Septuagint Complete Greek and English Edition
Page 1146
[47] And the king answered and said to Daniel, Of a truth your God is a God of gods, and Lord of kings, who reveals mysteries; for thou has been able to reveal this mystery.
[48] καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιηλ καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτῷ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος καὶ ἄρχοντα σατραπῶν ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος.
[48] And the king promoted Daniel, and gave him great and abundant gifts, and set him over the whole province of Babylon, and made him chief satrap over all the wise men of Babylon.
[49] καὶ Δανιηλ ᾐτήσατο παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδραχ, Μισαχ, Αβδεναγω· καὶ Δανιηλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως.
[49] And Daniel asked of the king, and he appointed Sedrach, Misach, and Abdenago, over the affairs of the province of Babylon: but Daniel was in the king’s palace.
CHAPTER 3
[1] Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δειρα ἐν χώρᾳ Βαβυλῶνος.
[1] In his eighteenth year Nabuchodonosor the king made a golden image, its height was sixty cubits, its breadth six cubits: and he set it up in the plain of Deira, in the province of Babylon.
[2] καὶ ἀπέστειλεν συναγαγεῖν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας, ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ’ ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἧς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς·
[2] And he sent forth to gather the governors, and the captains, and the heads of provinces, chiefs, and princes, and those who were in authority, and all the rulers of districts, to come to the dedication of the image.
[3] καὶ συνήχθησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοί, ἡγούμενοι, τύραννοι μεγάλοι, οἱ ἐπ’ ἐξουσιῶν καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος, ἧς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς, καὶ εἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος, ἧς ἔστησεν Ναβουχοδονοσορ.
[3] So the heads of provinces, the governors, the captains, the chiefs, the great princes, those who were in authority, and all the rulers of districts, were gathered to the dedication of the image which king Nabuchodonosor had set up; and they stood before the image.
[4] καὶ ὁ κῆρυξ ἐβόα ἐν ἰσχύι Ὑμῖν λέγεται, λαοί, φυλαί, γλῶσσαι·
[4] Then a herald cried aloud, To you it is commanded, ye peoples, tribes, and languages,
[5] ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς·
[5] at what hour ye shall hear the sound of the trumpet, and pipe, and harp, and sackbut, and psaltery, and every kind of music, ye shall fall down and worship the golden image which king Nabuchodonosor has set up.
[6] καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
[6] And whosoever shall not fall down and worship, in the same hour he shall be cast into the burning fiery furnace.
[7] καὶ ἐγένετο ὅτε ἤκουσαν οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱ λαοί, φυλαί, γλῶσσαι προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς.
[7] And it came to pass when the nations heard the sound of the trumpet, and pipe, and harp, and sackbut, and psaltery, and all kinds of music, all the nations, tribes, and languages, fell down and worshipped the golden image which king Nabuchodonosor had set up.
[8] τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι καὶ διέβαλον τοὺς Ιουδαίους
[8] Then came near certain Chaldeans, and accused the Jews to the king, saying,
[9] τῷ βασιλεῖ Ναβουχοδονοσορ Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι·
[9] O king, live for ever.
[10] σύ, βασιλεῦ, ἔθηκας δόγμα πάντα ἄνθρωπον, ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν
[10] Thou, O king, has made a decree that every man who shall hear the sound of the trumpet, and pipe, and harp, sackbut, and psaltery, and all kinds of music,
[11] καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην·
[11] and shall not fall down and worship the golden image, shall be cast into the burning fiery furnace.
[12] εἰσὶν ἄνδρες Ιουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σεδραχ, Μισαχ, Αβδεναγω, οἱ ἄνδρες ἐκεῖνοι οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ δόγματί σου, τοῖς θεοῖς σου οὐ λατρεύουσιν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦσιν.
[12] There are certain Jews whom thou has appointed over the affairs of the province of Babylon, Sedrach, Misach, and Abdenago, who have not obeyed thy decree, O king: they serve not thy gods, and worship not the golden image which thou hast set up.
[13] τότε Ναβουχοδονοσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδραχ, Μισαχ καὶ Αβδεναγω, καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως.
[13] Then Nabuchodonosor in wrath and anger commanded to bring Sedrach, Misach, and Abdenago: and they were brought before the king.
[14] καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἶπεν αὐτοῖς Εἰ ἀληθῶς, Σεδραχ, Μισαχ, Αβδεναγω, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησα, οὐ προσκυνεῖτε;
[14] And Nabuchodonosor answered and said to them, Is it true, Sedrach, Misach, and Abdenago, that ye serve not my gods, and worship not the golden image which I have set up?
[15] νῦν οὖν εἰ ἔχετε ἑτοίμως ἵνα, ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσητε τῇ εἰκόνι, ᾗ ἐποίησα· ἐὰν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινο�
� τοῦ πυρὸς τὴν καιομένην· καὶ τίς ἐστιν θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;
[15] Now then if ye be ready, whensoever ye shall hear the sound of the trumpet, and pipe, and harp, and sackbut, and psaltery, and harmony, and every kind of music, to fall down and worship the golden image which I have made; well: but if ye worship not, in the same hour ye shall be cast into the burning fiery furnace; and who is the God that shall deliver you out of my hand?
