Book Read Free

Septuagint Complete Greek and English Edition

Page 828

by Septuagint


  [1] And David assembled all the chief men of Israel, the chief of the judges, and all the chief men of the courses of attendance on the person of the king, and the captains of thousands and hundreds, and the treasurers, and the lords of his substance, and of all the king’s property, and of his sons, together with the eunuchs, and the mighty men, and the warriors of the army, at Jerusalem.

  [2] καὶ ἔστη Δαυιδ ἐν μέσῳ τῆς ἐκκλησίας καὶ εἶπεν Ἀκούσατέ μου, ἀδελφοὶ καὶ λαός μου. ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαθήκης κυρίου καὶ στάσιν ποδῶν κυρίου ἡμῶν, καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια·

  [2] And David stood in the midst of the assembly, and said, Hear me, my brethren, and my people: it was in my heart to build a house of rest for the ark of the covenant of the Lord, and a place for the feet of our Lord, and I prepared materials suitable for the building:

  [3] καὶ ὁ θεὸς εἶπεν Οὐκ οἰκοδομήσεις ἐμοὶ οἶκον τοῦ ἐπονομάσαι τὸ ὄνομά μου ἐπ’ αὐτῷ, ὅτι ἄνθρωπος πολεμιστὴς εἶ σὺ καὶ αἵματα ἐξέχεας.

  [3] but God said, Thou shalt not build me a house to call my name upon it, for thou art a man of war, and hast shed blood.

  [4] καὶ ἐξελέξατο κύριος ὁ θεὸς Ισραηλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ Ισραηλ εἰς τὸν αἰῶνα· καὶ ἐν Ιουδα ᾑρέτικεν τὸ βασίλειον καὶ ἐξ οἴκου Ιουδα τὸν οἶκον τοῦ πατρός μου, καὶ ἐν τοῖς υἱοῖς τοῦ πατρός μου ἐν ἐμοὶ ἠθέλησεν τοῦ γενέσθαι με βασιλέα ἐπὶ τῷ παντὶ Ισραηλ.

  [4] Yet the Lord God of Israel chose me out of the whole house of my father to be king over Israel for ever; and he chose Juda as the kingly house, and out of the house of Juda he chose the house of my father; and among the sons of my father he preferred me, that I should be king over all Israel.

  [5] καὶ ἀπὸ πάντων τῶν υἱῶν μου [ὅτι πολλοὺς υἱοὺς ἔδωκέν μοι κύριος] ἐξελέξατο ἐν Σαλωμων τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας κυρίου ἐπὶ τὸν Ισραηλ·

  [5] And of all my sons, (for the Lord has given me many sons,)he has chosen Solomon my son, to set him on the throne of the kingdom of the Lord over Israel.

  [6] καὶ εἶπέν μοι ὁ θεός Σαλωμων ὁ υἱός σου οἰκοδομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου, ὅτι ᾑρέτικα ἐν αὐτῷ εἶναί μου υἱόν, κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα

  [6] And God said to me, Solomon thy son shall build my house and my court: for I have chosen him to be my son, and I will be to him a father.

  [7] καὶ κατορθώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος, ἐὰν ἰσχύσῃ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ κρίματά μου ὡς ἡ ἡμέρα αὕτη.

  [7] And I will establish his kingdom for ever, if he continue to keep my commandments, and my judgments, as at this day.

  [8] καὶ νῦν κατὰ πρόσωπον πάσης ἐκκλησίας κυρίου καὶ ἐν ὠσὶν θεοῦ ἡμῶν φυλάξασθε καὶ ζητήσατε πάσας τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ἡμῶν, ἵνα κληρονομήσητε τὴν γῆν τὴν ἀγαθὴν καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν μεθ’ ὑμᾶς ἕως αἰῶνος.

  [8] And now I charge you before the whole assembly of the Lord, and in the audience of our God, keep and seek all the commandments of the Lord our God, that ye may inherit the good land, and leave it for your sons to inherit after you for ever.

  [9] καὶ νῦν, Σαλωμων υἱέ μου, γνῶθι τὸν θεὸν τῶν πατέρων σου καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει κύριος καὶ πᾶν ἐνθύμημα γιγνώσκει· ἐὰν ζητήσῃς αὐτόν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτόν, καταλείψει σε εἰς τέλος.

  [9] And now, my son Solomon, know the God of thy fathers, and serve him with a perfect heart and willing soul: for the Lord searches all hearts, and knows every thought: if thou seek him, he will be found of thee; but if thou shouldest forsake him, he will forsake thee for ever.

  [10] ἰδὲ τοίνυν ὅτι κύριος ᾑρέτικέν σε οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα· ἴσχυε καὶ ποίει. –

  [10] See now, for the Lord has chosen thee to build him a house for a sanctuary, be strong and do it.

  [11] καὶ ἔδωκεν Δαυιδ Σαλωμων τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ καὶ τῶν ζακχω αὐτοῦ καὶ τῶν ὑπερῴων καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ

  [11] And David gave Solomon his son the plan of the temple, and its buildings, and its treasuries, and its upper chambers, and the inner store-rooms, and the place of the atonement,

  [12] καὶ τὸ παράδειγμα, ὃ εἶχεν ἐν πνεύματι αὐτοῦ, τῶν αὐλῶν οἴκου κυρίου καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας οἴκου κυρίου καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων

  [12] and the plan which he had in his mind of the courts of the house of the Lord, and of all the chambers round about, designed for the treasuries of the house of God, and of the treasuries of the holy things, and of the chambers for resting:

  [13] καὶ τῶν καταλυμάτων τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν τῆς λατρείας οἴκου κυρίου.

  [13] and the plan of the courses of the priests and Levites, for all the work of the service of the house of the Lord, and of the stores of vessels for ministration of the service of the house of the Lord.

  [14] καὶ τὸν σταθμὸν τῆς ὁλκῆς αὐτῶν, τῶν τε χρυσῶν καὶ ἀργυρῶν,

  [14] And he gave him the account of their weight, both of gold and silver vessels.

  [15] λυχνιῶν τὴν ὁλκὴν ἔδωκεν αὐτῷ καὶ τῶν λύχνων·

  [15] He gave him the weight of the candlesticks, and of the lamps.

  [16] ἔδωκεν αὐτῷ ὁμοίως τὸν σταθμὸν τῶν τραπεζῶν τῆς προθέσεως, ἑκάστης τραπέζης χρυσῆς καὶ ὡσαύτως τῶν ἀργυρῶν,

  [16] He gave him likewise the weight of the tables of shewbread, of each table of gold, and likewise of the tables of silver:

  [17] καὶ τῶν κρεαγρῶν καὶ σπονδείων καὶ τῶν φιαλῶν τῶν χρυσῶν καὶ τὸν σταθμὸν τῶν χρυσῶν καὶ τῶν ἀργυρῶν, κεφφουρε ἑκάστου σταθμοῦ.

  [17] also of the flesh-hooks, and vessels for drink-offering, and golden bowls: and the weight of the gold and silver articles, and censers, and bowls, according to the weight of each.

  [18] καὶ τὸν τοῦ θυσιαστηρίου τῶν θυμιαμάτω�
� ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτῷ καὶ τὸ παράδειγμα τοῦ ἅρματος τῶν χερουβιν τῶν διαπεπετασμένων ταῖς πτέρυξιν καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης κυρίου.

  [18] And he shewed him the weight of the utensils of the altar of incense, which was of pure gold, and the plan of the chariot of the cherubs that spread out their wings, and overshadowed the ark of the covenant of the Lord.

  [19] πάντα ἐν γραφῇ χειρὸς κυρίου ἔδωκεν Δαυιδ Σαλωμων κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος. –

  [19] David gave all to Solomon in the Lord’s handwriting, according to the knowledge given him of the work of the pattern.

  [20] καὶ εἶπεν Δαυιδ Σαλωμων τῷ υἱῷ αὐτοῦ Ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει, μὴ φοβοῦ μηδὲ πτοηθῇς, ὅτι κύριος ὁ θεός μου μετὰ σοῦ, οὐκ ἀνήσει σε καὶ οὐ μή σε ἐγκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου.

  [20] And David said to Solomon his son, Be strong, and play the man, and do: fear not, neither be terrified; for the Lord my God is with thee; he will not forsake thee, and will not fail thee, until thou hast finished all the work of the service of the house of the Lord. And behold the pattern of the temple, even his house, and its treasury, and the upper chambers, and the inner store-rooms, and the place of propitiation, and the plan of the house of the Lord.

  [21] καὶ ἰδοὺ αἱ ἐφημερίαι τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν λειτουργίαν οἴκου τοῦ θεοῦ καὶ μετὰ σοῦ ἐν πάσῃ πραγματείᾳ καὶ πᾶς πρόθυμος ἐν σοφίᾳ κατὰ πᾶσαν τέχνην καὶ οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς εἰς πάντας τοὺς λόγους σου.

  [21] And see, here are the courses of the priests and Levites for all the service of the house of the Lord, and there shall be with thee men for every workmanship, and every one of ready skill in every art: also the chief men and all the people, ready for all thy commands.

