Book Read Free

Septuagint Complete Greek and English Edition

Page 860

by Septuagint


  [31] And of the sons of Addi; Naathus, and Moosias, Lacunus, and Naidus, and Mathanias, and Sesthel, Balnuus, and Manasseas.

  [32] καὶ ἐκ τῶν υἱῶν Ανναν Ελιωνας καὶ Ασαιας καὶ Μελχιας καὶ Σαββαιας καὶ Σιμων Χοσαμαιος·

  [32] And of the sons of Annas; Elionas and Aseas, and Melchias, and Sabbeus, and Simon Chosameus.

  [33] καὶ ἐκ τῶν υἱῶν Ασομ Μαλτανναιος καὶ Ματταθιας καὶ Σαβανναιους καὶ Ελιφαλατ καὶ Μανασσης καὶ Σεμει·

  [33] And of the sons of Asom; Altaneus, and Matthias, and Baanaia, Eliphalet, and Manasses, and Semei.

  [34] καὶ ἐκ τῶν υἱῶν Βαανι Ιερεμιας, Μομδιος, Μαηρος, Ιουηλ, Μαμδαι καὶ Πεδιας καὶ Ανως, Καραβασιων καὶ Ελιασιβος καὶ Μαμνιταναιμος, Ελιασις, Βαννους, Ελιαλις, Σομεις, Σελεμιας, Ναθανιας· καὶ ἐκ τῶν υἱῶν Εζωρα Σεσσις, Εζριλ, Αζαηλος, Σαματος, Ζαμβρις, Ιωσηπος·

  [34] And of the sons of Maani; Jeremias, Momdis, Omaerus, Juel, Mabdai, and Pelias, and Anos, Carabasion, and Enasibus, and Mamnitanaimus, Eliasis, Bannus, Eliali, Samis, Selemias, Nathanias: and of the sons of Ozora; Sesis, Esril, Azaelus, Samatus, Zambis, Josephus.

  [35] καὶ ἐκ τῶν υἱῶν Νοομα Μαζιτιας, Ζαβαδαιας, Ηδαις, Ιουηλ, Βαναιας. –

  [35] And of the sons of Ethma; Mazitias, Zabadaias, Edes, Juel, Banaias.

  [36] πάντες οὗτοι συνῴκισαν γυναῖκας ἀλλογενεῖς· καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις.

  [36] All these had taken strange wives, and they put them away with their children.

  [37] Καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ Ισραηλ ἐν Ιερουσαλημ καὶ ἐν τῇ χώρᾳ. τῇ νουμηνίᾳ τοῦ ἑβδόμου μηνός – καὶ οἱ υἱοὶ Ισραηλ ἐν ταῖς κατοικίαις αὐτῶν –

  [37] And the priests and Levites, and they that were of Israel, dwelt in Jerusalem, and in the country, in the first day of the seventh month: so the children of Israel were in their habitations.

  [38] καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς τοῦ ἱεροῦ πυλῶνος

  [38] And the whole multitude came together with one accord into the broad place of the holy porch toward the east:

  [39] καὶ εἶπον Εσδρα τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ κομίσαι τὸν νόμον Μωυσέως τὸν παραδοθέντα ὑπὸ τοῦ κυρίου θεοῦ Ισραηλ.

  [39] And they spake unto Esdras the priest and reader, that he would bring the law of Moses, that was given of the Lord God of Israel.

  [40] καὶ ἐκόμισεν Εσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσιν τοῖς ἱερεῦσιν ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός·

  [40] So Esdras the chief priest brought the law unto the whole multitude from man to woman, and to all the priests, to hear law in the first day of the seventh month.

  [41] καὶ ἀνεγίγνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἐπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον.

  [41] And he read in the broad court before the holy porch from morning unto midday, before both men and women; and the multitude gave heed unto the law.

  [42] καὶ ἔστη Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος,

  [42] And Esdras the priest and reader of the law stood up upon a pulpit of wood, which was made for that purpose.

  [43] καὶ ἔστησαν παρ’ αὐτῷ Ματταθιας, Σαμμους, Ανανιας, Αζαριας, Ουριας, Εζεκιας, Βααλσαμος ἐκ δεξιῶν,

  [43] And there stood up by him Mattathias, Sammus, Ananias, Azarias, Urias, Ezecias, Balasamus, upon the right hand:

  [44] καὶ ἐξ εὐωνύμων Φαδαιος, Μισαηλ, Μελχιας, Λωθασουβος, Ναβαριας, Ζαχαριας.

  [44] And upon his left hand stood Phaldaius, Misael, Melchias, Lothasubus, and Nabarias.

