Septuagint Complete Greek and English Edition
Page 823
[6] And David put a garrison in Syria near Damascus; and they became tributary servants to David: and the Lord delivered David wherever he went.
[7] καὶ ἔλαβεν Δαυιδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Αδρααζαρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ιερουσαλημ.
[7] And David took the golden collars that were on the servants of Adraazar, and brought them to Jerusalem.
[8] καὶ ἐκ τῆς μεταβηχας καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Αδρααζαρ ἔλαβεν Δαυιδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ.
[8] And David took out of Matabeth, and out of the chief cities of Adraazar very much brass: of this Solomon made the brazen sea, and the pillars, and the brazen vessels.
[9] καὶ ἤκουσεν Θωα βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ τὴν πᾶσαν δύναμιν Αδρααζαρ βασιλέως Σουβα,
[9] And Thoa king of Emath heard that David had smitten the whole force of Adraazar king of Suba.
[10] καὶ ἀπέστειλεν τὸν Ιδουραμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυιδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Θωα ἦν τῷ Αδρααζαρ, καὶ πάντα τὰ σκεύη ἀργυρᾶ καὶ χρυσᾶ.
[10] And he sent Aduram his son to king David to ask how he was, and to congratulate him because he had fought against Adraazar, and smitten him; for Thoa was the enemy of Adraazar.
[11] καὶ ταῦτα ἡγίασεν Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ Ιδουμαίας καὶ Μωαβ καὶ ἐξ υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Αμαληκ.
[11] And all the golden and silver and brazen vessels, even these king David consecrated to the Lord, with the silver and the gold which he took from all the nations; from Idumaea, and Moab, and from the children of Ammon, and from the Philistines, and from Amalec.
[12] καὶ Αβεσσα υἱὸς Σαρουια ἐπάταξεν τὴν Ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτὼ καὶ δέκα χιλιάδας,
[12] And Abesa son of Saruia smote the Idumeans in the valley of Salt, eighteen thousand.
[13] καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς· καὶ ἦσαν πάντες οἱ Ιδουμαῖοι παῖδες Δαυιδ. καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.
[13] And he put garrisons in the valley; and all the Idumaeans became David’s servants: and the Lord delivered David wherever he went.
[14] Καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ.
[14] So David reigned over all Israel; and he executed judgment and justice to all his people.
[15] καὶ Ιωαβ υἱὸς Σαρουια ἐπὶ τῆς στρατιᾶς καὶ Ιωσαφατ υἱὸς Αχιλουδ ὑπομνηματογράφος
[15] And Joab the son of Saruia was over the army, and Josaphat the son of Achilud was recorder.
[16] καὶ Σαδωκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς καὶ Σουσα γραμματεὺς
[16] And Sadoc son of Achitob, and Achimelech son of Abiathar, were the priests; and Susa was the scribe;
[17] καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ χερεθθι καὶ τοῦ φελεθθι καὶ υἱοὶ Δαυιδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως.
[17] and Banaeas the son of Jodae was over the Cherethite and the Phelethite, and the sons of David were the chief deputies of the king.
CHAPTER 19
[1] Καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν Ναας βασιλεὺς υἱῶν Αμμων, καὶ ἐβασίλευσεν Αναν υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.
[1] And it came to pass after this, that Naas the king of the children of Ammon died, and Anan his son reigned in his stead.
[2] καὶ εἶπεν Δαυιδ Ποιήσω ἔλεος μετὰ Αναν υἱοῦ Ναας, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ’ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυιδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυιδ εἰς γῆν υἱῶν Αμμων τοῦ παρακαλέσαι αὐτόν.
[2] And David said, I will act kindly toward Anan the son of Naas, as his father acted kindly towards me. And David sent messengers to condole with him on the death of his father. So the servants of David came into the land of the children of Ammon to Anan, to comfort him.
[3] καὶ εἶπον ἄρχοντες Αμμων πρὸς Αναν Μὴ δοξάζων Δαυιδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακαλοῦντας; οὐχ ὅπως ἐξερευνήσωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν, ἦλθον παῖδες αὐτοῦ πρὸς σέ;
[3] And the chiefs of the children of Ammon said to Anan, Is it to honour thy father before thee, that David has sent comforters to thee? Have not his servants come to thee that they might search the city, and to spy out the land?
[4] καὶ ἔλαβεν Αναν τοὺς παῖδας Δαυιδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς.
[4] And Anan took the servants of David, and shaved them, and cut off the half of their garments as far as their tunic, and sent them away.
[5] καὶ ἦλθον ἀπαγγεῖλαι τῷ Δαυιδ περὶ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς, ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς Καθίσατε ἐν Ιεριχω ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἀνακάμψατε. –
[5] And there came men to report to David concerning the men: and he sent to meet them, for they were greatly disgraced: and the king said, Dwell in Jericho until your beards have grown, and return.
[6] καὶ εἶδον οἱ υἱοὶ Αμμων ὅτι ᾐσχύνθη λαὸς Δαυιδ, καὶ ἀπέστειλεν Αναν καὶ οἱ υἱοὶ Αμμων χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχα καὶ ἐκ Σωβα ἅρματα καὶ ἱππεῖς
[6] And the children of Ammon saw that the people of David were ashamed, and Anan and the children of Ammon sent a thousand talents of silver to hire for themselves chariots and horsemen out of Syria of Mesopotamia, and out of Syria Maacha, and from Sobal.
[7] καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μωχα καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβα, καὶ οἱ υἱοὶ Αμμων συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι.
[7] And they hired for themselves two and thirty thousand
chariots, and the king of Maacha and his people; and they came and encamped before Medaba: and the children of Ammon assembled out of their cities, and came to fight.
[8] καὶ ἤκουσεν Δαυιδ καὶ ἀπέστειλεν τὸν Ιωαβ καὶ πᾶσαν τὴν στρατιὰν τῶν δυνατῶν.
[8] And David heard, and sent Joab and all the host of mighty men.
[9] καὶ ἐξῆλθον οἱ υἱοὶ Αμμων καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως, καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ’ ἑαυτοὺς ἐν τῷ πεδίῳ.
[9] And the children of Ammon came forth, and set themselves in array for battle by the gate of the city: and the kings that were come forth encamped by themselves in the plain.
[10] καὶ εἶδεν Ιωαβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν, καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ισραηλ, καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου·
[10] And Joab saw that they were fronting him to fight against him before and behind, and he chose some out of all the young men of Israel, and they set themselves in array against the Syrian.
[11] καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Αβεσσα ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Αμμων.
[11] And the rest of the people he gave into the hand of his brother Abesai, and they set themselves in array against the children of Ammon.
[12] καὶ εἶπεν Ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ Σύρος, καὶ ἔσῃ μοι εἰς σωτηρίαν, καὶ ἐὰν υἱοὶ Αμμων κρατήσωσιν ὑπὲρ σέ, καὶ σώσω σε·
[12] And he said, If the Syrian should prevail against me, then shalt thou deliver me: and if the children of Ammon should prevail against thee, then will I deliver thee.
[13] ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν, καὶ κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει.
[13] Be of good courage, and let us be strong, for our people, and for the cities of our God: and the Lord shall do what is good in his eyes.
[14] καὶ παρετάξατο Ιωαβ καὶ ὁ λαὸς ὁ μετ’ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον, καὶ ἔφυγον ἀπ’ αὐτοῦ.
[14] So Joab and the people that were with him set themselves in battle array against the Syrians, and they fled from them.
[15] καὶ οἱ υἱοὶ Αμμων εἶδον ὅτι ἔφυγον Σύροι, καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ιωαβ καὶ ἀπὸ προσώπου Αβεσσα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν. καὶ ἦλθεν Ιωαβ εἰς Ιερουσαλημ. –
[15] And the children of Ammon saw that the Syrians fled, and they also fled from before Abesai, and from before Joab his brother, and they came to the city: and Joab came to Jerusalem.
[16] καὶ εἶδεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ισραηλ, καὶ ἀπέστειλεν ἀγγέλους, καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφαχ ἀρχιστράτηγος δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτῶν.
[16] And the Syrian saw that Israel had defeated him, and he sent messengers, and they brought out the Syrians from beyond the river; and Sophath the commander-in-chief of the forces of Adraazar was before them.