[16] καὶ ἀπεκρίθησαν Σεδραχ, Μισαχ, Αβδεναγω λέγοντες τῷ βασιλεῖ Ναβουχοδονοσορ Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι·
[16] Then answered Sedrach, Misach and Abdenago and said to king Nabuchodonosor, We have no need to answer thee concerning this matter.
[17] ἔστιν γὰρ θεός, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς·
[17] For our God whom we serve is in the heavens, able to deliver us from the burning fiery furnace, and he will rescue us from thy hands, O king.
[18] καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν.
[18] But if not, be it known to thee, O king, that we will not serve thy gods, nor worship the image which thou hast set up.
[19] τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδραχ, Μισαχ καὶ Αβδεναγω, καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ·
[19] Then Nabuchodonosor was filled with wrath, and the form of his countenance was changed toward Sedrach, Misach, and Abdenago: and he gave orders to heat the furnace seven times more than usual, until it should burn to the uttermost.
[20] καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἶπεν πεδήσαντας τὸν Σεδραχ, Μισαχ καὶ Αβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
[20] And he commanded mighty men to bind Sedrach, Misach, and Abdenago, and to cast them into the burning fiery furnace.
[21] τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι καὶ ἐνδύμασιν αὐτῶν καὶ ἐβλήθησαν εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης.
[21] Then those men were bound with their coats, and caps, and hose, and were cast into the midst of the burning fiery furnace,
[22] ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυεν, καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ.
[22] forasmuch as the king’s word prevailed; and the furnace was made exceeding hot.
[23] καὶ οἱ τρεῖς οὗτοι Σεδραχ, Μισαχ καὶ Αβδεναγω ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πεπεδημένοι.
[23] Then these three men, Sedrach, Misach, and Abdenago, fell bound into the midst of the burning furnace, and walked in the midst of the flame, singing praise to God, and blessing the Lord.
Song of the Three Children
[24] Καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν θεὸν καὶ εὐλογοῦντες τὸν κύριον.
[1] Then Azarias stood up, and prayed on this manner; and opening his mouth in the midst of the fire said,
[25] καὶ συστὰς Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπεν·
[2] Blessed art thou, O Lord God of our fathers: thy name is worthy to be praised and glorified for evermore:
[26] Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετός, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας,
[3] For thou art righteous in all the things that thou hast done to us: yea, true are all thy works, thy ways are right, and all thy judgments truth.
[27] ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀλήθεια,
[4] In all the things that thou hast brought upon us, and upon the holy city of our fathers, even Jerusalem, thou hast executed true judgment: for according to truth and judgment didst thou bring all these things upon us because of our sins.
[28] καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ιερου σαλημ, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες πάντα ταῦτα διὰ τὰς ἁμαρτίας ἡμῶν.
[5] For we have sinned and committed iniquity, departing from thee.
[29] ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσιν καὶ τῶν ἐντολῶν σου οὐκ ἠκού σαμεν
[6] In all things have we trespassed, and not obeyed thy commandments, nor kept them, neither done as thou hast commanded us, that it might go well with us.
[30] οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται.
[7] Wherefore all that thou hast brought upon us, and every thing that thou hast done to us, thou hast done in true judgment.
[31] καὶ πάντα, ὅσα ἡμῖν ἐπήγαγες, καὶ πάντα, ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας
[8] And thou didst deliver us into the hands of lawless enemies, most hateful forsakers of God, and to an unjust king, and the most wicked in all the world.
[32] καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων ἐχθίστων ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
[9] And now we cannot open our mouths, we are become a shame and reproach to thy servants; and to them that worship thee.
[33] καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε.
[10] Yet deliver us not up wholly, for thy name’s sake, neither disannul thou thy covenant:
[34] μὴ δὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου
[11] And cause not thy mercy to depart from us, for thy beloved Abraham’s sake, for thy servant Isaac’s sake, and for thy holy Israel’s sake;
[35] καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν δι’ Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ισαακ τὸν δοῦλόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου,
[12] To whom thou hast spoken and promised, that thou wouldest multiply their seed as the stars of heaven, and as the sand that lieth upon the seashore.
[36] οἷς ἐλάλησας πρὸς αὐτοὺς λ
έγων πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
[13] For we, O Lord, are become less than any nation, and be kept under this day in all the world because of our sins.
[37] ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρ τίας ἡμῶν,
[14] Neither is there at this time prince, or prophet, or leader, or burnt offering, or sacrifice, or oblation, or incense, or place to sacrifice before thee, and to find mercy.
[38] καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐναντίον σου καὶ εὑρεῖν ἔλεος·
[15] Nevertheless in a contrite heart and an humble spirit let us be accepted.
[39] ἀλλ’ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προς δεχθείημεν ὡς ἐν ὁλοκαυτώμασιν κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων·
[16] Like as in the burnt offerings of rams and bullocks, and like as in ten thousands of fat lambs: so let our sacrifice be in thy sight this day, and grant that we may wholly go after thee: for they shall not be confounded that put their trust in thee.
[40] οὕτως γενέσθω θυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου, ὅτι οὐκ ἔσται αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί.
[17] And now we follow thee with all our heart, we fear thee, and seek thy face.
[41] καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς,