Book Read Free

Septuagint Complete Greek and English Edition

Page 890

by Septuagint

[13] καὶ εἶπε τοῖς φίλοις αὐτοῦ· κατὰ ταῦτα ἐλάλησεν ᾿Αστίν, ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν.

  [13] And he said to his friends, Thus hast Astin spoken: pronounce therefore upon this case law and judgment.

  [14] καὶ προσῆλθεν αὐτῷ ᾿Αρκεσαῖος καὶ Σαρσαθαῖος καὶ Μαλησεὰρ οἱ ἄρχοντες Περσῶν καὶ Μήδων, οἱ ἐγγὺς τοῦ βασιλέως, οἱ πρῶτοι παρακαθήμενοι τῷ βασιλεῖ,

  [14] So Arkesaeus, and Sarsathaeus, and Malisear, the princes of the Persians and Medes, who were near the king, who sat chief in rank by the king, drew near to him,

  [15] καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους, ὡς δεῖ ποιῆσαι ᾿Αστὶν τῇ βασιλίσσῃ, ὅτι οὐκ ἐποίησε τὰ ὑπὸ τοῦ βασιλέως προσταχθέντα διὰ τῶν εὐνούχων.

  [15] and reported to him according to the laws how it was proper to do to queen Astin, because she had not done the things commanded of the king by the chamberlains.

  [16] καὶ εἶπεν ὁ Μουχαῖος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας· οὐ τὸν βασιλέα μόνον ἠδίκησεν ᾿Αστὶν ἡ βασίλισσα, ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως

  [16] And Muchaeus said to the king and to the princes, Queen Astin has not wronged the king only, but also all the king’s rulers and princes:

  [17] (καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ρήματα τῆς βασιλίσσης καὶ ὡς ἀντεῖπε τῷ βασιλεῖ). ὡς οὖν ἀντεῖπε τῷ βασιλεῖ ᾿Αρταξέρξῃ,

  [17] for he has told them the words of the queen, and how she disobeyed the king. As then, said he, she refused to obey king Artaxerxes,

  [18] οὕτω σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπ᾿ αὐτῆς, τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν.

  [18] so this day shall the other ladies of the chiefs of the Persians and Medes, having heard what she said to the king, dare in the same way to dishonour their husbands.

  [19] εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, προσταξάτω βασιλικόν, καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν· καὶ μὴ ἄλλως χρησάσθω, μηδὲ εἰσελθέτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν, καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς.

  [19] If then it seem good to the king, let him make a royal decree, and let it be written according to the laws of the Medes and Persians, and let him not alter it: and let not the queen come in to him any more; and let the king give her royalty to a woman better than she.

  [20] καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως, ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ οὕτω πᾶσαι αἱ γυναῖκες περιθήσουσι τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν, ἀπὸ πτωχοῦ ἕως πλουσίου.

  [20] And let the law of the king which he shall have made, be widely proclaimed, in his kingdom: and so shall all the women give honour to their husbands, from the poor even to the rich.

  [21] καὶ ἤρεσεν ὁ λόγος τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι, καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαῖος·

  [21] And the saying pleased the king and the princes; and the king did as Muchaeus had said,

  [22] καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατὰ χώραν, κατὰ τὴν λέξιν αὐτῶν, ὥστε εἶναι φόβον αὐτοῖς ἐν ταῖς οἰκίαις αὐτῶν.

  [22] and sent into all his kingdom through the several provinces, according to their language, in order that men might be feared in their own houses.

  CHAPTER 2

  [1] Καὶ μετὰ τοὺς λόγους τούτους ἐκόπασεν ὁ βασιλεὺς τοῦ θυμοῦ καὶ οὐκέτι ἐμνήσθη τῆς Αστιν μνημονεύων οἷα ἐλάλησεν καὶ ὡς κατέκρινεν αὐτήν.

  [1] And after this the king’s anger was pacified, and he no more mentioned Astin, bearing in mind what she had said, and how he had condemned her.

  [2] καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως Ζητηθήτω τῷ βασιλεῖ κοράσια ἄφθορα καλὰ τῷ εἴδει·

  [2] Then the servants of the king said, Let there be sought for the king chaste and beautiful young virgins.

