Septuagint Complete Greek and English Edition
Page 1105
[17] and they departed, and dwelt in Gaberoch-amaa, that is by Bethleem, to go into Egypt, for fear of the Chaldeans:
[18] ἀπὸ προσώπου τῶν Χαλδαίων, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν, ὅτι ἐπάταξεν Ισμαηλ τὸν Γοδολιαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ.
[18] for they were afraid of them, because Ismael had smitten Godolias, whom the king of Babylon made governor in the land.
CHAPTER 49
[1] Καὶ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ Ιωαναν καὶ Αζαριας υἱὸς Μαασαιου καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου
[1] Then came all the leaders of the host, and Joanan, and Azarias the son of Maasaeas, and all the people great and small,
[2] πρὸς Ιερεμιαν τὸν προφήτην καὶ εἶπαν αὐτῷ Πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου καὶ πρόσευξαι πρὸς κύριον τὸν θεόν σου περὶ τῶν καταλοίπων τούτων, ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, καθὼς οἱ ὀφθαλμοί σου βλέπουσιν·
[2] to Jeremiah the prophet, and said to him, Let now our supplication come before thy face, and pray thou to the Lord thy God for this remnant; for we are left few out of many, as thine eyes see.
[3] καὶ ἀναγγειλάτω ἡμῖν κύριος ὁ θεός σου τὴν ὁδόν, ᾗ πορευσόμεθα ἐν αὐτῇ, καὶ λόγον, ὃν ποιήσομεν.
[3] And let the Lord thy God declare to us the way wherein we should walk, and the thing which we should do.
[4] καὶ εἶπεν αὐτοῖς Ιερεμιας Ἤκουσα, ἰδοὺ ἐγὼ προσεύξομαι πρὸς κύριον τὸν θεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν· καὶ ἔσται, ὁ λόγος, ὃν ἂν ἀποκριθήσεται κύριος, ἀναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀφ’ ὑμῶν ῥῆμα.
[4] And Jeremiah said to them, I have heard you; behold, I will pray for you to the Lord our God, according to your words; and it shall come to pass, that whatsoever word the Lord God shall answer, I will declare it to you; I will not hide anything from you.
[5] καὶ αὐτοὶ εἶπαν τῷ Ιερεμια Ἔστω κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστόν, εἰ μὴ κατὰ πάντα τὸν λόγον, ὃν ἂν ἀποστείλῃ σε κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσομεν·
[5] And they said to Jeremiah, Let the Lord be between us for a just and faithful witness, if we do not according to every word which the Lord shall send to us.
[6] καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακόν, τὴν φωνὴν κυρίου τοῦ θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτόν, ἀκουσόμεθα, ἵνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν. –
[6] And whether it be good, or whether it be evil, we will hearken to the voice of the Lord our God, to whom we send thee; that it may be well with us, because we shall hearken to the voice of the Lord our God.
[7] καὶ ἐγενήθη μετὰ δέκα ἡμέρας ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν.
[7] And it came to pass after ten days, that the word of the Lord came to Jeremiah.
[8] καὶ ἐκάλεσεν τὸν Ιωαναν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ ἕως μεγάλου
[8] And he called Joanan, and the Leaders of the host, and all the people from the least even to the greatest,
[9] καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν κύριος
[9] and he said to them, Thus saith the Lord;
[10] Ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καθέλω καὶ φυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω· ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς, οἷς ἐποίησα ὑμῖν.
[10] If ye will indeed dwell in this land, I will build you, and will not pull you down, but will plant you, and in no wise pluck you up: for I have ceased from the calamities which I brought upon you.
[11] μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ· μὴ φοβηθῆτε, φησὶν κύριος, ὅτι μεθ’ ὑμῶν ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαι ὑμᾶς καὶ σῴζειν ὑμᾶς ἐκ χειρὸς αὐτοῦ·
[11] Be not afraid of the king of Babylon, of whom ye are afraid; be not afraid of him, saith the Lord: for I am with you, to deliver you, and save you out of their hand.
[12] καὶ δώσω ὑμῖν ἔλεος καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.
[12] And I will grant you mercy, and pity you, and will restore you to your land.
