Book Read Free

Septuagint Complete Greek and English Edition

Page 825

by Septuagint


  [13] τότε εὐοδώσει, ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο κύριος τῷ Μωυσῇ ἐπὶ Ισραηλ· ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ πτοηθῇς.

  [13] Then will he prosper thee, if thou take heed to do the commandments and judgments which the Lord commanded Moses for Israel: be courageous and strong; fear not, nor be terrified.

  [14] καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον, οὗ οὐκ ἔστιν σταθμός, ὅτι εἰς πλῆθός ἐστιν· καὶ ξύλα καὶ λίθους ἡτοίμασα, καὶ πρὸς ταῦτα πρόσθες.

  [14] And, behold, I according to my poverty have prepared for the house of the Lord a hundred thousand talents of gold, and a million talents of silver, and brass and iron without measure; for it is abundant; and I have prepared timber and stones; and do thou add to these.

  [15] καὶ μετὰ σοῦ εἰς πλῆθος ποιούντων ἔργα τεχνῖται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ.

  [15] And of them that are with thee do thou add to the multitude of workmen; let there be artificers and masons, and carpenters, and every skilful workman in every work;

  [16] ἐν χρυσίῳ, ἐν ἀργυρίῳ, ἐν χαλκῷ καὶ ἐν σιδήρῳ οὐκ ἔστιν ἀριθμός. ἀνάστηθι καὶ ποίει, καὶ κύριος μετὰ σοῦ. –

  [16] in gold and silver, brass and iron, of which there is no number. Arise and do, and the Lord be with thee.

  [17] καὶ ἐνετείλατο Δαυιδ τοῖς πᾶσιν ἄρχουσιν Ισραηλ ἀντιλαβέσθαι τῷ Σαλωμων υἱῷ αὐτοῦ

  [17] And David charged all the chief men of Israel to help Solomon his son, saying,

  [18] Οὐχὶ κύριος μεθ’ ὑμῶν; καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν, ὅτι ἔδωκεν ἐν χερσὶν τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ὑπετάγη ἡ γῆ ἐναντίον κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ.

  [18] Is not the Lord with you? and he has given you rest round about, for he has given into your hands the inhabitants of the land; and the land is subdued before the Lord, and before his people.

  [19] νῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ κυρίῳ θεῷ ὑμῶν καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα κυρίῳ τῷ θεῷ ὑμῶν τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι κυρίου.

  [19] Now set your hearts and souls to seek after the Lord your God: and rise, and build a sanctuary to your God to carry in the ark of the covenant of the Lord, and the holy vessels of God, into the house that is to be built to the name of the Lord.

  CHAPTER 23

  [1] Καὶ Δαυιδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσεν Σαλωμων τὸν υἱὸν αὐτοῦ ἀντ αὐτοῦ ἐπὶ Ισραηλ.

  [1] And David was old and full of days; and he made Solomon his son king over Israel in his stead.

  [2] καὶ συνήγαγεν τοὺς πάντας ἄρχοντας Ισραηλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας.

  [2] And he assembled all the chief men of Israel, and the priests, and the Levites.

  [3] καὶ ἠριθμήθησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας.

  [3] And the Levites numbered themselves from thirty years old and upward; and their number by their polls amounted to thirty and eight thousand men.

  [4] ἀπὸ τούτων ἐργοδιῶκται ἐπὶ τὰ ἔργα οἴκου κυρίου εἴκοσι τέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι

  [4] Of the overseers over the works of the house of the Lord there were twenty-four thousand, and there were six thousand scribes and judges;

  [5] καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν τοῖς ὀργάνοις, οἷς ἐποίησεν τοῦ αἰνεῖν τῷ κυρίῳ. –

  [5] and four thousand door-keepers, and four thousand to praise the Lord with instruments which he made to praise the Lord.

  [6] καὶ διεῖλεν αὐτοὺς Δαυιδ ἐφημερίας τοῖς υἱοῖς Λευι, τῷ Γεδσων, Κααθ, Μεραρι·

  [6] And David divided them into daily courses, for the sons of Levi, for Gedson, Caath, and Merari.

  [7] καὶ τῷ Παροσωμ, τῷ Εδαν καὶ τῷ Σεμει.

  [7] And for the family of Gedson, Edan, and Semei.

  [8] υἱοὶ τῷ Εδαν· ὁ ἄρχων Ιιηλ καὶ Ζεθομ καὶ Ιωηλ, τρεῖς.

  [8] The sons of Edan were Jeiel, the chief, and Zethan, and Joel, three.

  [9] υἱοὶ Σεμει· Σαλωμιθ καὶ Ιιηλ καὶ Αιδαν, τρεῖς. οὗτοι ἄρχοντες τῶν πατριῶν τῷ Εδαν.