  [3] καὶ καταστήσει ὁ βασιλεὺς κωμάρχας ἐν πάσαις ταῖς χώραις τῆς βασιλείας αὐτοῦ, καὶ ἐπιλεξάτωσαν κοράσια παρθενικὰ καλὰ τῷ εἴδει εἰς Σουσαν τὴν πόλιν εἰς τὸν γυναικῶνα, καὶ παραδοθήτωσαν τῷ εὐνούχῳ τοῦ βασιλέως τῷ φύλακι τῶν γυναικῶν, καὶ δοθήτω σμῆγμα καὶ ἡ λοιπὴ ἐπιμέλεια·

  [3] And let the king appoint local governors in all the provinces of his kingdom, and let them select fair and chaste young damsels and bring them to the city Susa, into the women’s apartment, and let them be consigned to the king’s chamberlain, the keeper of the women; and let things for purification and other attendance be given to them.

  [4] καὶ ἡ γυνή, ἣ ἂν ἀρέσῃ τῷ βασιλεῖ, βασιλεύσει ἀντὶ Αστιν. καὶ ἤρεσεν τῷ βασιλεῖ τὸ πρᾶγμα, καὶ ἐποίησεν οὕτως.

  [4] And let the woman who shall please the king be queen instead of Astin. And the thing pleased the king; and he did so.

  [5] Καὶ ἄνθρωπος ἦν Ιουδαῖος ἐν Σούσοις τῇ πόλει, καὶ ὄνομα αὐτῷ Μαρδοχαῖος ὁ τοῦ Ιαιρου τοῦ Σεμειου τοῦ Κισαιου ἐκ φυλῆς Βενιαμιν,

  [5] Now there was a Jew in the city Susa, and his name was Mardochaeus, the son of Jairus, the son of Semeias, the son of Cisaeus, of the tribe of Benjamin;

  [6] ὃς ἦν αἰχμάλωτος ἐξ Ιερουσαλημ, ἣν ᾐχμαλώτευσεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος.

  [6] who had been brought a prisoner from Jerusalem, which Nabuchodonosor king of Babylon had carried into captivity.

  [7] καὶ ἦν τούτῳ παῖς θρεπτή, θυγάτηρ Αμιναδαβ ἀδελφοῦ πατρὸς αὐτοῦ, καὶ ὄνομα αὐτῇ Εσθηρ· ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τοὺς γονεῖς ἐπαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα· καὶ ἦν τὸ κοράσιον καλὸν τῷ εἴδει.

  [7] And he had a foster child, daughter of Aminadab his father’s brother, and her name was Esther; and when her parents were dead, he brought her up for a wife for himself: and the damsel was beautiful.

  [8] καὶ ὅτε ἠκούσθη τὸ τοῦ βασιλέως πρόσταγμα, συνήχθησαν κοράσια πολλὰ εἰς Σουσαν τὴν πόλιν ὑπὸ χεῖρα Γαι, καὶ ἤχθη Εσθηρ πρὸς Γαι τὸν φύλακα τῶν γυναικῶν.

  [8] And because the king’s ordinance was published, many damsels were gathered to the city Susa under the hand of Gai; and Esther was brought to Gai the keeper of the women.

  [9] καὶ ἤρεσεν αὐτῷ τ�
� κοράσιον καὶ εὗρεν χάριν ἐνώπιον αὐτοῦ, καὶ ἔσπευσεν αὐτῇ δοῦναι τὸ σμῆγμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ἀποδεδειγμένα αὐτῇ ἐκ βασιλικοῦ καὶ ἐχρήσατο αὐτῇ καλῶς καὶ ταῖς ἅβραις αὐτῆς ἐν τῷ γυναικῶνι·

  [9] And the damsel pleased him, and she found favour in his sight; and he hasted to give her the things for purification, and her portion, and the seven maidens appointed her out of the palace: and he treated her and her maidens well in the women’s apartment.

  [10] καὶ οὐχ ὑπέδειξεν Εσθηρ τὸ γένος αὐτῆς οὐδὲ τὴν πατρίδα, ὁ γὰρ Μαρδοχαῖος ἐνετείλατο αὐτῇ μὴ ἀπαγγεῖλαι.

  [10] But Esther discovered not her family nor her kindred: for Mardochaeus had charged her not to tell.

  [11] καθ’ ἑκάστην δὲ ἡμέραν ὁ Μαρδοχαῖος περιεπάτει κατὰ τὴν αὐλὴν τὴν γυναικείαν ἐπισκοπῶν τί Εσθηρ συμβήσεται.

