Book Read Free

Septuagint Complete Greek and English Edition

Page 917

by Septuagint


  [18] Others ran flocking out of their houses to the general supplication, because the place was like to come into contempt.

  [19] ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυνον· αἱ δὲ κατάκλειστοι τῶν παρθένων, αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν θυρίδων διεξέκυπτον·

  [19] And the women, girt with sackcloth under their breasts, abounded in the streets, and the virgins that were kept in ran, some to the gates, and some to the walls, and others looked out of the windows.

  [20] πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν·

  [20] And all, holding their hands toward heaven, made supplication.

  [21] ἐλεεῖν δ’ ἦν τὴν τοῦ πλήθους παμμιγῆ πρόπτωσιν τήν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίαν.

  [21] Then it would have pitied a man to see the falling down of the multitude of all sorts, and the fear of the high priest being in such an agony.

  [22] οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παγκρατῆ κύριον τὰ πεπιστευμένα τοῖς πεπιστευκόσιν σῶα διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας.

  [22] They then called upon the Almighty Lord to keep the things committed of trust safe and sure for those that had committed them.

  [23] ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει.

  [23] Nevertheless Heliodorus executed that which was decreed.

  [24] αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι·

  [24] Now as he was there present himself with his guard about the treasury, the Lord of spirits, and the Prince of all power, caused a great apparition, so that all that presumed to come in with him were astonished at the power of God, and fainted, and were sore afraid.

  [25] ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, φερόμενος δὲ ῥύδην ἐνέσεισεν τῷ Ἡλιοδώρῳ τὰς ἐμπροσθίους ὁπλάς· ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων.

  [25] For there appeared unto them an horse with a terrible rider upon him, and adorned with a very fair covering, and he ran fiercely, and smote at Heliodorus with his forefeet, and it seemed that he that sat upon the horse had complete harness of gold.

  [26] ἕτεροι δὲ δύο προσεφάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τὴν δόξαν, διαπρεπεῖς δὲ τὴν περιβολήν, οἳ καὶ περιστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς.

  [26] Moreover two other young men appeared before him, notable in strength, excellent in beauty, and comely in apparel, who stood by him on either side; and scourged him continually, and gave him many sore stripes.

  [27] ἄφνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φορεῖον ἐνθέντες

  [27] And Heliodorus fell suddenly unto the ground, and was compassed with great darkness: but they that were with him took him up, and put him into a litter.

  [28] τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον ἔφερον ἀβοήθητον ἑαυτῷ καθεστῶτα φανερῶς τὴν τοῦ θεοῦ δυναστείαν ἐπεγνωκότες.

  [28] Thus him, that lately came with a great train and with all his guard into the said treasury, they carried out, being unable to help himself with his weapons: and manifestly they acknowledged the power of God.

  [29] καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο,

  [29] For he by the hand of God was cast down, and lay speechless without all hope of life.

  [30] οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον, καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιφανέντος κυρίου χαρᾶς καὶ εὐφροσύνης ἐπεπλήρωτο.

  [30] But they praised the Lord, that had miraculously honoured his own place: for the temple; which a little afore was full of fear and trouble, when the Almighty Lord appeared, was filled with joy and gladness.

  [31] ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήθων ἠξίουν τὸν Ονιαν ἐπικαλέσασθαι τὸν ὕψιστον καὶ τὸ ζῆν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ.

  [31] Then straightways certain of Heliodorus’ friends prayed Onias, that he would call upon the most High to grant him his life, who lay ready to give up the ghost.

  [32] ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεὺς μήποτε διάλημψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ιουδαίων συντετελέσθαι προσήγαγεν θυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας.

  [32] So the high priest, suspecting lest the king should misconceive that some treachery had been done to Heliodorus by the Jews, offered a sacrifice for the health of the man.

  [33] ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον Πολλὰς Ονια τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν ὁ κύριος·

  [33] Now as the high priest was making an atonement, the same young men in the same clothing appeared and stood beside Heliodorus, saying, Give Onias the high priest great thanks, insomuch as for his sake the Lord hath granted thee life:

  [34] σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ θεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο.