  [9] The sons of Semei; Salomith, Jeiel, and Dan, three: these were the chiefs of the families of Edan.

  [10] καὶ τοῖς υἱοῖς Σεμει· Ιεθ καὶ Ζιζα καὶ Ιωας καὶ Βερια· οὗτοι υἱοὶ Σεμει, τέσσαρες.

  [10] And to the sons of Semei, Jeth, and Ziza, and Joas, and Beria: these were the four sons of Semei.

  [11] καὶ ἦν Ιεθ ὁ ἄρχων καὶ Ζιζα ὁ δεύτερος· καὶ Ιωας καὶ Βερια οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν. –

  [11] And Jeth was the chief, and Ziza the second: and Joas and Beria did not multiply sons, and they became only one reckoning according to the house of their father.

  [12] υἱοὶ Κααθ· Αμβραμ, Ισσααρ, Χεβρων, Οζιηλ, τέσσαρες.

  [12] The sons of Caath; Ambram, Isaar, Chebron, Oziel, four.

  [13] υἱοὶ Αμβραμ· Ααρων καὶ Μωϋσῆς. καὶ διεστάλη Ααρων τοῦ ἁγιασθῆναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος τοῦ θυμιᾶν ἐναντίον τοῦ κυρίου λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος.

  [13] The sons of Ambram; Aaron and Moses: and Aaron was appointed for the consecration of the most holy things, he and his sons for ever, to burn incense before the Lord, to minister and bless in his name for ever.

  [14] καὶ Μωϋσῆς ἄνθρωπος τοῦ θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευι.

  [14] And as for Moses the man of God, his sons were reckoned to the tribe of Levi.

  [15] υἱοὶ Μωυσῆ· Γηρσαμ καὶ Ελιεζερ.

  [15] The sons of Moses; Gersam, and Eliezer.

  [16] υἱοὶ Γηρσαμ· Σουβαηλ ὁ ἄρχων.

  [16] The sons of Gersam; Subael the chief.

  [17] καὶ ἦσαν υἱοὶ τῷ Ελιεζερ· Ρααβια ὁ ἄρχων· καὶ οὐκ ἦσα�
� τῷ Ελιεζερ υἱοὶ ἕτεροι. καὶ υἱοὶ Ρααβια ηὐξήθησαν εἰς ὕψος.

  [17] And the sons of Eliezer were, Rabia the chief: and Eliezer had no other sons; but the sons of Rabia were very greatly multiplied.

  [18] υἱοὶ Ισσααρ· Σαλωμωθ ὁ ἄρχων.

  [18] The sons of Isaar; Salomoth the chief.

  [19] υἱοὶ Χεβρων· Ιδουδ ὁ ἄρχων, Αμαδια ὁ δεύτερος, Οζιηλ ὁ τρίτος, Ικεμιας ὁ τέταρτος.

  [19] The sons of Chebron; Jeria the chief, Amaria the second, Jeziel the third, Jekemias the fourth.

  [20] υἱοὶ Οζιηλ· Μιχας ὁ ἄρχων καὶ Ισια ὁ δεύτερος. –

  [20] The sons of Oziel; Micha the chief, and Isia the second.

  [21] υἱοὶ Μεραρι· Μοολι καὶ Μουσι. υἱοὶ Μοολι· Ελεαζαρ καὶ Κις.

  [21] The sons of Merari; Mooli, and Musi: the sons of Mooli; Eleazar, and Kis.

  [22] καὶ ἀπέθανεν Ελεαζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ’ ἢ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κις ἀδελφοὶ αὐτῶν.

  [22] And Eleazar died, and he had no sons, but daughters: and the sons of Kis, their brethren, took them.

  [23] υἱοὶ Μουσι· Μοολι καὶ Εδερ καὶ Ιαριμωθ, τρεῖς. –

  [23] The sons of Musi; Mooli, and Eder, and Jarimoth, three.

  [24] οὗτοι υἱοὶ Λευι κατ’ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω.

  [24] These are the sons of Levi according to the houses of their fathers; chiefs of their families according to their numbering, according to the number of their names, according to their polls, doing the works of service of the house of the Lord, from twenty years old and upward.

  [25] ὅτι εἶπεν Δαυιδ Κατέπαυσεν κύριος ὁ θεὸς Ισραηλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν Ιερουσαλημ ἕως αἰῶνος.

  [25] For David said, The Lord God of Israel has given rest to his people, and has taken up his abode in Jerusalem for ever.

  [26] καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς·

  [26] And the Levites bore not the tabernacle, and all the vessels of it for its service.

  [27] ὅτι ἐν τοῖς λόγοις Δαυιδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευι ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω,

  [27] For by the last words of David was the number of the Levites taken from twenty years old and upward.