  [11] But Mardochaeus used to walk every day by the women’s court, to see what would become of Esther.

  [12] οὗτος δὲ ἦν καιρὸς κορασίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, ὅταν ἀναπληρώσῃ μῆνας δέκα δύο· οὕτως γὰρ ἀναπληροῦνται αἱ ἡμέραι τῆς θεραπείας, μῆνας ἓξ ἀλειφόμεναι ἐν σμυρνίνῳ ἐλαίῳ καὶ μῆνας ἓξ ἐν τοῖς ἀρώμασιν καὶ ἐν τοῖς σμήγμασιν τῶν γυναικῶν,

  [12] Now this was the time for a virgin to go into the king, when she should have fulfilled twelve months; for so are the days of purification fulfilled, six months while they are anointing themselves with oil of myrrh, and six months with spices and women’s purifications.

  [13] καὶ τότε εἰσπορεύεται πρὸς τὸν βασιλέα· καὶ ὃ ἐὰν εἴπῃ, παραδώσει αὐτῇ συνεισέρχεσθαι αὐτῇ ἀπὸ τοῦ γυναικῶνος ἕως τῶν βασιλείων.

  [13] And then the damsel goes in to the king; and the officer to whomsoever he shall give the command, will bring her to come in with him from the women’s apartment to the king’s chamber.

  [14] δείλης εἰσπορεύεται καὶ πρὸς ἡμέραν ἀποτρέχει εἰς τὸν γυναικῶνα τὸν δεύτερον, οὗ Γαι ὁ εὐνοῦχος τοῦ βασιλέως ὁ φύλαξ τῶν γυναικῶν, καὶ οὐκέτι εἰσπορεύεται πρὸς τὸν βασιλέα, ἐὰν μὴ κληθῇ ὀνόματι.

  [14] She enters in the evening, and in the morning she departs to the second women’s apartment, where Gai the king’s chamberlain is keeper of the women: and she goes not in to the king again, unless she should be called by name.

  [15] ἐν δὲ τῷ ἀναπληροῦσθαι τὸν χρόνον Εσθηρ τῆς θυγατρὸς Αμιναδαβ ἀδελφοῦ πατρὸς Μαρδοχαίου εἰσελθεῖν πρὸς τὸν βασιλέα οὐδὲν ἠθέτησεν ὧν αὐτῇ ἐνετείλατο ὁ εὐνοῦχος ὁ φύλαξ τῶν γυναικῶν· ἦν γὰρ Εσθηρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν.

  [15] And when the time. was fulfilled for Esther the daughter of Aminadab the brother of Mardochaeus’ father to go in to the king, she neglected nothing which the chamberlain, the women’s keeper, commanded; for Esther found grace in the sight of all that looked upon her.

  [16] καὶ εἰσῆλθεν Εσθηρ πρὸς Ἀρταξέρξην τὸν βασιλέα τῷ δωδεκάτῳ μηνί, ὅς ἐστιν Αδαρ, τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ.

  [16] So Esther went in to king Artaxerxes in the twelfth month, which is Adar, in the seventh year of his reign.

  [17] καὶ ἠράσθη ὁ βασιλεὺς Εσθηρ, καὶ εὗρεν χάριν παρὰ πάσας τὰς παρθένους, καὶ ἐπέθηκεν αὐτῇ τὸ διάδημα τὸ γυναικεῖον.

  [17] And the king loved Esther, and she found favour beyond all the other virgins: and he put on her the queen’s crown.

  [18] καὶ ἐποίησεν ὁ βασιλεὺς πότον πᾶσι τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν ἐπὶ ἡμέρας ἑπτὰ καὶ ὕψωσεν τοὺς γάμους Εσθηρ καὶ ἄφεσιν ἐποίησεν τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ.

  [18] And the king made a banquet for all his friends and great men for seven days, and he highly celebrated the marriage of Esther; and he made a release to those who were under his dominion.

  [19] ὁ δὲ Μαρδοχαῖος ἐθεράπευεν ἐν τῇ αὐλῇ.

  [19] But Mardochaeus served in the palace.

  [20] ἡ δὲ Εσθηρ οὐχ ὑπέδειξεν τὴν πατρίδα αὐτῆς· οὕτως γὰρ ἐνετείλατο αὐτῇ Μαρδοχαῖος φοβεῖσθαι τὸν θεὸν καὶ ποιεῖν τὰ προστάγματα αὐτοῦ, καθὼς ἦν μετ’ αὐτοῦ, καὶ Εσθηρ οὐ μετήλλαξεν τὴν ἀγωγὴν αὐτῆς.

