Septuagint Complete Greek and English Edition
Page 1074
[11] καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσῃ ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ, καὶ τὰ ὀστᾶ σου ὡς βοτάνη ἀνατελεῖ καὶ πιανθήσεται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν.
[11] and thy God shall be with thee continually, and thou shalt be satisfied according as thy soul desires; and thy bones shall be made fat, and shall be as a well-watered garden, and as a fountain from which the water has not failed.
[12] καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται σου τὰ θεμέλια αἰώνια γενεῶν γενεαῖς· καὶ κληθήσῃ Οἰκοδόμος φραγμῶν, καὶ τοὺς τρίβους τοὺς ἀνὰ μέσον παύσεις.
[12] And thy old waste desert places shall be built up, and thy foundations shall last through all generations; and thou shalt be called a repairer of breaches, and thou shalt cause thy paths between to be in peace.
[13] ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ καὶ καλέσεις τὰ σάββατα τρυφερά, ἅγια τῷ θεῷ σου, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ’ ἔργῳ οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου,
[13] If thou turn away thy foot from the sabbath, so as not to do thy pleasure on the holy days, and shalt call the sabbaths delightful, holy to God; if thou shalt not lift up thy foot to work, nor speak a word in anger out of thy mouth,
[14] καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ιακωβ τοῦ πατρός σου· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα.
[14] then shalt thou trust on the Lord; and he shall bring thee up to the good places of the land, and feed thee with the heritage of Jacob thy father: for the mouth of the Lord has spoken this.
CHAPTER 59
[1] Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι;
[1] Has the hand of the Lord no power to save? or has he made his ear heavy, so that he should not hear?
[2] ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀφ’ ὑμῶν τοῦ μὴ ἐλεῆσαι.
[2] Nay, your iniquities separate between you and God, and because of your sins has he turned away his face from you, so as not to have mercy upon you.
[3] αἱ γὰρ χεῖρες ὑμῶν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.
[3] For your hands are defiled with blood, and your fingers with sins; your lips also have spoken iniquity, and your tongue meditates unrighteousness.
[4] οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστιν κρίσις ἀληθινή· πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσιν κενά, ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν.
[4] None speaks justly, neither is there true judgment: they trust in vanities, and speak empty words; for they conceive trouble, and bring forth iniquity.
[5] ᾠὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν· καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρεν, καὶ ἐν αὐτῷ βασιλίσκος·
[5] They have hatched asps’ eggs, and weave a spider’s web: and he that is going to eat of their eggs, having crushed an addled egg, has found also in it a basilisk.
[6] ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας.
[6] Their web shall not become a garment, nor shall they at all clothe themselves with their works; for their works are works of iniquity.
[7] οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσιν ταχινοὶ ἐκχέαι αἷμα· καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν.
[7] And their feet run to wickedness, swift to shed blood; their thoughts also are thoughts of murder; destruction and misery are in their ways;
[8] καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν, καὶ οὐκ ἔστιν κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι, ἃς διοδεύουσιν, καὶ οὐκ οἴδασιν εἰρήνην.
[8] and the way of peace they know not, neither is there judgment in their ways; for their paths by which they go are crooked, and they know not peace.
[9] διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ’ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν.
[9] Therefore has judgment departed from them, and righteousness shall not overtake them: while they waited for light, darkness came upon them; while they waited for brightness, they walked in perplexity.
[10] ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσιν· καὶ πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνῄσκοντες στενάξουσιν.
[10] They shall feel for the wall as blind men, and shall feel for it as if they had no eyes: and they shall feel at noon-day as at midnight; they shall groan as dying men.
[11] ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν· σωτηρία μακρὰν ἀφέστηκεν ἀφ’ ἡμῶν.
[11] They shall proceed together as a bear and as a dove: we have waited for judgment, and there is no salvation, it is gone far from us.
[12] πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν·
[12] For our iniquity is great before thee, and our sins have risen up against us: for our iniquities are in us, and we know our unrighteous deeds.
[13] ἠσεβήσαμεν καὶ ἐψευσάμεθα καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν τοῦ θεοῦ ἡμῶν· ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους·
[13] We have sinned, and dealt falsely, and revolted from our God: we have spoken unrighteous words, and have been disobedient; we have conceived and uttered from our heart unrighteous words.
[14] καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν, ὅτι καταναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, �
�αὶ δι’ εὐθείας οὐκ ἠδύναντο διελθεῖν.
[14] And we have turned judgment back, and righteousness has departed afar off: for truth is consumed in their ways, and they could not pass by a straight path.
[15] καὶ ἡ ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι· καὶ εἶδεν κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις.
[15] And truth has been taken away, and they have turned aside their mind from understanding.
And the Lord saw it, and it pleased him not that there was no judgment.
[16] καὶ εἶδεν καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησεν καὶ οὐκ ἦν ὁ ἀντιλημψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο.
