Septuagint Complete Greek and English Edition
Page 1118
[2] And, behold, six men came from the way of the high gate that looks toward the north, and each one’s axe was in his hand; and there was one man in the midst of them clothed with a long robe down to the feet, and a sapphire girdle was on his loins: and they came in and stood near the brazen altar.
[3] καὶ δόξα θεοῦ τοῦ Ισραηλ ἀνέβη ἀπὸ τῶν χερουβιν ἡ οὖσα ἐπ’ αὐτῶν εἰς τὸ αἴθριον τοῦ οἴκου. καὶ ἐκάλεσεν τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην,
[3] And the glory of the God of Israel, that was upon them, went up from the cherubs to the porch of the house.
And he called the man that was clothed with the long robe, who had the girdle on his loins;
[4] καὶ εἶπεν πρὸς αὐτόν Δίελθε μέσην τὴν Ιερουσαλημ καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς.
[4] And said to him, Go through the midst of Jerusalem, and set a mark on the foreheads of the men that groan and that grieve for all the iniquities that are done in the midst of them.
[5] καὶ τούτοις εἶπεν ἀκούοντός μου Πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν καὶ κόπτετε καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ μὴ ἐλεήσητε·
[5] And he said to the first in my hearing, Go after him into the city, and smite: and let not your eyes spare, and have no mercy.
[6] πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας, ἐφ’ οὕς ἐστιν τὸ σημεῖον, μὴ ἐγγίσητε· καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων, οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ.
[6] Slay utterly old man and youth, and virgin, and infants, and women: but go ye not nigh any on whom is the mark: begin at my sanctuary.
So they began with the elder men who were within in the house.
[7] καὶ εἶπεν πρὸς αὐτούς Μιάνατε τὸν οἶκον καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι καὶ κόπτετε.
[7] And he said to them, Defile the house, and go out and fill the ways with dead bodies, and smite.
[8] καὶ ἐγένετο ἐν τῷ κόπτειν αὐτοὺς καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα καὶ εἶπα Οἴμμοι, κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ισραηλ ἐν τῷ ἐκχέαι σε τὸν θυμόν σου ἐπὶ Ιερουσαλημ;
[8] And it came to pass as they were smiting, that I fell upon my face, and cried out, and said, Alas, O Lord! wilt thou destroy the remnant of Israel, in pouring out thy wrath upon Jerusalem?
[9] καὶ εἶπεν πρός με Ἀδικία τοῦ οἴκου Ισραηλ καὶ Ιουδα μεμεγάλυνται σφόδρα σφόδρα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας· ὅτι εἶπαν Ἐγκαταλέλοιπεν κύριος τὴν γῆν, οὐκ ἐφορᾷ ὁ κύριος.
[9] Then said he to me, The iniquity of the house of Israel and Juda is become very exceedingly great: for the land is filled with many nations, and the city is filled with iniquity and uncleanness: because they have said, The Lord has forsaken the earth, The Lord looks not upon it.
[10] καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμός, οὐδὲ μὴ ἐλεήσω· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα.
[10] Therefore mine eye shall not spare, neither will I have any mercy: I have recompensed their ways upon their heads.
[11] καὶ ἰδοὺ ὁ ἀνὴρ ὁ ἐνδεδυκὼς τὸν ποδήρη καὶ ἐζωσμένος τῇ ζώνῃ τὴν ὀσφὺν αὐτοῦ καὶ ἀπεκρίνατο λέγων Πεποίηκα καθὼς ἐνετείλω μοι.
[11] And, behold, the man clothed with the long robe, and girt with the girdle about his loins, answered and said, I have done as thou didst command me.
CHAPTER 10
[1] Καὶ εἶδον καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν χερουβιν ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ’ αὐτῶν.
[1] Then I looked, and, behold, over the firmament that was above the head of the cherubs there was a likeness of a throne over them, as a sapphire stone.
[2] καὶ εἶπεν πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν χερουβιν καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν χερουβιν καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλθεν ἐνώπιόν μου.
[2] And he said to the man clothed with the long robe, Go in between the wheels that are under the cherubs, and fill thine hands with coals of fire from between the cherubs, and scatter them over the city. And he went in my sight.