[17] καὶ ἀπηγγέλη τῷ Δαυιδ, καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ ἦλθεν ἐπ’ αὐτοὺς καὶ παρετάξατο ἐπ’ αὐτούς, καὶ παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυιδ καὶ ἐπολέμησαν αὐτόν.
[17] And it was told David; and he gathered all Israel, and crossed over Jordan, and came upon them, and set the battle in array against them. So David set his army in array to fight against the Syrians, and they fought against him.
[18] καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυιδ, καὶ ἀπέκτεινεν Δαυιδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν· καὶ τὸν Σωφαχ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν.
[18] And the Syrians fled from before Israel; and David slew of the Syrians seven thousand riders in chariots, and forty thousand infantry, and he slew Sophath the commander-in-chief of the forces.
[19] καὶ εἶδον παῖδες Αδρααζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ισραηλ, καὶ διέθεντο μετὰ Δαυιδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησεν Σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς Αμμων ἔτι.
[19] And the servants of Adraazar saw that they were defeated before Israel, and they made peace with David and served him: and the Syrians would not any more help the children of Ammon.
CHAPTER 20
[1] Καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν Ιωαβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς, καὶ ἔφθειραν τὴν χώραν υἱῶν Αμμων· καὶ ἦλθεν καὶ περιεκάθισεν τὴν Ραββα. καὶ Δαυιδ ἐκάθητο ἐν Ιερουσαλημ· καὶ ἐπάταξεν Ιωαβ τὴν Ραββα καὶ κατέσκαψεν αὐτήν.
[1] And it came to pass at the return of the year, at the time of the going forth of kings to war, that Joab gathered the whole force of the army, and they ravaged the land of the children of Ammon; and he came and besieged Rabba. But David abode in Jerusalem. And Joab smote Rabba and destroyed it.
[2] καὶ ἔλαβεν Δαυιδ τὸν στέφανον Μολχολ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ ἐν αὐτῷ λίθος τίμιος, καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυιδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα.
[2] And David took the crown of Molchom their king off his head, and the weight of it was found to be a talent of gold, and on it were precious stones; and it was placed on the head of David: and he brought out the spoils of the city which were very great.
[3] καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροῖς· καὶ οὕτως ἐποίησεν Δαυιδ τοῖς πᾶσιν υἱοῖς Αμμων. καὶ ἀνέστρεψεν Δαυιδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς Ιερουσαλημ.
[3] And he brought out the people that were in it, and sawed them asunder with saws, and cut them with iron axes, and with harrows: and thus David did to all the children of Ammon. And David and all his people returned to Jerusalem.
[4] Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζερ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξεν Σοβοχαι ὁ Ουσαθι τὸν Σαφου ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν. –
[4] And it came to pass afterward that there was again war with the Philistines in Gazer: then Sobochai the Sosathite smote Saphut of the sons of the giants, and laid him low.
[5] καὶ ἐγένετο ἔτι πόλεμος μετ
ὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ελλαναν υἱὸς Ιαιρ τὸν Λεεμι ἀδελφὸν Γολιαθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων. –
[5] And there was war again with the Philistines; and Eleanan the son of Jair smote Lachmi the brother of Goliath the Gittite, and the wood of his spear was as a weavers’ beam.
[6] καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ, εἴκοσι τέσσαρες, καὶ οὗτος ἦν ἀπόγονος γιγάντων.
[6] And there was again war in Geth, and there was a man of extraordinary size, and his fingers and toes were six on each hand and foot, four and twenty; and he was descended from the giants.
[7] καὶ ὠνείδισεν τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σαμαα ἀδελφοῦ Δαυιδ. –
[7] And he defied Israel, and Jonathan the son of Samaa the brother of David slew him.
[8] οὗτοι ἐγένοντο Ραφα ἐν Γεθ· πάντες ἦσαν τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ.
[8] These were born to Rapha in Geth; all four were giants, and they fell by the hand of David, and by the hand of his servants.
CHAPTER 21
[1] Καὶ ἔστη διάβολος ἐν τῷ Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ τοῦ ἀριθμῆσαι τὸν Ισραηλ.
[1] And the devil stood up against Israel, and moved David to number Israel.