[16] And he looked, and there was no man, and he observed, and there was none to help: so he defended them with his arm, and stablished them with his mercy.
[17] καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον
[17] And he put on righteousness as a breast-plate, and placed the helmet of salvation on his head; and he clothed himself with the garment of vengeance, and with his cloak,
[18] ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις.
[18] as one about to render a recompence, even reproach to his adversaries.
[19] καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπ’ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ κυρίου, ἥξει μετὰ θυμοῦ.
[19] So shall they of the west fear the name of the Lord, and they that come from the rising of the sun his glorious name: for the wrath of the Lord shall come as a mighty river, it shall come with fury.
[20] καὶ ἥξει ἕνεκεν Σιων ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ιακωβ.
[20] And the deliverer shall come for Sion’s sake, and shall turn away ungodliness from Jacob.
[21] καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, εἶπεν κύριος· τὸ πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου, εἶπεν γὰρ κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.
[21] And this shall be my covenant with them, said the Lord; My Spirit which is upon thee, and the words which I have put in thy mouth, shall never fail from thy mouth, nor from the mouth of thy seed, for the Lord has spoken it, henceforth and for ever.
CHAPTER 60
[1] Φωτίζου φωτίζου, Ιερουσαλημ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.
[1] Be enlightened, be enlightened, O Jerusalem, for thy light is come, and the glory of the Lord is risen upon thee.
[2] ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ’ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται.
[2] Behold, darkness shall cover the earth, and there shall be gross darkness on the nations: but the Lords shall appear upon thee, and his glory shall be seen upon thee.
[3] καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου.
[3] And kings shall walk in thy light, and nations in thy brightness.
[4] ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἰδοὺ ἥκασιν πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται.
[4] Lift up thine eyes round about, and behold thy children gathered: all thy sons have come from far, and thy daughters shall be borne on men’s shoulders.
[5] τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. καὶ ἥξουσίν σοι
[5] Then shalt thou see, and fear, and be amazed in thine heart; for the wealth of the sea shall come round to thee, and of nations and peoples; and herds of camels shall come to thee,
[6] ἀγέλαι καμήλων, καὶ καλύψουσίν σε κάμηλοι Μαδιαμ καὶ Γαιφα· πάντες ἐκ Σαβα ἥξουσιν φέροντες χρυσίον καὶ λίβανον οἴσουσιν καὶ τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται.
[6] and the camels of Madiam and Gaepha shall cover thee: all from Saba shall come bearing gold, and shall bring frankincense, and they shall publish the salvation of the Lord.
[7] καὶ πάντα τὰ πρόβατα Κηδαρ συναχθήσονταί σοι, καὶ κριοὶ Ναβαιωθ ἥξουσίν σοι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται.
[7] And all the flocks of Kedar shall be gathered, and the rams of Nabaeoth shall come; and acceptable sacrifices shall be offered on my altar, and my house of prayer shall be glorified.
[8] τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς;
[8] Who are these that fly as clouds, and as doves with young ones to me?
[9] ἐμὲ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσις ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ’ αὐτῶν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ισραηλ ἔνδοξον εἶναι.
[9] The isles have waited for me, and the ships of Tharsis among the first, to bring thy children from afar, and their silver and their gold with them, and that for the sake of the holy name of the Lord, and because the Holy One of Israel is glorified.
[10] καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε.
[10] And strangers shall build thy walls, and their kings shall wait upon thee: for by reason of my wrath I smote thee, and by reason of mercy I loved thee.
[11] καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς ἀγομένους.
[11] And thy gates shall be opened continually; they shall not be shut day nor night; to bring in to thee the power of the Gentiles, and their kings as captives.
[12] τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσίν σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται.
[12] For the nations and the kings which will not serve thee shall perish; and those nations shall be made utterly desolate.
[13] καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν
τόπον τὸν ἅγιόν μου.
[13] And the glory of Libanus shall come to thee, with the cypress, and pine, and cedar together, to glorify my holy place.
[14] καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις κυρίου Σιων ἁγίου Ισραηλ.
[14] And the sons of them that afflicted thee, and of them that provoked thee, shall come to thee in fear; and thou shalt be called Sion, the city of the Holy One of Israel.
[15] διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην καὶ οὐκ ἦν ὁ βοηθῶν, καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς.
[15] Because thou has become desolate and hated, and there was no helper, therefore I will make thee a perpetual gladness, a joy of many generations.
[16] καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ισραηλ.
[16] And thou shalt suck the milk of the Gentiles, and shalt eat the wealth of kings: and shalt know that I am the Lord that saves thee and delivers thee, the Holy One of Israel.
[17] καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ·
[17] And for brass I will bring thee gold, and for iron I will bring thee silver, and instead of wood I will bring thee brass, and instead of stones, iron; and I will make thy princes peaceable, and thine overseers righteous.