  [45] καὶ ἀναλαβὼν Εσδρας τὸ βιβλίον τοῦ νόμου ἐνώπιον τοῦ πλήθους – προεκάθητο γὰρ ἐπιδόξως ἐνώπιον πάντων –

  [45] Then took Esdras the book of the law before the multitude: for he sat honourably in the first place in the sight of them all.

  [46] καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν. καὶ εὐλόγησεν Εσδρας τῷ κυρίῳ θεῷ ὑψίστῳ θεῷ σαβαωθ παντοκράτορι,

  [46] And when he opened the law, they stood all straight up. So Esdras blessed the Lord God most High, the God of hosts, Almighty.

  [47] καὶ ἐπεφώνησεν πᾶν τὸ πλῆθος Αμην, καὶ ἄραντες ἄνω τὰς χεῖρας προσπεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ κυρίῳ.

  [47] And all the people answered, Amen; and lifting up their hands they fell to the ground, and worshipped the Lord.

  [48] Ἰησοῦς καὶ Αννιουθ καὶ Σαραβιας, Ιαδινος, Ιακουβος, Σαββαταιος, Αυταιας, Μαιαννας καὶ Καλιτας, Αζαριας καὶ Ιωζαβδος, Ανανιας, Φαλιας οἱ Λευῖται ἐδίδασκον τὸν νόμον κυρίου καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ κυρίου ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν. –

  [48] Also Jesus, Anus, Sarabias, Adinus, Jacubus, Sabateas, Auteas, Maianeas, and Calitas, Azarias, and Joazabdus, and Ananias, Biatas, the Levites, taught the law of the Lord, making them withal to understand it.

  [49] καὶ εἶπεν Ατταρατης Εσδρα τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας

  [49] Then spake Attharates unto Esdras the chief priest. and reader, and to the Levites that taught the multitude, even to all, saying,

  [50] Ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ κυρίῳ – καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τοῦ νόμου – ·

  [50] This day is holy unto the Lord; (for they all wept when they heard the law:)

  [51] βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν,

  [51] Go then, and eat the fat, and drink the sweet, and send part to them that have nothing;

  [52] ἁγία γὰρ ἡ ἡμέρα τῷ κυρίῳ· καὶ μὴ λυπεῖσθε, ὁ γὰρ κύριος δοξάσει ὑμᾶς.

  [52] For this day is holy unto the Lord: and be not sorrowful; for the Lord will bring you to honour.

  [53] καὶ οἱ Λευῖται ἐκέλευον τῷ δήμῳ παντὶ λέγοντες Ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε.

  [53] So the Levites published all things to the people, saying, This day is holy to the Lord; be not sorrowful.

  [54] καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ
εὐφραίνεσθαι καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσιν καὶ εὐφρανθῆναι μεγάλως,

  [54] Then went they their way, every one to eat and drink, and make merry, and to give part to them that had nothing, and to make great cheer;

  [55] ὅτι καὶ ἐνεφυσιώθησαν ἐν τοῖς ῥήμασιν, οἷς ἐδιδάχθησαν. – καὶ ἐπισυνήχθησαν.

  [55] Because they understood the words wherein they were instructed, and for the which they had been assembled.

  Ezra II

  CHAPTER 1

  [1] Καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν τοῦ τελεσθῆναι λόγον κυρίου ἀπὸ στόματος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλεν φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων

  [1] Now in the first year of Cyrus king of the Persians, that the word of the Lord by the mouth of Jeremias might be fulfilled, the Lord stirred up the spirit of Cyrus king of the Persians, and he issued a proclamation through all his kingdom, and that in writing, saying,

  [2] Οὕτως εἶπεν Κῦρος βασιλεὺς Περσῶν Πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπ’ ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ.

  [2] Thus said Cyrus king of the Persians, The Lord God of heaven has given me all the kingdoms of the earth, and he has given me a charge to build him a house in Jerusalem that is in Judea.

  [3] τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ, καὶ οἰκοδομησάτω τὸν οἶκον θεοῦ Ισραηλ [αὐτὸς ὁ θεὸς ὁ ἐν Ιερουσαλημ].

  [3] Who is there among you of all his people? for his God shall be with him, and he shall go up to Jerusalem that is in Judea, and let him build the house of the God of Israel: he is the God that is in Jerusalem.

  [4] καὶ πᾶς ὁ καταλειπόμενος ἀπὸ πάντων τῶν τόπων, οὗ αὐτὸς παροικεῖ ἐκεῖ, καὶ λήμψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσιν μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ. –

  [4] And let every Jew that is left go from every place where he sojourns, and the men of his place shall help him with silver, and gold, and goods, and cattle, together with the voluntary offering for the house of God that is in Jerusalem.

  [5] καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῷ Ιουδα καὶ Βενιαμιν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, πάντων ὧν ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ.