[3] καὶ τὰ χερουβιν εἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησεν τὴν αὐλὴν τὴν ἐσωτέραν.
[3] And the cherubs stood on the right hand of the house, as the man went in; and the cloud filled the inner court.
[4] καὶ ἀπῆρεν ἡ δόξα κυρίου ἀπὸ τῶν χερουβιν εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἔπλησεν τὸν οἶκον ἡ νεφέλη, καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης κυρίου·
[4] Then the glory of the Lord departed from the cherubs to the porch of the house; and the cloud filled the house, and the court was filled with the brightness of the glory of the Lord.
[5] καὶ φωνὴ τῶν πτερύγων τῶν χερουβιν ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας ὡς φωνὴ θεοῦ Σαδδαι λαλοῦντος.
[5] And the sound of the cherubs’ wings was heard as far as the outer court, as the voice of the Almighty God speaking.
[6] καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων Λαβὲ πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν χερουβιν, καὶ εἰσῆλθεν καὶ ἔστη ἐχόμενος τῶν τροχῶν,
[6] And it came to pass, when he gave a charge to the man clothed with the sacred robe, saying, Take fire from between the wheels from between the cherubs, that he went in, and stood near the wheels.
[7] καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν χερουβιν καὶ ἔλαβεν καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβεν καὶ ἐξῆλθεν.
[7] And he stretched forth his hand into the midst of the fire that was between the cherubs, and took thereof, and put it into the hands of the man clothed with the sacred robe: and he took it, and went out.
[8] καὶ εἶδον τὰ χερουβιν, ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τ�
�ν πτερύγων αὐτῶν.
[8] And I saw the cherubs having the likeness of men’s hands under their wings.
[9] καὶ εἶδον καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν χερουβιν, τροχὸς εἷς ἐχόμενος χερουβ ἑνός, καὶ ἡ ὄψις τῶν τροχῶν ὡς ὄψις λίθου ἄνθρακος.
[9] And I saw, and behold, four wheels stood by the cherubs, one wheel by each cherub: and the appearance of the wheels was as the appearance of a carbuncle stone.
[10] καὶ ἡ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν ᾖ τροχὸς ἐν μέσῳ τροχοῦ.
[10] And as for their appearance, there was one likeness to the four, as if there should be a wheel in the midst of a wheel.
[11] ἐν τῷ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά, ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία, ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά.
[11] When they went, they went on their four sides; they turned not when they went, for whichever way the first head looked, they went; and they turned not as they went.
[12] καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν τροχοῖς αὐτῶν·
[12] And their backs, and their hands, and their wings, and the wheels, were full of eyes round about the four wheels.
[13] τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγελ ἀκούοντός μου·
[13] And these wheels were called Gelgel in my hearing.
[15] καὶ ἦραν τὰ χερουβιν. τοῦτο τὸ ζῷον, ὃ εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ.
[14] 15 And the cherubs were the same living creature which I saw by the river of Chobar.
[16] καὶ ἐν τῷ πορεύεσθαι τὰ χερουβιν ἐπορεύοντο οἱ τροχοί, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν·
[16] And when the cherubs went, the wheels went, and they were close to them: and when the cherubs lifted up their wings to mount up from the earth, their wheels turned not.
[17] ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ’ αὐτῶν, διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν.
[17] When they stood, the wheels stood; and when they mounted up, the wheels mounted up with them: because the spirit of life was in them.
[18] καὶ ἐξῆλθεν δόξα κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβιν,
[18] Then the glory of the Lord departed from the house, and went up on the cherubs.
[19] καὶ ἀνέλαβον τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξελθεῖν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου κυρίου τῆς ἀπέναντι, καὶ δόξα θεοῦ Ισραηλ ἦν ἐπ’ αὐτῶν ὑπεράνω.
[19] And the cherubs lifted up their wings, and mounted up from the earth in my sight: when they went forth, the wheels were also beside them, and they stood at the entrance of the front gate of the house of the Lord; and the glory of the God of Israel was upon them above.
[20] τοῦτο τὸ ζῷόν ἐστιν, ὃ εἶδον ὑποκάτω θεοῦ Ισραηλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ, καὶ ἔγνων ὅτι χερουβιν ἐστίν.
[20] This is the living creature which I saw under the God of Israel by the river of Chobar; and I knew that they were cherubs.
[21] τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.
[21] Each one had four faces, and each one had eight wings; and under their wings was the likeness of men’s hands.
[22] καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, ταῦτα τὰ πρόσωπά ἐστιν, ἃ εἶδον ὑποκάτω τῆς δόξης θεοῦ Ισραηλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ, καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο.
[22] And as for the likeness of their faces, these are the same faces which I saw under the glory of the God of Israel by the river of Chobar: and they went each straight forward.
CHAPTER 11
[1] Καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τοῦ οἴκου κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ εἶδον ἐν μέσῳ αὐτῶν τὸν Ιεζονιαν τὸν τοῦ Εζερ καὶ Φαλτιαν τὸν τοῦ Βαναιου τοὺς ἀφηγουμένους τοῦ λαοῦ.
[1] Moreover the Spirit took me up, and brought me to the front gate of the house of the Lord, that looks eastward: and behold at the entrance of the gate were about five and twenty men; and I saw in the midst of them Jechonias the son of Ezer, and Phaltias the son of Banaeas, the leaders of the people.
[2] καὶ εἶπεν κύριος πρός με Υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ
[2] And the Lord said to me, Son of man, these are the men that devise vanities, and take evil counsel in this city:
[3] οἱ λέγοντες Οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι; αὕτη ἐστὶν ὁ λέβης, ἡμεῖς δὲ τὰ κρέα.
[3] who say, Have not the houses been newly built? This is the caldron, and we are the flesh.
[4] διὰ τοῦτο προφήτευσον ἐπ’ αὐτούς, προφήτευσον, υἱὲ ἀνθρώπου.
[4] Therefore prophesy against them, prophesy, son of man.
[5] καὶ ἔπεσεν ἐπ’ ἐμὲ πνεῦμα κυρίου καὶ εἶπεν πρός με Λέγε Τάδε λέγει κύριος Οὕτως εἴπατε, οἶκος Ισραηλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι.
[5] And the Spirit of the Lord fell upon me, and said to me, say;
Thus saith the Lord; Thus have ye said, O house of Israel: and I know the devices of your spirit.
[6] ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν.
[6] Ye have multiplied your dead in this city, and ye have filled your ways with slain men.
[7] διὰ τοῦτο τάδε λέγει κύριος Τοὺς νεκροὺς ὑμῶν οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσιν τὰ κρέα, αὐτὴ δὲ ὁ λέβης ἐστίν, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς.
[7] Therefore thus saith the Lord; Your dead whom ye have smitten in the midst of it, these are the flesh, and city th
is is the caldron: but I will bring you forth out of the midst of it.
[8] ῥομφαίαν φοβεῖσθε, καὶ ῥομφαίαν ἐπάξω ἐφ’ ὑμᾶς, λέγει κύριος.
[8] Ye fear the sword; and I will bring a sword upon you, saith the Lord.
[9] καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων καὶ ποιήσω ἐν ὑμῖν κρίματα.
[9] And I will bring you forth out of the midst of it, and will deliver you into the hands of strangers, and will execute judgements among you.
[10] ἐν ῥομφαίᾳ πεσεῖσθε, ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος.
[10] Ye shall fall by the sword; I will judge you on the mountains of Israel; and ye shall know that I am the Lord.
[11] αὐτὴ ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα· ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς,
[12] καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος. –
[13] καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτιας ὁ τοῦ Βαναιου ἀπέθανεν, καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα Οἴμμοι οἴμμοι, κύριε, εἰς συντέλειαν σὺ ποιεῖς τοὺς καταλοίπους τοῦ Ισραηλ.
[13] And it came to pass, while I was prophesying, that Phaltias the son of Banaeas died. And I fell upon my face, and cried with a loud voice, and said, Alas, alas, O Lord! wilt thou utterly destroy the remnant of Israel?