  [34] And seeing that thou hast been scourged from heaven, declare unto all men the mighty power of God. And when they had spoken these words, they appeared no more.

  [35] ὁ δὲ Ἡλιόδωρος θυσίαν ἀνενέγκας τῷ κυρίῳ καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι καὶ τὸν Ονιαν ἀποδεξάμενος ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα.

  [35] So Heliodorus, after he had offered sacrifice unto the Lord, and made great vows unto him that had saved his life, and saluted Onias, returned with his host to the king.

  [36] ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπ’ ὄψιν τεθεαμέν
ος ἔργα τοῦ μεγίστου θεοῦ.

  [36] Then testified he to all men the works of the great God, which he had seen with his eyes.

  [37] τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωρον ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς Ιεροσόλυμα, ἔφησεν

  [37] And when the king Heliodorus, who might be a fit man to be sent yet once again to Jerusalem, he said,

  [38] Εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάνπερ καὶ διασωθῇ, διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα θεοῦ δύναμιν·

  [38] If thou hast any enemy or traitor, send him thither, and thou shalt receive him well scourged, if he escape with his life: for in that place, no doubt; there is an especial power of God.

  [39] αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου τοῦ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει.

  [39] For he that dwelleth in heaven hath his eye on that place, and defendeth it; and he beateth and destroyeth them that come to hurt it.

  [40] καὶ τὰ μὲν κατὰ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν.

  [40] And the things concerning Heliodorus, and the keeping of the treasury, fell out on this sort.

  CHAPTER 4

  [1] Ὁ δὲ προειρημένος Σιμων ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονὼς ἐκακολόγει τὸν Ονιαν, ὡς αὐτός τε εἴη τὸν Ἡλιόδωρον ἐπισεσεικὼς καὶ τῶν κακῶν δημιουργὸς καθεστηκώς,

  [1] This Simon now, of whom we spake afore, having been a betrayer of the money, and of his country, slandered Onias, as if he ha terrified Heliodorus, and been the worker of these evils.

  [2] καὶ τὸν εὐεργέτην τῆς πόλεως καὶ τὸν κηδεμόνα τῶν ὁμοεθνῶν καὶ ζηλωτὴν τῶν νόμων ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν.

  [2] Thus was he bold to call him a traitor, that had deserved well of the city, and tendered his own nation, and was so zealous of the laws.

  [3] τῆς δὲ ἔχθρας ἐπὶ τοσοῦτον προβαινούσης ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σιμωνος δεδοκιμασμένων φόνους συντελεῖσθαι,

  [3] But when their hatred went so far, that by one of Simon’s faction murders were committed,

  [4] συνορῶν ὁ Ονιας τὸ χαλεπὸν τῆς φιλονεικίας καὶ Ἀπολλώνιον Μενεσθέως τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν συναύξοντα τὴν κακίαν τοῦ Σιμωνος,

  [4] Onias seeing the danger of this contention, and that Apollonius, as being the governor of Celosyria and Phenice, did rage, and increase Simon’s malice,

  [5] πρὸς τὸν βασιλέα διεκομίσθη οὐ γινόμενος τῶν πολιτῶν κατήγορος, τὸ δὲ σύμφορον κοινῇ καὶ κατ’ ἰδίαν παντὶ τῷ πλήθει σκοπῶν·

  [5] He went to the king, not to be an accuser of his countrymen, but seeking the good of all, both publick and private:

  [6] ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σιμωνα παῦλαν οὐ λημψόμενον τῆς ἀνοίας.

  [6] For he saw that it was impossible that the state should continue quiet, and Simon leave his folly, unless the king did look thereunto.

  [7] Μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς ὑπενόθευσεν Ἰάσων ὁ ἀδελφὸς Ονιου τὴν ἀρχιερωσύνην

  [7] But after the death of Seleucus, when Antiochus, called Epiphanes, took the kingdom, Jason the brother of Onias laboured underhand to be high priest,

  [8] ἐπαγγειλάμενος τῷ βασιλεῖ δι’ ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα.