  [5] Then the chiefs of the families of Juda and Benjamin arose, and the priests, and the Levites, all whose spirit the Lord stirred up to go up to build the house of the Lord that is in Jerusalem.

  [6] καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου, ἐν χρυσῷ, ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσιν καὶ ἐν ξενίοις πάρεξ τῶν ἐν ἑκουσίοις.

  [6] And all that were round about strengthened their hands with vessels of silver, with gold, with goods, and with cattle, and with presents, besides the voluntary offerings.

  [7] καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ σκεύη οἴκου κυρίου, ἃ ἔλαβεν Ναβουχοδονοσορ ἀπὸ Ιερουσαλημ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ,

  [7] And king Cyrus brought out the vessels of the house of the Lord, which Nabuchodonosor had brought from Jerusalem, and put in the house of his god.

  [8] καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου γασβαρηνου, καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασαρ ἄρχοντι τοῦ Ιουδα.

  [8] And Cyrus king of the Persians brought them out by the hand of Mithradates the treasurer, and he numbered them to Sasabasar, the chief man of Juda.

  [9] καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν· ψυκτῆρες χρυσοῖ τριάκοντα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι, παρηλλαγμένα ἐννέα καὶ εἴκοσι,

  [9] And this is their number: thirty gold basons, and a thousand silver basons, nine and twenty changes, thirty golden goblets,

  [10] κεφφουρη χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ διακόσιοι καὶ σκεύη ἕτερα χίλια.

  [10] and four hundred and ten double silver vessels, and a thousand other vessels.

  [11] πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργύρῳ πεντακισχίλια καὶ τετρακόσια, τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασαρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ιερουσαλημ.

  [11] All the gold and silver vessels were five thousand four hundred, even all that went up with Sasabasar from the place of transportation, from Babylon to Jerusalem.

  CHAPTER 2

  [1] Καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ,

  [1] And these are the people of the land that went up, of the number of prisoners who were removed, whom Nabuchodonosor king of Babylon carried away to Babylon, and they returned to Juda and Jerusalem, every man to his city;

  [2] οἳ ἦλθον μετὰ Ζοροβαβελ· Ἰησοῦς, Νεεμιας, Σαραιας, Ρεελιας, Μαρδοχαιος, Βαλασαν, Μασφαρ, Βαγουι, Ρεουμ, Βαανα. ἀνδρῶν ἀριθμὸς λαοῦ Ισραηλ·

  [2] who came with Zorobabel: Jesus, Neemias, Saraias, Reelias, Mardochaeus, Balasan, Masphar, Baguai, Reum, Baana. The number of the people of Israel:

  [3] υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο.

  [3] the children of Phares, two thousand one hundred and seventy-two.

  [4] υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο.

  [4] The children of Saphatia, three hundred and seventy-two.

  [5] υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε.

  [5] The children of Ares, seven hundred and seventy-five.

  [6] υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο.

  [6] The children of Phaath Moab, belonging to the sons of Jesue and Joab, two thousand eight hundred and twelve.

  [7] υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.

  [7] The children of Ælam, a thousand two hundred and fifty-four.

  [8] υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε.

  [8] The children of Zatthua, nine hundred and forty-five.

  [9] υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκ�
�ντα.

  [9] The children of Zacchu, seven hundred and sixty.

  [10] υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα δύο.

  [10] The children of Banui, six hundred and forty-two.

  [11] υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρεῖς.

  [11] The children of Babai, six hundred and twenty-three.

  [12] υἱοὶ Ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο.

  [12] The children of Asgad, a thousand two hundred and twenty-two.

  [13] υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ.

  [13] The children of Adonicam, six hundred and sixty-six.

  [14] υἱοὶ Βαγοι δισχίλιοι πεντήκοντα ἕξ.

  [14] The children of Bague, two thousand and fifty-six.

  [15] υἱοὶ Αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες.

  [15] The children of Addin, four hundred and fifty-four.

  [16] υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ.

  [16] The children of Ater the son of Ezekias, ninety eight.

  [17] υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρεῖς.

  [17] The children of Bassu, three hundred and twenty-three.

  [18] υἱοὶ Ιωρα ἑκατὸν δέκα δύο.

  [18] The children of Jora, a hundred and twelve.

  [19] υἱοὶ Ασεμ διακόσιοι εἴκοσι τρεῖς.

  [19] The children of Asum, two hundred and twenty-three.

  [20] υἱοὶ Γαβερ ἐνενήκοντα πέντε.

  [20] The children of Gaber, ninety-five.

  [21] υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς.

  [21] The children of Bethlaem, a hundred and twenty-three.

  [22] υἱοὶ Νετωφα πεντήκοντα ἕξ.

  [22] The children of Netopha, fifty-six.

 

‹ Prev