  CHAPTER 29

  [1] Καὶ εἶπεν Δαυιδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ Σαλωμων ὁ υἱός μου, εἷς ὃν ᾑρέτικεν ἐν αὐτῷ κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ ἡ οἰκοδομή, ἀλλ’ ἢ κυρίῳ θεῷ.

  [1] And David the king said to all the congregation, Solomon my son, whom the Lord has chosen, is young and tender, and the work is great; for it is not for man, but for the Lord God.

  [2] κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον θεοῦ μου χρυσίον, ἀργύριον, χαλκόν, σίδηρον, ξύλα, λίθους σοομ καὶ πληρώσεως καὶ λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ πάριον πολύν.

  [2] I have prepared according to all my might for the house of my God gold, silver, brass, iron, wood, onyx stones, and costly and variegated stones for setting, and every precious stone, and much Parian marble.

  [3] καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ θεοῦ μου ἔστιν μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον θεοῦ μου εἰς ὕψος ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων,

  [3] And still farther, because I took pleasure in the house of my God, I have gold and silver which I have procured for myself, and, behold, I have given them to the house of my God over and above, beyond what I have prepared for the holy house.

  [4] τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφιρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφθῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ

  [4] Three thousand talents of gold of Suphir, and seven thousand talents of fine silver, for the overlaying of the walls of the sanctuary:

  [5] διὰ χειρὸς τεχνιτῶν. καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον κυρίῳ;

  [5] for thee to use the gold for things of gold, and the silver for things of silver, and for every work by the hand of the artificers. And who is willing to dedicate himself in work this day for the Lord?

  [6] καὶ προεθυμήθησαν ἄρχοντες τῶν πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν Ισραηλ καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι καὶ οἱ προστάται τῶν ἔργων καὶ οἱ οἰκονόμοι τοῦ βασιλέως

  [6] Then the heads of families, and the princes of the children of Israel, and the captains of thousands and captains of hundreds, and the overseers of the works, and the king’s builders, offered willingly.

  [7] καὶ ἔδωκαν εἰς τὰ ἔργα οἴκου κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν.

  [7] And they gave for the works of the house of the Lord five thousand talents of gold, and ten thousand gold pieces, and ten thousand talents of silver, and eighteen thousand talents of brass, and a hundred thousand talents of iron.

  [8] καὶ οἷς εὑρέθη παρ’ αὐτοῖς λίθος, ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου κυρίου διὰ χειρὸς Ιιηλ τοῦ Γηρσωνι.

  [8] And they who had precious stone, gave it into the treasuries of the house of the Lord by the hand of Jeiel the Gedsonite.

  [9] καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ κυρίῳ, καὶ Δαυιδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως.

  [9] And the people rejoiced because of the willingness, for they offered willingly to the Lord with a full heart: and king David rejoiced greatly.

  [10] καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυιδ τὸν κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς Ισραηλ, ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος.

  [10] And king David blessed the Lord before the congregation, saying,

  Blessed art thou, O Lord God of Israel, our Father, from everlasting and to everlasting.

  [11] σοί, κύριε, ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις, ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος.

  [11] Thine, O Lord, is the greatness, and the power, and the glory, and the victory, and the might: for thou art Lord of all things that are in heaven and upon the earth: before thy face every king and nation is troubled.

  [12] παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις, κύριε ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου, παντοκράτωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα.

  [12] From thee come wealth and glo
ry: thou, O Lord, rulest over all, the Lord of all dominion, and in thy hand is strength and rule; and thou art almighty with thy hand to increase and establish all things.

  [13] καὶ νῦν, κύριε, ἐξομολογούμεθά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου.

  [13] And now, Lord, we give thanks to thee, and praise thy glorious name.

  [14] καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου, ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι.

  [14] But who am I, and what is my people, that we have been able to be thus forward in offering to thee? for all things are thine, and of thine own have we given thee,

  [15] ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν· ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή.

  [15] for we are strangers before thee, and sojourners, as all our fathers were: our days upon the earth are as a shadow, and there is no remaining.

  [16] κύριε ὁ θεὸς ἡμῶν, πᾶν τὸ πλῆθος τοῦτο, ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου, ἐκ χειρός σού ἐστιν, καὶ σοὶ τὰ πάντα.

  [16] O Lord our God, as for all this abundance which I have prepared that a house should be built to thy holy name, it is of thy hand, and all is thine.

  [17] καὶ ἔγνων, κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾷς· ἐν ἁπλότητι καρδίας προεθυμήθην πάντα ταῦτα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι.

 

‹ Prev