Book Read Free

Delphi Complete Works of Pausanias

Page 112

by Pausanias


  [5] καὶ χρόνον μέν τινα ἀπὸ τοῦ τείχους ἠμύναντο οἱ Ἀσιναῖοι καὶ ἀποκτείνουσιν ἄλλους τε καὶ Λυσίστρατον ἐν τοῖς δοκιμωτάτοις ὄντα Ἀργείων: ἁλισκομένου δὲ τοῦ τείχους οὗτοι μὲν γυναῖκας ἐς τὰ πλοῖα ἐνθέμενοι καὶ παῖδας ἐκλείπουσι τὴν αὑτῶν, Ἀργεῖοι δὲ ἐς ἔδαφος καταβαλόντες τὴν Ἀσίνην καὶ τὴν γῆν προσορισάμενοι τῇ σφετέρᾳ Πυθαέως τε Ἀπόλλωνος ὑπελίποντο τὸ ἱερὸν — καὶ νῦν ἔτι δῆλόν ἐστι — καὶ τὸν Λυσίστρατον πρὸς αὐτῷ θάπτουσιν. [6] ἀπέχει δὲ Ἀργείων τῆς πόλεως τεσσαράκοντα καὶ οὐ πλείω στάδια ἡ κατὰ Λέρναν θάλασσα. κατιόντων δὲ ἐς Λέρναν πρῶτον μὲν καθ᾽ ὁδόν ἐστιν ὁ Ἐρασῖνος, ἐκδίδωσι δὲ ἐς τὸν Φρίξον, ὁ Φρίξος δὲ ἐς τὴν θάλασσαν τὴν μεταξὺ Τημενίου καὶ Λέρνης. ἀπὸ δὲ Ἐρασίνου τραπεῖσιν ἐς ἀριστερὰ σταδίους ὅσον ὀκτώ, Διοσκούρων ἱερόν ἐστιν Ἀνάκτων: πεποίηται δέ σφισι κατὰ ταὐτὰ καὶ ἐν τῇ πόλει τὰ ξόανα.

  [7] ἀναστρέψας δὲ ἐς τὴν εὐθεῖαν τόν τε Ἐρασῖνον διαβήσῃ καὶ ἐπὶ τὸν Χείμαρρον ποταμὸν ἀφίξῃ. πλησίον δὲ αὐτοῦ περίβολός ἐστι λίθων, καὶ τὸν Πλούτωνα ἁρπάσαντα ὡς λέγεται Κόρην τὴν Δήμητρος καταβῆναι ταύτῃ φασὶν ἐς τὴν ὑπόγεων νομιζομένην ἀρχήν. ἡ δὲ Λέρνα ἐστίν, ὡς καὶ τὰ πρότερα ἔχει μοι τοῦ λόγου, πρὸς θαλάσσῃ, καὶ τελετὴν Λερναίᾳ ἄγουσιν ἐνταῦθα Δήμητρι. [8] ἔστι δὲ ἄλσος ἱερὸν ἀρχόμενον μὲν ἀπὸ ὄρους ὃ καλοῦσι Ποντῖνον, τὸ δὲ ὄρος ὁ Ποντῖνος οὐκ ἐᾷ τὸ ὕδωρ ἀπορρεῖν τὸ ἐκ τοῦ θεοῦ, ἀλλὰ ἐς αὑτὸ καταδέχεται: ῥεῖ δὲ καὶ ποταμὸς ἀπ᾽ αὐτοῦ Ποντῖνος. καὶ ἐπὶ κορυφῇ τοῦ ὄρους ἱερόν τε Ἀθηνᾶς Σαΐτιδος, ἐρείπια ἔτι μόνα, καὶ θεμέλια οἰκίας ἐστὶν Ἱππομέδοντος, ὃς Πολυνείκει τῷ Οἰδίποδος τιμωρήσων ἦλθεν ἐς Θήβας.

  37. ἀπὸ δὴ τοῦ ὄρους τούτου τὸ ἄλσος ἀρχόμενον πλατάνων τὸ πολὺ ἐπὶ τὴν θάλασσαν καθήκει. ὅροι δὲ αὐτοῦ τῇ μὲν ποταμὸς ὁ Ποντῖνος, τῇ δὲ ἕτερος ποταμός: Ἀμυμώνη δὲ ἀπὸ τῆς Δαναοῦ θυγατρὸς ὄνομα τῷ ποταμῷ. ἐντὸς δὲ τοῦ ἄλσους ἀγάλματα ἔστι μὲν Δήμητρος Προσύμνης, ἔστι δὲ Διονύσου, καὶ Δήμητρος καθήμενον ἄγαλμα οὐ μέγα:

  [2] ταῦτα μὲν λίθου πεποιημένα, ἑτέρωθι δ᾽ ἐν ναῷ Διόνυσος Σαώτης καθήμενον ξόανον καὶ Ