Book Read Free

Septuagint Complete Greek and English Edition

Page 1065

by Septuagint


  [38] καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαραχ τὸν παταχρον αὐτοῦ, Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

  [38] And while he was worshipping Nasarach his country’s god in the house, Adramelech and Sarasar his sons smote him with swords; and they escaped into Armenia: and Asordan his son reigned in his stead.

  CHAPTER 38

  [1] Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Εζεκιας ἕως θανάτου· καὶ ἦλθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνῄσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ.

  [1] And it came to pass at that time, that Ezekias was sick even to death. And Isaiah the prophet the son of Amos came to him, and said to him, Thus saith the Lord, Give orders concerning thy house: for thou shalt die, and not live.

  [2] καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύξατο πρὸς κύριον

  [2] And Ezekias turned his face to the wall, and prayed to the Lord, saying,

  [3] λέγων Μνήσθητι, κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Εζεκιας κλαυθμῷ μεγάλῳ.

  [3] Remember, O Lord, how I have walked before thee in truth, with a true heart, and have done that which was pleasing in thy sight. And Ezekias wept bitterly.

  [4] καὶ ἐγένετο λόγος κυρίου πρὸς Ησαιαν λέγων

  [4] And the word of the Lord came to Isaiah, saying, Go, and say to Ezekias,

  [5] Πορεύθητι καὶ εἰπὸν Εζεκια Τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ τοῦ πατρός σου Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε·

  [5] Thus saith the Lord, the God of David thy father, I have heard thy prayer, and seen thy tears: behold, I will add to thy time fifteen years.

  [6] καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ.

  [6] And I will deliver thee and this city out of the hand of the king of the Assyrians: and I will defend this city.

  [7] τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ὁ θεὸς ποιήσει τὸ ῥῆμα τοῦτο·

  [7] And this shall be a sign to thee from the Lord, that God will do this thing;

  [8] τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς, οὓς κατέβη ἡ σκιά.

  [8] behold, I will turn back the shadow of the degrees of the dial by which ten degrees on the house of thy father the sun has gone down — I will turn back the sun the ten degrees; so the sun went back the ten degrees by which the shadow had gone down.

  [9] Προσευχὴ Εζεκιου βασιλέως τῆς Ιουδαίας, ἡνίκα ἐμα λακίσθη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ.

  [9] THE PRAYER OF EZEKIAS KING OF JUDEA, WHEN HE HAD BEEN SICK, AND WAS RECOVERED FROM HIS SICKNESS.

  [10] Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.

  [10] I said in the end of my days, I shall go to the gates of the grave: I shall part with the remainder of my years.

  [11] εἶπα Οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον

  [11] I said, I shall no more at all see the salvation of God in the land of the living: I shall no more at all see the salvation of Israel on the earth: I shall no more at all see man.

  [12] ἐκ τῆς συγγενείας μου. κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ’ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ’ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην

  [12] My life has failed from among my kindred: I have parted with the remainder of my life: it has gone forth and departed from me, as one that having pitched a tent takes it down again: my breath was with me as a weaver’s web, when she that weaves draws nigh to cut off the thread.

  [13] ἕως πρωῒ ὡς λέοντι· οὕτως τὰ ὀστᾶ μου συνέτριψεν, ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην.

  [13] In that day I was given up as to a lion until the morning: so has he broken all my bones: for I was so given up from day even to night.

  [14] ὡς χελιδών, οὕτως φωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετήσω· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλατό με

  [14] As a swallow, so will I cry, and as a dove, so do I mourn: for mine eyes have failed with looking to the height of heaven to the Lord, who has delivered me,

  [15] καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.

  [15] and removed the sorrow of my soul.

  [16] κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα.

  [16] Yea, O Lord, for it was told thee concerning this; and thou hast revived my breath; and I am comforted, and live.

  [17] εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.

  [17] For thou hast chosen my soul, that it should not perish: and thou hast cast all my sins behind me.

  [18] οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου·

  [18] For they that are in the grave shall not praise thee, neither shall the dead bless thee, neither shall they that are in Hades hope for thy mercy.

  [19] οἱ ζῶντως εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ. ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου,

  [19] The living shall bless thee, as I also do: for from this day shall I beget children, who shall declare thy righteousness,

  [20] κύριε τῆς σωτηρίας μου· καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ.

  [20] O God of my salvation; and I will not cease blessing thee with the psaltery all the days of my life before the house of God.

  [21] Καὶ εἶπεν Ησαιας πρὸς Εζεκιαν Λαβὲ παλάθην ἐκ σύκων καὶ τρῖψον καὶ κα
τάπλασαι, καὶ ὑγιὴς ἔσῃ.

  [21] Now Isaiah had said to Ezekias; Take a cake of figs, and mash them, and apply them as a plaster, and thou shalt be well.

  [22] καὶ εἶπεν Εζεκιας Τοῦτο τὸ σημεῖον, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ.

  [22] And Ezekias said, This is a sign to Ezekias, that I shall go up to the house of God.

  CHAPTER 39

  [1] Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχ υἱὸς τοῦ Λααδαν ὁ βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Εζεκια· ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη.

  [1] At that time Marodach Baladan, the son of Baladan, the king of Babylonia, sent letters and ambassadors and gifts to Ezekias: for he had heard that he had been sick even to death, and was recovered.

  [2] καὶ ἐχάρη ἐπ’ αὐτοῖς Εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθα καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα, ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐθέν, ὃ οὐκ ἔδειξεν Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ.

  [2] And Ezekias was glad of their coming, and he shewed them the house of his spices, and of silver, and gold, and myrrh, and incense, and ointment, and all the houses of his treasures, and all that he had in his stores: and there was nothing in his house, nor in all his dominion, which Ezekias did not shew.

  [3] καὶ ἦλθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Εζεκιας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με, ἐκ Βαβυλῶνος.

  [3] And Isaiah the prophet came to king Ezekias, and said to him, What say these men? and whence came they to thee? and Ezekias said, They are come to me from a land afar off, from Babylon.

  [4] καὶ εἶπεν Ησαιας Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Εζεκιας Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.

  [4] And Isaiah said, What have they seen in thine house? and Ezekias said, They have seen everything in my house; and there is nothing in my house which they have not seen: yea, also the possessions in my treasuries.

  [5] καὶ εἶπεν αὐτῷ Ησαιας Ἄκουσον τὸν λόγον κυρίου σαβαωθ

  [5] And Isaiah said to him, Hear the word of the Lord of hosts:

  [6] Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν· εἶπεν δὲ ὁ θεὸς

  [6] Behold, the days come, when they shall take all the things that are in thine house, and all that thy fathers have gathered until this day, shall go to Babylon; and they shall not leave anything at all: and God hath said,

  [7] ὅτι καὶ ἀπὸ τῶν τέκνων σου, ὧν ἐγέννησας, λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.

  [7] that they shall take also of thy children whom thou shalt beget; and they shall make them eunuchs in the house of the king of the Babylonians.

  [8] καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν Ἀγαθὸς ὁ λόγος κυρίου, ὃν ἐλάλησεν· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.

  [8] And Ezekias said to Isaiah, Good is the word of the Lord, which he hath spoken: let there, I pray, be peace and righteousness in my days.

  CHAPTER 40

  [1] Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός.

  [1] Comfort ye, comfort ye my people, saith God.

  [2] ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ιερουσαλημ, παρακαλέσατε αὐτήν· ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία· ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.

  [2] Speak, ye priests, to the heart of Jerusalem; comfort her, for her humiliation is accomplished, her sin is put away: for she has received of the Lord’s hand double the amount of her sins.

  [3] φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν·

  [3] The voice of one crying in the wilderness, Prepare ye the way of the Lord, make straight the paths of our God.

  [4] πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία·

  [4] Every valley shall be filled, and every mountain and hill shall be brought low: and all the crooked ways shall become straight, and the rough places plains.

  [5] καὶ ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ· ὅτι κύριος ἐλάλησεν.

  [5] And the glory of the Lord shall appear, and all flesh shall see the salvation of God: for the Lord has spoken it.

  [6] φωνὴ λέγοντος Βόησον· καὶ εἶπα Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·

  [6] The voice of one saying, Cry; and I said, What shall I cry? All flesh is grass, and all the glory of man as the flower of grass:

  [7] ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν,

  [7] The grass withers, and the flower fades:

  [8] τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα.

  [8] but the word of our God abides for ever.

  [9] ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιων· ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ιερουσαλημ· ὑψώσατε, μὴ φοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν Ιουδα Ἰδοὺ ὁ θεὸς ὑμῶν.

  [9] O thou that bringest glad tidings to Zion, go up on the high mountain; lift up thy voice with strength, thou that bringest glad tidings to Jerusalem; lift it up, fear not; say unto the cities of Juda, Behold your God!

  [10] ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυριείας, ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.

  [10] Behold the Lord! The Lord is coming with strength, and his arm is with power: behold, his reward is with him, and his work before him.

  [11] ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.

  [11] He shall tend his flock as a shepherd, and he shall gather the lambs with his arm, and shal
l soothe them that are with young.

  [12] Τίς ἐμέτρησεν τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησεν τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ;

  [12] Who has measured the water in his hand, and the heaven with a span, and all the earth in a handful? Who has weighed the mountains in scales, and the forests in a balance?

  [13] τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν;

  [13] Who has known the mind of the Lord? and who has been his counsellor, to instruct him?

  [14] ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν; ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ;

  [14] Or with whom has he taken counsel, and he has instructed him? or who has taught him judgement, or who has taught him the way of understanding;

  [15] εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται·

  [15] since all the nations are counted as a drop from a bucket, and as the turning of a balance, and shall be counted as spittle?

  [16] ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν,

  [16] And Libanus is not enough to burn, nor all beasts enough for a whole-burnt offering:

  [17] καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν.

  [17] and all the nations are as nothing, and counted as nothing.

  [18] τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;

  [18] To whom have ye compared the Lord? and with what likeness have ye compared him?

 

‹ Prev