Septuagint Complete Greek and English Edition
Page 852
[51] And they took all the holy vessels of the Lord, both great and small, with the vessels of the ark of God, and the king’s treasures, and carried them away into Babylon.
[52] καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ Κυρίου καί ἔλυσαν τὰ τείχη ῾Ιερουσαλὴμ καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισαν ἐν πυρὶ
[52] As for the house of the Lord, they burnt it, and brake down the walls of Jerusalem, and set fire upon her towers:
[53] καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρειῶσαι, καὶ τοὺς ἐπιλοίπους ἀπήγαγε μετὰ ρομφαίας εἰς Βαβυλῶνα.
[53] And as for her glorious things, they never ceased till they had consumed and brought them all to nought: and the people that were not slain with the sword he carried unto Babylon:
[54] καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν ρήματος τοῦ Κυρίου ἐν στόματι ῾Ιερεμίου·
[54] Who became servants to him and his children, till the Persians reigned, to fulfil the word of the Lord spoken by the mouth of Jeremy:
[55] ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς, σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.
[55] Until the land had enjoyed her sabbaths, the whole time of her desolation shall she rest, until the full term of seventy years.
CHAPTER 2
ΒΑΣΙΛΕΥΟΝΤΟΣ Κύρου Περσῶν ἔτους πρώτου εἰς συντέλειαν ρήματος Κυρίου ἐν στόματι ῾Ιερεμίου,
In the first year of Cyrus king of the Persians, that the word of the Lord might be accomplished, that he had promised by the mouth of Jeremy;
[2] ἤγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέωςΠερσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἅμα διά γραπτῶν λέγων·
[2] The Lord raised up the spirit of Cyrus the king of the Persians, and he made proclamation through all his kingdom, and also by writing,
[3] τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ ᾿Ισραήλ, Κύριος ὁ ῞Υψιστος.
[3] Saying, Thus saith Cyrus king of the Persians; The Lord of Israel, the most high Lord, hath made me king of the whole world,
[4] καὶ ἐσήμηνέ μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν ῾Ιερουσαλήμ, τῇ ἐν τῇ ᾿Ιουδαίᾳ.
[4] And commanded me to build him an house at Jerusalem in Jewry.
[5] εἴ τις ἐστὶν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ Κύριος αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν ῾Ιερουσαλὴμ τὴν ἐν τῇ ᾿Ιουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ Κυρίου τοῦ ᾿Ισραήλ (οὗτος ὁ Κύριος ὁ κατασκηνώσας ἐν ῾Ιερουσαλήμ).
[5] If therefore there be any of you that are of his people, let the Lord, even his Lord, be with him, and let him go up to Jerusalem that is in Judea, and build the house of the Lord of Israel: for he is the Lord that dwelleth in Jerusalem.
[6] ὅσοι οὖν κατὰ τοὺς τόπους οἰκοῦσι, βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ, ἐν δόσεσι μεθ᾿ ἵππων καὶ κτηνῶν σὺν τοῖς ἄλλοις τοῖς κατ᾿ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ Κυρίου τὸ ἐν ῾Ιερουσαλήμ.
[6] Whosoever then dwell in the places about, let them help him, those, I say, that are his neighbours, with gold, and with silver, With gifts, with horses, and with cattle, and other things, which have been set forth by vow, for the temple of the Lord at Jerusalem.
[7] καὶ καταστήσαντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς ᾿Ιούδα καὶ Βενιαμὶν φυλῆς καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντων, ὧν ἤγειρε Κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ Κυρίῳ τὸ ἐν ῾Ιερουσαλήμ,
[7] Then the chief of the families of Judea and of the tribe of Benjamin stood up; the priests also, and the Levites, and all they whose mind the Lord had moved to go up, and to build an house for the Lord at Jerusalem,
[8] καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν ἐν ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις, κτήνεσι καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν, ὧν ὁ νοῦς ἠγέρθη.
[8] And they that dwelt round about them, and helped them in all things with silver and gold, with horses and cattle, and with very many free gifts of a great number whose minds were stirred up thereto.
[9] καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκε τὰ ἱερὰ σκεύη τοῦ Κυρίου, ἃ μετήνεγκε Ναβουχοδονόσορ ἐξ ῾Ιερουσαλήμ, καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλείῳ αὐτοῦ·
[9] King Cyrus also brought forth the holy vessels, which Nabuchodonosor had carried away from Jerusalem, and had set up in his temple of idols.
[10] ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθραδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι·
[10] Now when Cyrus king of the Persians had brought them forth, he delivered them to Mithridates his treasurer:
[11] διά δὲ τούτου παρεδόθησαν Σαμανασσάρῳ προστάτῃ τῆς ᾿Ιουδαίας.
[11] And by him they were delivered to Sanabassar the governor of Judea.
[12] ὁ δὲ τούτων ἀριθμὸς ἦν· σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυΐσκαι ἀργυραῖ εἰκοσιεννέα, φιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια.
[12] And this was the number of them; A thousand golden cups, and a thousand of silver, censers of silver twenty nine, vials of gold thirty, and of silver two thousand four hundred and ten, and a thousand other vessels.
[13] τὰ δὲ πάντα σκεύη διεκομίσθη, χρυσᾶ καὶ ἀργυρᾶ, πεντακισχίλια τετρακόσια ἑξηκονταεννέα·
[13] So all the vessels of gold and of silver, which were carried away, were five thousand four hundred threescore and nine.
[14] ἀνηνέχθη δὲ ὑπὸ Σαμανασσάρου ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς ῾Ιερουσαλήμ.
[14] These were brought back by Sanabassar, together with them of the captivity, from Babylon to Jerusalem.
[15] ᾿Εν δὲ τοῖς ἐπὶ ᾿Αρταξέρξου τῶν Περσῶν βασιλέως χρόνοις κατέγραψαν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ ᾿Ιουδαίᾳ καὶ ῾Ιερουσαλὴμ Βήλεμος καὶ Μιθραδάτης καὶ Ταβέλλιος καὶ Ράθυμος καὶ Βεέλτεθμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις, τ�
�ν ὑπογεγραμμένην ἐπιστολήν·
[15] But in the time of Artaxerxes king of the Persians Belemus, and Mithridates, and Tabellius, and Rathumus, and Beeltethmus, and Semellius the secretary, with others that were in commission with them, dwelling in Samaria and other places, wrote unto him against them that dwelt in Judea and Jerusalem these letters following;
[16] «Βασιλεῖ ᾿Αρταξέρξῃ κυρίῳ οἱ παῖδές σου Ράθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ κριταὶ οἱ ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ·
[16] To king Artaxerxes our lord, Thy servants, Rathumus the storywriter, and Semellius the scribe, and the rest of their council, and the judges that are in Celosyria and Phenice.
[17] καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ, ὅτι οἱ ᾿Ιουδαῖοι ἀναβάντες παρ᾿ ὑμῶν πρὸς ἡμᾶς ἐλθόντες εἰς ῾Ιερουσαλήμ, τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσι, τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται.
[17] Be it now known to the lord king, that the Jews that are up from you to us, being come into Jerusalem, that rebellious and wicked city, do build the marketplaces, and repair the walls of it and do lay the foundation of the temple.
[18] ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται. καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτον, ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ, ὅπως, ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις·
[18] Now if this city and the walls thereof be made up again, they will not only refuse to give tribute, but also rebel against kings. And forasmuch as the things pertaining to the temple are now in hand, we think it meet not to neglect such a matter, But to speak unto our lord the king, to the intent that, if it be thy pleasure it may be sought out in the books of thy fathers:
[19] καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς γεγραμμένα περὶ τούτων καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη ἦν ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα καὶ οἱ ᾿Ιουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι᾿ ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη.
[19] And thou shalt find in the chronicles what is written concerning these things, and shalt understand that that city was rebellious, troubling both kings and cities: And that the Jews were rebellious, and raised always wars therein; for the which cause even this city was made desolate.
[20] νῦν οὖν ὑποδεικνύομέν σοι, κύριε βασιλεῦ, ὅτι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ ταύτης τείχη ἀνασταθῇ, κάθοδος οὐκ ἔτι σοι ἔσται εἰς Κοίλην Συρίαν καὶ Φοινίκην».
[20] Wherefore now we do declare unto thee, O lord the king, that if this city be built again, and the walls thereof set up anew, thou shalt from henceforth have no passage into Celosyria and Phenice.
[21] τότε ἀντέγραψεν ὁ βασιλεὺς Ραθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτέθμῳ καὶ Σαμελλίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα·
[21] Then the king wrote back again to Rathumus the storywriter, to Beeltethmus, to Semellius the scribe, and to the rest that were in commission, and dwellers in Samaria and Syria and Phenice, after this manner;
[22] «᾿Ανέγνων τὴν ἐπιστολήν, ἣν πεπόμφατε πρός με. ἐπέταξα οὖν ἐπισκέψασθαι, καὶ εὑρέθη ὅτι ἡ πόλις ἐκείνη ἐστὶν ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα
[22] I have read the epistle which ye have sent unto me: therefore I commanded to make diligent search, and it hath been found that that city was from the beginning practising against kings;
[23] καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν ῾Ιερουσαλὴμ κυριεύοντες καὶ φορολογοῦντες Κοίλην Συρίαν καὶ Φοινίκην.
[23] And the men therein were given to rebellion and war: and that mighty kings and fierce were in Jerusalem, who reigned and exacted tributes in Celosyria and Phenice.
[24] νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν καὶ προνοηθῆναι ὅπως μηδὲν παρὰ ταῦτα γένηται καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι».
[24] Now therefore I have commanded to hinder those men from building the city, and heed to be taken that there be no more done in it; And that those wicked workers proceed no further to the annoyance of kings,
[25] τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως ᾿Αρταξέρξου γραφέντων, Ράθυμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες εἰς ῾Ιερουσαλὴμ κατὰ σπουδὴν μεθ᾿ ἵππου καὶ ὄχλου παρατάξεως, ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας. καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν ῾Ιερουσαλὴμ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.
[25] Then king Artaxerxes his letters being read, Rathumus, and Semellius the scribe, and the rest that were in commission with them, removing in haste toward Jerusalem with a troop of horsemen and a multitude of people in battle array, began to hinder the builders; and the building of the temple in Jerusalem ceased until the second year of the reign of Darius king of the Persians.
CHAPTER 3
ΚΑΙ βασιλεὺς Δαρεῖος ἐποίησε δοχὴν μεγάλην πᾶσι τοῖς ὑπ᾿ αὐτὸν καὶ πᾶσι τοῖς οἰκογενέσιν αὐτοῦ καὶ πᾶσι τοῖς μεγιστᾶσι τῆς Μηδίας καὶ τῆς Περσίδος
Now when Darius reigned, he made a great feast unto all his subjects, and unto all his household, and unto all the princes of Media and Persia,
[2] καὶ πᾶσι τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπ᾿ αὐτόν, ἀπὸ τῆς ᾿Ινδικῆς μέχρις Αἰθιοπίας ἐν ταῖς ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις.
[2] And to all the governors and captains and lieutenants that were under him, from India unto Ethiopia, of an hundred twenty and seven provinces.
[3] καὶ ἐφάγοσαν καὶ ἐπίοσαν καὶ ἐμπλησθέντες ἀνέλυσαν. ὁ δὲ Δαρεῖος ὁ βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτῶνα ἑαυτοῦ καὶ �
�κοιμήθη καὶ ἔξυπνος ἐγένετο.
[3] And when they had eaten and drunken, and being satisfied were gone home, then Darius the king went into his bedchamber, and slept, and soon after awaked.
[4] τότε οἱ τρεῖς νεανίσκοι οἱ σωματοφύλακες οἱ φυλάσσοντες τὸ σῶμα τοῦ βασιλέως εἶπαν ἕτερος πρὸς τὸν ἕτερον·
[4] Then three young men, that were of the guard that kept the king’s body, spake one to another;
[5] εἴπωμεν ἕκαστος ἡμῶν ἕνα λόγον, ὃς ὑπερισχύσει· καὶ οὗ ἐὰν φανῇ τὸ ρῆμα αὐτοῦ σοφώτερον τοῦ ἑτέρου, δώσει αὐτῷ Δαρεῖος ὁ βασιλεὺς δωρεὰς μεγάλας καὶ ἐπινίκια μεγάλα
[5] Let every one of us speak a sentence: he that shall overcome, and whose sentence shall seem wiser than the others, unto him shall the king Darius give great gifts, and great things in token of victory:
[6] καὶ πορφύραν περιβαλέσθαι καὶ ἐν χρυσώμασι πίνειν καὶ ἐπὶ χρυσῷ καθεύδεν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βυσσίνην καὶ μανιάκην περὶ τὸν τράχηλον,
[6] As, to be clothed in purple, to drink in gold, and to sleep upon gold, and a chariot with bridles of gold, and an headtire of fine linen, and a chain about his neck:
[7] καὶ δεύτερος καθιεῖται Δαρείου διὰ τὴν σοφίαν αὐτοῦ καὶ συγγενὴς Δαρείου κληθήσεται.
[7] And he shall sit next to Darius because of his wisdom, and shall be called Darius his cousin.
[8] καὶ τότε γράψαντες ἕκαστος τὸν ἑαυτοῦ λόγον ἐσφραγίσαντο καὶ ἔθηκαν ὑπὸ τὸ προσκεφάλαιον Δαρείου τοῦ βασιλέως καὶ εἶπαν·