  [28] ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ααρων τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ θεοῦ,

  [28] For he appointed them to wait on Aaron, to minister in the house of the Lord, over the courts, and over the chambers, and over the purification of all the holy things, and over the works of the service of the house of God;

  [29] εἰς τοὺς ἄρτους τῆς προθέσεως, εἰς τὴν σεμίδαλιν τῆς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πᾶν μέτρον

  [29] and for the shew-bread, and for the fine flour of the meat-offering, and for the unleavened cakes, and for the fried cake, and for the dough, and for every measure;

  [30] καὶ τοῦ στῆναι πρωῒ τοῦ αἰνεῖν ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ οὕτως τὸ ἑσπέρας

  [30] and to stand in the morning to praise and give thanks to the Lord, and so in the evening;

  [31] καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς κατὰ ἀριθμὸν κατὰ τὴν κρίσιν ἐπ’ αὐτοῖς διὰ παντὸς τῷ κυρίῳ.

  [31] and to be over all the whole-burnt-offerings that were offered up to the Lord on the sabbaths, and at the new moons, and at the feasts, by number, according to the order given to them, continually before the Lord.

  [32] καὶ φυλάξουσιν τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς υἱῶν Ααρων ἀδελφῶν αὐτῶν τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου.

  [32] And they are to keep the charge of the tabernacle of witness, and the charge of the holy place, and the charges of the sons of Aaron their brethren, to minister in the house of the Lord.

  CHAPTER 24

  [1] Καὶ τοῖς υἱοῖς Ααρων διαιρέσεις· υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ, Ελεαζαρ καὶ Ιθαμαρ·

  [1] And they number the sons of Aaron in their division, Nadab, and Abiud, and Eleazar, and Ithamar.

  [2] καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ υἱοὶ Ααρων.

  [2] And Nadab and Abiud died before their father, and they had no sons: so Eleazar and Ithamar the sons of Aaron ministered as priests.

  [3] καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν.

  [3] And David distributed them, even Sadoc of the sons of Eleazar, and Achimelech of the sons of Ithamar, according to their numbering, according to their service, according to the houses of their fathers.

  [4] καὶ εὑρέθησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ιθαμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς Ιθαμαρ ὀκτὼ κατ’ οἴκους πατριῶν.

  [4] And there were found among the sons of Eleazar more chiefs of the mighty ones, than of the sons of Ithamar: and he divided them, sixteen heads of families to the sons of Eleazar, eight according to their families to the sons of Ithamar.

  [5] καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς Ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς Ιθαμαρ·

  [5] And he divided them according to their lots, one with the other; for there were those who had charge of the holy things, and those who had charge of the house of the Lord among the sons of Eleazar, and among the sons of Ithamar.

  [6] καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατρ�
�ῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιθαμαρ. –

  [6] And Samaias the son of Nathanael, the scribe, of the family of Levi, wrote them down before the king, and the princes, and Sadoc the priest, and Achimelech the son of Abiathar were present; and the heads of the families of the priests and the Levites, each of a household were assigned one to Eleazar, and one to Ithamar.

  [7] καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ιαριβ, τῷ Ιδεια ὁ δεύτερος,

  [7] And the first lot came out to Joarim, the second to Jedia,

  [8] τῷ Χαρημ ὁ τρίτος, τῷ Σεωριμ ὁ τέταρτος,

  [8] the third to Charib, the fourth to Seorim,

  [9] τῷ Μελχια ὁ πέμπτος, τῷ Μιαμιν ὁ ἕκτος,

  [9] the fifth to Melchias, the sixth to Meiamin,

  [10] τῷ Κως ὁ ἕβδομος, τῷ Αβια ὁ ὄγδοος,

  [10] the seventh to Cos, the eighth to Abia,

  [11] τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Σεχενια ὁ δέκατος,

  [11] the ninth to Jesus, the tenth to Sechenias,

  [12] τῷ Ελιασιβ ὁ ἑνδέκατος, τῷ Ιακιμ ὁ δωδέκατος,

  [12] the eleventh to Eliabi, the twelfth to Jacim,

  [13] τῷ Οχχοφφα ὁ τρισκαιδέκατος, τῷ Ισβααλ ὁ τεσσαρεσκαιδέκατος,

  [13] the thirteenth to Oppha, the fourteenth to Jesbaal,

  [14] τῷ Βελγα ὁ πεντεκαιδέκατος, τῷ Εμμηρ ὁ ἑκκαιδέκατος,

  [14] the fifteenth to Belga, the sixteenth to Emmer,

  [15] τῷ Χηζιρ ὁ ἑπτακαιδέκατος, τῷ Αφεσση ὁ ὀκτωκαιδέκατος,

  [15] the seventeenth to Chezin, the eighteenth to Aphese,

  [16] τῷ Φεταια ὁ ἐννεακαιδέκατος, τῷ Εζεκηλ ὁ εἰκοστός,

 

‹ Prev