  [8] Promising unto the king by intercession three hundred and threescore talents of silver, and of another revenue eighty talents:

  [9] πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράφειν πεντήκοντα πρὸς τοῖς ἑκατόν, ἐὰν ἐπιχωρηθῇ διὰ τῆς ἐξουσίας αὐτοῦ γυμνάσιον καὶ ἐφηβεῖον αὐτῷ συστήσασθαι καὶ τοὺς ἐν Ιεροσολύμοις Ἀντιοχεῖς ἀναγράψαι.

  [9] Beside this, he promised to assign an hundred and fifty more, if he might have licence to set him up a place for exercise, and for the training up of youth in the fashions of the heathen, and to write them of Jerusalem by the name of Antiochians.

  [10] ἐπινεύσαντος δὲ τοῦ βασιλέως καὶ τῆς ἀρχῆς κρατήσας εὐθέως πρὸς τὸν Ἑλληνικὸν χαρακτῆρα τοὺς ὁμοφύλους μετέστησε.

  [10] Which when the king had granted, and he had gotten into his hand the rule he forthwith brought his own nation to Greekish fashion.

  [11] καὶ τὰ κείμενα τοῖς Ιουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ιωάννου τοῦ πατρὸς Εὐπολέμου τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους παρώσας καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας παρανόμους ἐθισμοὺς ἐκαίνιζεν.

  [11] And the royal privileges granted of special favour to the Jews by the means of John the father of Eupolemus, who went ambassador to Rome for amity and aid, he took away; and putting down the governments which were according to the law, he brought up new customs against the law:

  [12] ἀσμένως γὰρ ὑπ’ αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσεν καὶ τοὺς κρατίστους τῶν ἐφήβων ὑποτάσσων ὑπὸ πέτασον ἤγαγεν.

  [12] For he built gladly a place of exercise under the tower itself, and brought the chief young men under his subjection, and made them wear a hat.

  [13] ἦν δ’ οὕτως ἀκμή τις Ἑλληνισμοῦ καὶ πρόσβασις ἀλλοφυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως Ἰάσωνος ὑπερβάλλουσαν ἀναγνείαν

  [13] Now such was the height of Greek fashions, and increase of heathenish manners, through the exceeding profaneness of Jason, that ungodly wretch, and no high priest;

  [14] ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς, ἀλλὰ τοῦ μὲν νεὼ καταφρονοῦντες καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρῃ παρανόμου χορηγίας μετὰ τὴν τοῦ δίσκου πρόσκλησιν,

  [14] That the priests had no courage to serve any more at the altar, but despising the temple, and neglecting the sacrifices, hastened to be partakers of the unlawful allowance in the place of exercise, after the game of Discus called them forth;


  [15] καὶ τὰς μὲν πατρῴους τιμὰς ἐν οὐδενὶ τιθέμενοι, τὰς δὲ Ἑλληνικὰς δόξας καλλίστας ἡγούμενοι.

  [15] Not setting by the honours of their fathers, but liking the glory of the Grecians best of all.

  [16] ὧν καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καθ’ ἅπαν ἤθελον ἐξομοιοῦσθαι, τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον·

  [16] By reason whereof sore calamity came upon them: for they had them to be their enemies and avengers, whose custom they followed so earnestly, and unto whom they desired to be like in all things.

  [17] ἀσεβεῖν γὰρ εἰς τοὺς θείους νόμους οὐ ῥᾴδιον, ἀλλὰ ταῦτα ὁ ἀκόλουθος καιρὸς δηλώσει.

  [17] For it is not a light thing to do wickedly against the laws of God: but the time following shall declare these things.

  [18] Ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ καὶ τοῦ βασιλέως παρόντος

  [18] Now when the game that was used every faith year was kept at Tyrus, the king being present,

  [19] ἀπέστειλεν Ἰάσων ὁ μιαρὸς θεωροὺς ὡς ἀπὸ Ιεροσολύμων Ἀντιοχεῖς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν, ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσθαι εἰς θυσίαν διὰ τὸ μὴ καθήκειν, εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην.

  [19] This ungracious Jason sent special messengers from Jerusalem, who were Antiochians, to carry three hundred drachms of silver to the sacrifice of Hercules, which even the bearers thereof thought fit not to bestow upon the sacrifice, because it was not convenient, but to be reserved for other charges.

 

‹ Prev