Book Read Free

Septuagint Complete Greek and English Edition

Page 1070

by Septuagint


  [11] For mine own sake I will do this for thee, because my name is profaned; and I will not give my glory to another.

  [12] Ἄκουέ μου, Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα,

  [12] Hear me, O Jacob, and Israel whom I call; I am the first, and I endure for ever.

  [13] καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται ἅμα

  [13] My hand also has founded the earth, and my right hand has fixed the sky: I will call them, and they shall stand together.

  [14] καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων.

  [14] And all shall be gathered, and shall hear: who has told them these things? Out of love to thee I have fulfilled thy desire on Babylon, to abolish the seed of the Chaldeans.

  [15] ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ.

  [15] I have spoken, I have called, I have brought him, and made his way prosperous.

  [16] προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ.

  [16] Draw nigh to me, and hear ye these words; I have not spoken in secret from the beginning: when it took place, there was I, and now the Lord, even the Lord, and his Spirit, hath sent me.

  [17] οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ισραηλ Ἐγώ εἰμι ὁ θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ.

  [17] Thus saith the Lord that delivered thee, the Holy One of Israel; I am thy God, I have shewn thee how thou shouldest find the way wherein thou shouldest walk.

  [18] καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης·

  [18] And if thou hadst hearkened to my commandments, then would thy peace have been like a river, and thy righteousness as a wave of the sea.

  [19] καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολεθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου.

  [19] Thy seed also would have been as the sand, and the offspring of thy belly as the dust of the ground: neither now shalt thou by any means be utterly destroyed, neither shall thy name perish before me.

  [20] Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων· φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγετε Ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ιακωβ.

  [20] Go forth of Babylon, thou that fleest from the Chaldeans: utter aloud a voice of joy, and let this be made known, proclaim it to the end of the earth; say ye, The Lord hath delivered his servant Jacob.

  [21] καὶ ἐὰν διψήσωσιν, δι’ ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου.

  [21] And if they shall thirst, he shall lead them through the desert; he shall bring forth water to them out of the rock: the rock shall be cloven, and the water shall flow forth, and my people shall drink.

  [22] οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει κύριος.

  [22] There is no joy, saith the Lord, to the ungodly.

  CHAPTER 49

  [1] Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου

  [1] Hearken to me, ye islands; and attend, ye Gentiles; after a long time it shall come to pass, saith the Lord: from my mother’s womb he has called my name:

  [2] καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με, ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με.

  [2] and he has made my mouth as a sharp sword, and he has hid me under the shadow of his hand; he has made me as a choice shaft, and he has hid me in his quiver;

  [3] καὶ εἶπέν μοι Δοῦλός μου εἶ σύ, Ισραηλ, καὶ ἐν σοὶ δοξασθήσομαι.

  [3] and said to me, Thou art my servant, O Israel, and in thee I will be glorified.

  [4] καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου.

  [4] Then I said, I have laboured in vain, I have given my strength for vanity and for nothing: therefore is my judgement with the Lord, and my labour before my God.

  [5] καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν – συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον κυρίου, καὶ ὁ θεός μου ἔσται μου ἰσχύς –

  [5] And now, thus saith the Lord that formed me from the womb to be his own servant, to gather Jacob to him and Israel. I shall be gathered and glorified before the Lord, and my God shall be my strength.

  [6] καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς Ιακωβ καὶ τὴν διασπορὰν τοῦ Ισραηλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

  [6] And he said to me, It is a great thing for thee to be called my servant, to establish the tribes of Jacob, and to recover the dispersion of Israel: behold, I have given thee for the covenant of a race, for a light of the Gentiles, that thou shouldest be for salvation to the end of the earth.

  [7] Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ θεὸς Ισραηλ Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ισραηλ, καὶ ἐξελεξάμην σε.

  [7] Thus saith the Lord that delivered thee, the God of Israel, Sanctify him that despises his life, him that is abhorred by the nations that are the servants of princes: kings shall behold him, and princes shall arise, and shall worship him, for the Lord’s sake: for the Holy One of Israel is faithful, and I have chosen thee.

  [8] οὕτως λέγει κύριος Καιρῷ
δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου,

  [8] Thus saith the Lord, In an acceptable time have I heard thee, and in a day of salvation have I succored thee: and I have formed thee, and given thee for a covenant of the nations, to establish the earth, and to cause to inherit the desert heritages:

  [9] λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι. καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν·

  [9] saying to them that are in bonds, Go forth; and bidding them that are in darkness shew themselves. They shall be fed in all the ways, and in all the paths shall be their pasture.

  [10] οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος, ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς·

  [10] They shall not hunger, neither shall they thirst; neither shall the heat nor the sun smite them; but he that has mercy on them shall comfort them, and by fountains of waters shall he lead them.

  [11] καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.

  [11] And I will make every mountain a way, and every path a pasture to them.

  [12] ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.

  [12] Behold, these shall come from far: and these from the north and the west, and others from the land of the Persians.

  [13] εὐφραίνεσθε, οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.

  [13] Rejoice, ye heavens; and let the earth be glad: let the mountains break forth with joy; for the Lard has had mercy on his people, and has comforted the lowly ones of his people.

  [14] Εἶπεν δὲ Σιων Ἐγκατέλιπέν με κύριος, καὶ ὁ κύριος ἐπελάθετό μου.

  [14] But Sion said, The Lord has forsaken me, and, The Lord has forgotten me.

  [15] μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπεν κύριος.

  [15] Will a woman forget her child, so as not to have compassion upon the offspring of her womb? but if a woman should even forget these, yet I will not forget thee, saith the Lord.

  [16] ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός·

  [16] Behold, I have painted thy walls on my hands, and thou art continually before me.

  [17] καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται.

  [17] And thou shalt soon be built by those by whom thou were destroyed, and they that made thee desolate shall go forth of thee.

  [18] ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης.

  [18] Lift up thine eyes round about, and look on them all; behold, they are gathered together, and are come to thee. As I live, saith the Lord, thou shalt clothe thyself with them all as with an ornament, and put them on as a bride her attire.

  [19] ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.

  [19] For thy desert and marred and ruined places shall now be too narrow by reason of the inhabitants, and they that devoured thee shall be removed far from thee.

  [20] ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω.

  [20] For thy sons whom thou hast lost shall say in thine ears, The place is too narrow for me: make room for me that I may dwell.

  [21] καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέν μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;

  [21] And thou shalt say in thine heart, Who has begotten me these? whereas I was childless, and a widow; but who has brought up these for me? and I was left alone; but whence came these to me?

  [22] Οὕτως λέγει κύριος Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσιν,

  [22] Thus saith the Lord, even the Lord, Behold, I lift up mine hand to the nations, and I will lift up my signal to the islands: and they shall bring thy sons in their bosom, and shall bear thy daughters on their shoulders.

  [23] καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνθήσῃ.

  [23] And kings shall be thy nursing fathers, and their princesses thy nurses, they shall bow down to thee on the face of the earth, and shall lick the dust of thy feet; and thou shalt know that I am the Lord, and they that wait on me shall not be ashamed.

  [24] μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;

  [24] Will any one take spoils from a giant? and if one should take a man captive unjustly, shall he be delivered?

  [25] οὕτως λέγει κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι·

  [25] For thus saith the Lord, If one should take a giant captive, he shall take spoils, and he who takes them from a mighty man shall be delivered: for I will plead thy cause, and I will deliver thy children.

  [26] καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ.

  [26] And they that afflicted thee shall eat their own flesh; and they shall drink their own blood as new wine, and shall be drunken: and all flesh shall perceive that I am the Lord that delivers thee, and that upholds the strength of
Jacob.

  CHAPTER 50

  [1] Οὕτως λέγει κύριος Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.

  [1] Thus saith the Lord, Of what kind is your mother’s bill of divorcement, by which I put her away? or to which debtor have I sold you? Behold, ye are sold for your sins, and for your iniquities have I put your mother away.

  [2] τί ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων; μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι; ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ καὶ ἀποθανοῦνται ἐν δίψει.

  [2] Why did I come, and there was no man? why did I call, and there was none to hearken? Is not my hand strong to redeem? or can I not deliver? behold, by my rebuke I will dry up the sea, and make rivers a wilderness; and their fish shall be dried up because there is no water, and shall die for thirst.

  [3] καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ.

  [3] I will clothe the sky with darkness, and will make its covering as sackcloth.

  [4] Κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἐν καιρῷ ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέν μοι πρωί, προσέθηκέν μοι ὠτίον ἀκούειν·

  [4] The Lord even God gives me the tongue of instruction, to know when it is fit to speak a word: he has appointed for me early, he has given me an ear to hear:

 

‹ Prev