[13] καὶ εἰ λέγετε ὑμεῖς Οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς κυρίου,
[13] But if ye say, We will not dwell in this land, that we may not hearken to the voice of the Lord;
[14] ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα καὶ οὐ μὴ ἴδωμεν πόλεμον καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκεῖ οἰκήσομεν,
[14] for we will go into the land of Egypt, and we shall see no war, and shall not hear the sound of a trumpet, and we shall not hunger for bread; and there we will dwell:
[15] διὰ τοῦτο ἀκούσατε λόγον κυρίου Οὕτως εἶπεν κύριος Ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν,
[15] then hear the word of the Lord; thus saith the Lord;
[16] καὶ ἔσται, ἡ ῥομφαία, ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμός, οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ, καταλήμψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποθανεῖσθε.
[16] If ye set your face toward Egypt, and go in there to dwell; then it shall be, that the sword which ye fear shall find you in the land of Egypt, and the famine to which ye have regard, shall overtake you, coming after you in Egypt; and there ye shall die.
[17] καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ ἀλλογενεῖς οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ ἐκλείψουσιν ἐν τῇ ῥομφαίᾳ καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐθεὶς σῳζόμενος ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ’ αὐτούς.
[17] And all the men, and all the strangers who have set their face toward the land of Egypt to dwell there, shall be consumed by the sword, and by the famine: and there shall not one of them escape from the evils which I bring upon them.
[18] ὅτι οὕτως εἶπεν κύριος Καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ, οὕτως στάξει ὁ θυμός μου ἐφ’ ὑμᾶς εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον, καὶ ἔσεσθε εἰς ἄβατον καὶ �
��ποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμὸν καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον,
[18] For thus saith the Lord; As my wrath has dropped upon the inhabitants of Jerusalem, so shall my wrath drop upon you, when ye have entered into Egypt: and ye shall be a desolation, and under the power of others, and a curse and a reproach: and ye shall no more see this place.
[19] ἃ ἐλάλησεν κύριος ἐφ’ ὑμᾶς τοὺς καταλοίπους Ιουδα Μὴ εἰσέλθητε εἰς Αἴγυπτον. καὶ νῦν γνόντες γνώσεσθε
[19] These are the words which the Lord has spoken concerning you the remnant of Juda; Enter ye not into Egypt: and now know ye for a certainty,
[20] ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν ἀποστείλαντές με λέγοντες Πρόσευξαι περὶ ἡμῶν πρὸς κύριον, καὶ κατὰ πάντα, ἃ ἐὰν λαλήσῃ σοι κύριος, ποιήσομεν.
[20] that ye have wrought wickedness in your hearts, when ye sent me, saying, Pray thou for us to the Lord; and according to all that the Lord shall speak to thee we will do.
[21] καὶ οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου, ἧς ἀπέστειλέν με πρὸς ὑμᾶς.
[21] And ye have not hearkened to the voice of the Lord, with which he sent me to you.
[22] καὶ νῦν ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ, οὗ ὑμεῖς βούλεσθε εἰσελθεῖν κατοικεῖν ἐκεῖ.
[22] Now therefore ye shall perish by sword and by famine, in the place which ye desire to go into to dwell there.
CHAPTER 50
[1] Καὶ ἐγενήθη ὡς ἐπαύσατο Ιερεμιας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους κυρίου, οὓς ἀπέστειλεν αὐτὸν κύριος πρὸς αὐτούς, πάντας τοὺς λόγους τούτους,
[1] And it came to pass, when Jeremiah ceased speaking to the people all the words of the Lord, for which the Lord had sent him to them, even all these words,
[2] καὶ εἶπεν Αζαριας υἱὸς Μαασαιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ Ιερεμια λέγοντες Ψεύδη, οὐκ ἀπέστειλέν σε κύριος πρὸς ἡμᾶς λέγων Μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ,
[2] that Azarias son of Maasaeas spoke, and Joanan, the son of Caree, and all the men who had spoken to Jeremiah, saying, It is false: the Lord has not sent thee to us, saying, Enter not into Egypt to dwell there:
[3] ἀλλ’ ἢ Βαρουχ υἱὸς Νηριου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα.
[3] but Baruch the son of Nerias sets thee against us, that thou mayest deliver us into the hands of the Chaldeans, to kill us, and that we should be carried away captives to Babylon.
[4] καὶ οὐκ ἤκουσεν Ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς κυρίου κατοικῆσαι ἐν γῇ Ιουδα.
[4] So Joanan, and all the leaders of the host, and all the people, refused to hearken to the voice of the Lord, to dwell in the land of Juda.