  [20] Now Esther had not discovered her kindred; for so Mardochaeus commanded her, to fear God, and perform his commandments, as when she was with him: and Esther changed not her manner of life.

  [21] Καὶ ἐλυπήθησαν οἱ δύο εὐνοῦχοι τοῦ βασιλέως οἱ ἀρχισωματοφύλακες ὅτι προήχθη Μαρδοχαῖος, καὶ ἐζήτουν ἀποκτεῖναι Ἀρταξέρξην τὸν βασιλέα.

  [21] And two chamberlains of the king, the chiefs of the body-guard, were grieved, because Mardochaeus was promoted; and they sought to kill king Artaxerxes.

  [22] καὶ ἐδηλώθη Μαρδοχαίῳ ὁ λόγος, καὶ ἐσήμανεν Εσθηρ, καὶ αὐτὴ ἐνεφάνισεν τῷ βασιλεῖ τὰ τῆς ἐπιβουλῆς.

  [22] And the matter was discovered to Mardochaeus, and he made it known to Esther, and she declared to the king the matter of the conspiracy.

  [23] ὁ δὲ βασιλεὺς ἤτασεν τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς· καὶ προσέταξεν ὁ βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ ὑπὲρ τῆς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίῳ.

  [23] And the king examined the two chamberlains, and hanged them: and the king gave orders to make a note for a memorial in the royal records of the good offices of Mardochaeus, as a commendation.

  CHAPTER 3

  [1] Μετὰ δὲ ταῦτα ἐδόξασεν ὁ βασιλεὺς Ἀρταξέρξης Αμαν Αμαδαθου Βουγαῖον καὶ ὕψωσεν αὐτόν, καὶ ἐπρωτοβάθρει πάντων τῶν φίλων αὐτοῦ.

  [1] And after this king Artaxerxes highly honoured Aman son of Amadathes, the Bugaean, and exalted him, and set his seat above all his friends.

  [2] καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ, οὕτως γὰρ προσέταξεν ὁ βασιλεὺς ποιῆσαι· ὁ δὲ Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ.

  [2] And all in the palace did him obeisance, for so the king had given orders to do: but Mardochaeus did not do him obeisance.

  [3] καὶ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τοῦ βασιλέως τῷ Μαρδοχαίῳ Μαρδοχαῖε, τί παρακούεις τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα;

  [3] And they in the king’s palace said to Mardochaeus, Mardochaeus, why dost thou transgress the commands of the king?


  [4] καθ’ ἑκάστην ἡμέραν ἐλάλουν αὐτῷ, καὶ οὐχ ὑπήκουεν αὐτῶν· καὶ ὑπέδειξαν τῷ Αμαν Μαρδοχαῖον τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον· καὶ ὑπέδειξεν αὐτοῖς ὁ Μαρδοχαῖος ὅτι Ιουδαῖός ἐστιν.

  [4] Thus they spoke daily to him, but he hearkened not unto them; so they represented to Aman that Mardochaeus resisted the commands of the king: and Mardochaeus had shewn to them that he was a Jew.

  [5] καὶ ἐπιγνοὺς Αμαν ὅτι οὐ προσκυνεῖ αὐτῷ Μαρδοχαῖος, ἐθυμώθη σφόδρα

  [5] And when Aman understood that Mardochaeus did not obeisance to him, he was greatly enraged,

  [6] καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν Ἀρταξέρξου βασιλείαν Ιουδαίους.

  [6] and took counsel to destroy utterly all the Jews who were under the rule of Artaxerxes.

  [7] καὶ ἐποίησεν ψήφισμα ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας Ἀρταξέρξου καὶ ἔβαλεν κλήρους ἡμέραν ἐξ ἡμέρας καὶ μῆνα ἐκ μηνὸς ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου, καὶ ἔπεσεν ὁ κλῆρος εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνός, ὅς ἐστιν Αδαρ.

  [7] And he made a decree in the twelfth year of the reign of Artaxerxes, and cast lots daily and monthly, to slay in one day the race of Mardochaeus: and the lot fell on the fourteenth day of the month which is Adar.

  [8] καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα Ἀρταξέρξην λέγων Ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου, οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη, τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσιν, καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς·

 

‹ Prev