Book Read Free

Septuagint Complete Greek and English Edition

Page 964

by Septuagint


  [4] ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

  [4] Yea, even if I should walk in the midst of the shadow of death, I will not be afraid of evils: for thou art with me; thy rod and thy staff, these have comforted me.

  [5] ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον.

  [5] Thou has prepared a table before me in presence of them that afflict me: thou hast thoroughly anointed my head with oil; and thy cup cheers me like the best wine.

  [6] καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

  [6] Thy mercy also shall follow me all the days of my life: and my dwelling shall be in the house of the Lord for a very long time.

  Ψαλμός 23

  Psalm 23

  Ψαλμὸς τῷ Δαυΐδ· τῆς μιᾶς Σαββάτων.

  A Psalm for David on the first day of the week.

  ΤΟΥ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.

  The earth is the Lord’s and the fullness thereof; the world, and all that dwell in it.

  [2] αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.

  [2] He has founded it upon the seas, and prepared it upon the rivers.

  [3] τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;

  [3] Who shall go up to the mountain of the Lord, and who shall stand in his holy place?

  [4] ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.

  [4] He that is innocent in his hands and pure in his heart; who has not lifted up his soul to vanity, nor sworn deceitfully to his neighbour.

  [5] οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ.

  [5] He shall receive a blessing from the Lord, and mercy from God his Saviour.

  [6] αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. (διάψαλμα).

  [6] This is the generation of them that seek him, that seek the face of the God of Jacob. (Pause).

  [7] ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.

  [7] Lift up your gates, ye princes, and be ye lifted up, ye everlasting doors; and the king of glory shall come in.

  [8] τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ.

  [8] Who is this king of Glory? the Lord strong and mighty, the Lord mighty in battle.

  [9] ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.

  [9] Lift up your gates, ye princes; and be ye lift up, ye everlasting doors; and the king of glory shall come in.

  [10] τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.

  [10] Who is this king of glory? The Lord of hosts, he is this king of glory.

  Ψαλμός 24

  Psalm 24

  Ψαλμὸς τῷ Δαυΐδ.

  A Psalm of David.

  ΠΡΟΣ σέ, Κύριε, ἦρα τὴν ψυχήν μου, ὁ Θεός μου.

  To thee, O Lord, have I lifted up my soul.

  [2] ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου.

  [2] O my God, I have trusted in thee: let me not be confounded, neither let mine enemies laugh me to scorn.

  [3] καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.

  [3] For none of them that wait on thee shall in any wise be ashamed: let them be ashamed that transgress without cause.

  [4] τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.

  [4] Shew me thy ways, O Lord; and teach me thy paths.

  [5] ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.

  [5] Lead me in thy truth, and teach me: for thou art God my Saviour: and I have waited on thee all the day.

  [6] μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.

  [6] Remember thy compassions, O Lord, and thy mercies, for they are from everlasting.

  [7] ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου, σύ, ἕνεκεν χρηστότητός σου, Κύριε.

  [7] Remember not the sins of my youth, nor my sins of ignorance: remember me according to thy mercy, for thy goodness’ sake, O Lord.

  [8] χρηστὸς καὶ εὐθὴς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.

  [8] Good and upright is the Lord: therefore will he instruct sinners in the way.

  [9] ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.

  [9] The meek will he guide in judgment: the meek will he teach his ways.

  [10] πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.

  [10] All the ways of the Lord are mercy and truth to them that seek his covenant and his testimonies.

  [11] ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστι.

  [11] For thy name’s sake, O Lord, do thou also be merciful to my sin; for it is great.

  [12] τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο.

  [12] Who is the man that fears the Lord? he shall instruct him in the way which he has chosen.

  [13] ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.

  [13] His soul shall dwell in prosperity; and his seed shall inherit the earth.

  [14] κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς.

  [14] The Lord is the strength of them that fear him; and his c
ovenant is to manifest truth to them.

  [15] οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.

  [15] Mine eyes are continually to the Lord; for he shall draw my feet out of the snare.

  [16] ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.

  [16] Look upon me, and have mercy upon me; for I am an only child and poor.

  [17] αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.

  [17] The afflictions of my heart have been multiplied; deliver me from my distresses.

  [18] ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.

  [18] Look upon mine affliction and my trouble; and forgive all my sins.

  [19] ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με.

  [19] Look upon mine enemies; for they have been multiplied; and they have hated me with unjust hatred.

  [20] φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.

  [20] Keep my soul, and deliver me: let me not be ashamed; for I have hoped in thee.

  [21] ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.

  [21] The harmless and upright joined themselves to me: for I waited for thee, O Lord.

  [22] λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.

  [22] Deliver Israel, O God, out of all his afflictions.

  Ψαλμός 25

  Psalm 25

  Τοῦ Δαυΐδ.

  A Psalm of David.

  ΚΡΙΝΟΝ με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω.

  Judge me, O Lord; for I have walked in my innocence: and hoping in the Lord I shall not be moved.

  [2] δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.

  [2] Prove me, O Lord, and try me; purify as with fire my reins and my heart.

  [3] ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστι, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.

  [3] For thy mercy is before mine eyes: and I am well pleased with thy truth.

  [4] οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω·

  [4] I have not sat with the council of vanity, and will in nowise enter in with transgressors.

  [5] ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.

  [5] I have hated the assembly of wicked doers; and will not sit with ungodly men.

  [6] νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε,

  [6] I will wash my hands in innocency, and compass thine altar, O Lord:

  [7] τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.

  [7] to hear the voice of praise, and to declare all thy wonderful works.

  [8] Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου.

  [8] O Lord, I have loved the beauty of thy house, and the place of the tabernacle of thy glory.

  [9] μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου,

  [9] Destroy not my soul together with the ungodly, nor my life with bloody men:

  [10] ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.

  [10] in whose hands are iniquities, and their right hand is filled with bribes.

  [11] ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με καὶ ἐλέησόν με.

  [11] But I have walked in my innocence: redeem me, and have mercy upon me.

  [12] ὁ πούς μου ἔστη ἐν εὐθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.

  [12] My foot stands in an even place: in the congregations will I bless thee, O Lord.

  Ψαλμός 26

  Psalm 26

  Τοῦ Δαυΐδ· πρὸ τοῦ χρισθῆναι.

  A Psalm of David, before he was anointed.

  ΚΥΡΙΟΣ φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;

  The Lord is my light and my Saviour; whom shall I fear? the Lord is the defender of my life; of whom shall I be afraid?

  [2] ἐν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.

  [2] When evil-doers drew nigh against me to eat up my flesh, my persecutors and mine enemies, they fainted and fell.

  [3] ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.

  [3] Though an army should set itself in array against me, my heart shall not be afraid: though war should rise up against me, in this am I confident.

  [4] μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ.

  [4] One thing have I asked of the Lord, this will I earnestly seek: that I should dwell in the house of the Lord, all the days of my life, that I should behold the fair beauty of the Lord, and survey his temple.

  [5] ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὑτοῦ, ἐν πέτρᾳ ὕψωσέ με.

  [5] For in the day of mine afflictions he hid me in his tabernacle: he sheltered me in the secret of his tabernacle; he set me up on a rock.

  [6] καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ᾿ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ.

  [6] And now, behold, he has lifted up mine head over mine enemies: I went round and offered in his tabernacle the sacrifice of joy; I will sing even sing psalms to the Lord.

  [7] εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου.

  [7] Hear, O Lord, my voice which I have uttered aloud: pity me, and hearken to me.

  [8] σοὶ εἶπεν ἡ καρδία μου· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω.

  [8] My heart said to thee, I have diligently sought thy face: thy fa
ce, O Lord, I will seek.

  [9] μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου.

  [9] Turn not thy face away from me, turn not thou away from thy servant in anger: be thou my helper, forsake me not; and, O God my Saviour, overlook me not.

  [10] ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με.

  [10] For my father and my mother have forsaken me, but the Lord has taken me to himself.

  [11] νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.

  [11] Teach me, O Lord, in thy way, and guide me in a right path, because of mine enemies.

  [12] μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.

  [12] Deliver me not over to the desire of them that afflict me; for unjust witnesses have risen up against me, and injustice has lied within herself.

  [13] πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.

  [13] I believe that I shall see the goodness of the Lord in the land of the living.

  [14] ὑπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

  [14] Wait on the Lord: be of good courage, and let thy heart be strengthened: yea wait on the Lord.

  Ψαλμός 27

  Psalm 27

  Τοῦ Δαυΐδ.

  A Psalm of David.

  ΠΡΟΣ σέ, Κύριε, ἐκέκραξα, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

 

‹ Prev