[5] καὶ ἔλαβεν Ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους Ιουδα τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ,
[5] And Joanan, and all the leaders of the host, took all the remnant of Juda, who had returned to dwell in the land;
[6] τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ νήπια καὶ τὰς θυγατέρας τοῦ βασιλέως καὶ τὰς ψυχάς, ἃς κατέλιπεν Ναβουζαρδαν μετὰ Γοδολιου υἱοῦ Αχικαμ, καὶ Ιερεμιαν τὸν προφήτην καὶ Βαρουχ υἱὸν Νηριου
[6] the mighty men, and the women, and the children that were left, and the daughters of the king, and the souls which Nabuzardan and left with Godolias the son of Achicam and Jeremiah the prophet, and Baruch the son of Nerias.
[7] καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου· καὶ εἰσῆλθον εἰς Ταφνας.
[7] And they came into Egypt: for they hearkened not to the voice of the Lord: and they entered into Taphnas.
[8] Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν ἐν Ταφνας λέγων
[8] And the word of the Lord came to Jeremiah in Taphnas, saying,
[9] Λαβὲ σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις ἐν πύλῃ τῆς οἰκίας Φαραω ἐν Ταφνας κατ’ ὀφθαλμοὺς ἀνδρῶν Ιουδα
[9] Take thee great stones, and hide them in the entrance, at the gate of the house of Pharao in Taphnas, in the sight of the men of Juda:
[10] καὶ ἐρεῖς Οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων, ὧν κατέκρυψας, καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ’ αὐτοὺς
[10] and thou shalt say, Thus has the Lord said; Behold, I will send, and will bring Nabuchodonosor king of Babylon, and he shall place his throne upon these stones which thou hast hidden, and he shall lift up weapons against them.
[11] καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον, εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμόν, εἰς ἀποικισμόν, καὶ οὕς εἰς ῥομφαίαν, εἰς ῥομφαίαν.
[11] And he shall enter in, and smite the land of Egypt, delivering some for death to death; and some for captivity to captivity; and some for the sword to the sword.
[12] καὶ καύσει πῦρ ἐν οἰκίαις θεῶν αὐτῶν καὶ ἐμπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτοὺς καὶ φθειριεῖ γῆν Αἰγύπτου, ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἐξελεύσεται ἐν εἰρήνῃ.
[12] And he shall kindle a fire in the houses of their gods, and shall burn them, and shall carry them away captives: and shall search the land of Egypt, as a shepherd searches his garment; and he shall go forth in peace.
[13] καὶ συντρίψει τοὺς στύλους Ἡλίου πόλεως τοὺς ἐν Ων καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.
[13] And he shall break to pieces the pillars of Heliopolis that are in On, and shall burn their houses with fire.
CHAPTER 51
[1] Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἅπασιν τοῖς Ιουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτῳ καὶ τοῖς καθημένοις ἐν Μαγδώλῳ καὶ ἐν Ταφνας καὶ ἐν γῇ Παθουρης λέγων
[1] THE WORD THAT CAME TO JEREMIAS for all the Jews dwelling in the land of Egypt, and for those settled in Magdolo and in Taphnas, and in the land of Pathura, saying,
[2] Οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ Ὑμεῖς ἑωράκατε πάντα τὰ κακά, ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα, καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοί�
�ων
[2] Thus has the Lord God of Israel said; Ye have seen all the evils which I have brought upon Jerusalem, and upon the cities of Juda; and, behold, they are desolate without inhabitants,
[3] ἀπὸ προσώπου πονηρίας αὐτῶν, ἧς ἐποίησαν παραπικρᾶναί με πορευθέντες θυμιᾶν θεοῖς ἑτέροις, οἷς οὐκ ἔγνωτε.
[3] because of their wickedness, which they have wrought to provoke me, by going to burn incense to other gods, whom ye knew not.
[4] καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου καὶ ἀπέστειλα λέγων Μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης, ἧς ἐμίσησα.
[4] yet I sent to you my servants the prophets early in the morning, and I sent, saying, Do not ye this abominable thing which I hate.
[5] καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν ἀποστρέψαι ἀπὸ τῶν κακῶν αὐτῶν πρὸς τὸ μὴ θυμιᾶν θεοῖς ἑτέροις.
[5] But they hearkened not to me, and inclined not their ear to turn from their wickedness, so as not to burn incense to strange gods.
[6] καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ, καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη.
[6] So mine anger and my wrath dropped upon them, and was kindled in the gates of Juda, and in the streets of Jerusalem; and they became a desolation and a waste, as at this day.
[7] καὶ νῦν οὕτως εἶπεν κύριος παντοκράτωρ Ἵνα τί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ιουδα πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα,