10] Of the sons of Oziel; Aminadab the chief, and his brethren a hundred and twelve.
[11] καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας, τὸν Ουριηλ, Ασαια, Ιωηλ, Σαμαιαν, Ελιηλ, Αμιναδαβ,
[11] And David called Sadoc and Abiathar the priests, and the Levites, Uriel, Asaia, and Joel, and Semaia, and Eliel, and Aminadab,
[12] καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ οὗ ἡτοίμασα αὐτῇ·
[12] and said to them, Ye are the heads of the families of the Levites: sanctify yourselves, you and your brethren, and ye shall carry up the ark of the God of Israel, to the place which I have prepared for it.
[13] ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι.
[13] For because ye were not ready at the first, our God made a breach upon us, because we sought him not according to the ordinance.
[14] καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν θεοῦ Ισραηλ.
[14] So the priests and the Levites sanctified themselves, to bring up the ark of the God of Israel.
[15] καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ θεοῦ, ὡς ἐνετείλατο Μωϋσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ’ αὐτούς. –
[15] And the sons of the Levites took the ark of God, (as Moses commanded by the word of God according to the scripture) upon their shoulders with staves.
[16] καὶ εἶπεν Δαυιδ τοῖς ἄρχουσιν τῶν Λευιτῶν Στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν, νάβλαις καὶ κινύραις καὶ κυμβάλοις, τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης.
[16] And David said to the chiefs of the Levites, Set your brethren the singers with musical instruments, lutes, harps, and cymbals, to sound aloud with a voice of joy.
[17] καὶ ἔστησαν οἱ Λευῖται τὸν Αιμαν υἱὸν Ιωηλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ασαφ υἱὸς Βαραχια, καὶ ἐκ τῶν υἱῶν Μεραρι ἀδελφῶν αὐτοῦ Αιθαν υἱὸς Κισαιου.
[17] So the Levites appointed Æman the son of Joel; Asaph the son of Barachias was one of his brethren; and Æthan the son of Kisaeus was of the sons of Merari their brethren;
[18] καὶ μετ’ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωθ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταθια καὶ Ελιφαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας, οἱ πυλωροί.
[18] and with them their brethren of the second rank, Zacharias, and Oziel, and Semiramoth, and Jeiel, and Elioel, and Eliab, and Banaia, and Maasaia, and Matthathia, and Eliphena, and Makellia, and Abdedom, and Jeiel, and Ozias, the porters.
[19] καὶ οἱ ψαλτῳδοί· Αιμαν, Ασαφ καὶ Αιθαν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι·
[19] And the singers, Æman, Asaph, and Æthan, with brazen cymbals to make a sound to be heard.
[20] Ζαχαριας καὶ Οζιηλ, Σεμιραμωθ, Ιιηλ, Ωνι, Ελιαβ, Μασαιας, Βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωθ·
[20] Zacharias, and Oziel, Semiramoth, Jeiel, Oni, Eliab, Maasaeas, Banaeas, with lutes, on alaemoth.
[21] καὶ Ματταθιας καὶ Ελιφαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιθ τοῦ ἐνισχῦσαι.
[21] And Mattathias, and Eliphalu, and Makenia, and Abdedom, and Jeiel, and Ozias, with harps of Amasenith, to make a loud noise.
[22] καὶ Χωνενια ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν.
[22] And Chonenia chief of the Levites was master of the bands, because he was skilful.
[23] καὶ Βαραχια καὶ Ηλκανα πυλωροὶ τῆς κιβωτοῦ.
[23] And Barachia and Elcana were door-keepers of the ark.
[24] καὶ Σοβνια καὶ Ιωσαφατ καὶ Ναθαναηλ καὶ Αμασαι καὶ Ζαχαρια καὶ Βαναι καὶ Ελιεζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ. καὶ Αβδεδομ καὶ Ιια πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ.
[24] And Somnia, and Josaphat, and Nathanael, and Amasai, and Zacharia, and Banaea, and Eliezer, the priests, were sounding with trumpets befo
re the ark of God: and Abdedom and Jeia were door-keepers of the ark of God.
[25] Καὶ ἦν Δαυιδ καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐξ οἴκου Αβδεδομ ἐν εὐφροσύνῃ.
[25] So David, and the elders of Israel, and the captains of thousands, went to bring up the ark of the covenant from the house of Abdedom with gladness.
[26] καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
[26] And it came to pass when God strengthened the Levites bearing the ark of the covenant of the Lord, that they sacrificed seven calves and seven rams.
[27] καὶ Δαυιδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενιας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων, καὶ ἐπὶ Δαυιδ στολὴ βυσσίνη.
[27] And David was girt with a fine linen robe, and all the Levites who were bearing the ark of the covenant of the Lord, and the singers, and Chonenias the master of the band of singers; also upon David there was a robe of fine linen.
[28] καὶ πᾶς Ισραηλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφερ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες νάβλαις καὶ ἐν κινύραις.
[28] And all Israel brought up the ark of the covenant of the Lord with shouting, and with the sound of a horn, and with trumpets, and with cymbals, playing loudly on lutes and harps.
[29] καὶ ἐγένετο κιβωτὸς διαθήκης κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυιδ, καὶ Μελχολ θυγάτηρ Σαουλ παρέκυψεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ παίζοντα καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.
[29] And the ark of the covenant of the Lord arrived, and came to the city of David; and Melchol the daughter of Saul looked down through the window, and saw king David dancing and playing: and she despised him in her heart.
CHAPTER 16
[1] Καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυιδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ θεοῦ.
[1] So they brought in the ark of God, and set it in the midst of the tabernacle which David pitched for it; and they offered whole-burnt-offerings and peace-offerings before God.
[2] καὶ συνετέλεσεν Δαυιδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου.
[2] And David finished offering up whole-burnt-offerings and peace-offerings, and blessed the people in the name of the Lord.
[3] καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ισραηλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην.
[3] And he divided to every man of Israel (both men and women), to every man one baker’s loaf, and a cake.
[4] Καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν κύριον τὸν θεὸν Ισραηλ·
[4] And he appointed before the ark of the covenant of the Lord, Levites to minister and lift up the voice, and to give thanks and praise the Lord God of Israel:
[5] Ασαφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαριας, Ιιηλ, Σεμιραμωθ, Ιιηλ, Ματταθιας, Ελιαβ καὶ Βαναιας καὶ Αβδεδομ καὶ Ιιηλ ἐν ὀργάνοις, νάβλαις καὶ κινύραις, καὶ Ασαφ ἐν κυμβάλοις ἀναφωνῶν,
[5] Asaph was the chief, and next to him Zacharias, Jeiel, Semiramoth, and Jeiel, Mattathias, Eliab, and Banaeas, and Abdedom: and Jeiel sounding with musical instruments, lutes and harps, and Asaph with cymbals:
[6] καὶ Βαναιας καὶ Οζιηλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ.
[6] and Banaeas and Oziel the priests sounding continually with trumpets before the ark of the covenant of God in that day.
[7] Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τότε ἔταξεν Δαυιδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ασαφ καὶ τῶν ἀδελφῶν αὐτοῦ
[7] Then David first gave orders to praise the Lord by the hand of Asaph and his brethren.
[8] Ἐξομολογεῖσθε τῷ κυρίῳ, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ, γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ·
[8] Song. Give thanks to the Lord, call upon him by his name, make known his designs among the people.
[9] ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ, διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησεν κύριος.
[9] Sing songs to him, and sing hymns to him, relate to all people his wonderful deeds, which the Lord has wrought.
[10] αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ, εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ·
[10] Praise his holy name, the heart that seeks his pleasure shall rejoice.
[11] ζητήσατε τὸν κύριον καὶ ἰσχύσατε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός.
[11] Seek the Lord and be strong, seek his face continually.
[12] μνημονεύετε τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησεν, τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ,
[12] Remember his wonderful works which he has wrought, his wonders, and the judgments of his mouth;
[13] σπέρμα Ισραηλ παῖδες αὐτοῦ, υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ.
[13] ye seed of Israel his servants, ye seed of Jacob his chosen ones.
[14] αὐτὸς κύριος ὁ θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.
[14] He is the Lord our God; his judgments are in all the earth.
[15] μνημονεύων εἰς αἰῶνα διαθήκης αὐτοῦ, λόγον αὐτοῦ, ὃν ἐνετείλατο εἰς χιλίας γενεάς,
[15] Let us remember his covenant for ever, his word which he commanded to a thousand generations,
[16] ὃν διέθετο τῷ Αβρααμ, καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ισαακ·
[16] which he covenanted with Abraham, and his oath sworn to Isaac.
[17] ἔστησεν αὐτὸν τῷ Ιακωβ εἰς πρόσταγμα, τῷ Ισραηλ διαθήκην αἰώνιον
[17] He confirmed it to Jacob for an ordinance, to Israel as an everlasting covenant,
[18] λέγων Σοὶ δώσω τὴν γῆν Χανααν σχοίνισμα κληρονομίας ὑμῶν.
[18] saying, To thee will I give the land of Chanaan, the line of your inheritance:
[19] ἐν τῷ γενέσθαι
αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ.
[19] when they were few in number, when they were but little, and dwelt as strangers in it;
[20] καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον·
[20] and went from nation to nation, and from one kingdom to another people.
[21] οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς
[21] He suffered not a man to oppress them, and he reproved kings for their sakes,
[22] Μὴ ἅψησθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
[22] saying, Touch not my anointed ones, and deal not wrongfully with my prophets.
[23] ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ, ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ.
[23] Sing ye to the Lord, all the earth; proclaim his salvation from day to day.
[24] ἐξηγεῖσθε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.
[24] Declare among the nations his glory, his wondrous deeds among all peoples.
[25] ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς·
[25] For the Lord is great, and greatly to be praised: he is to be feared above all gods.
[26] ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα, καὶ ὁ θεὸς ἡμῶν οὐρανὸν ἐποίησεν·
[26] For all the gods of the nations are idols; but our God made the heavens.
[27] δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ, ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ.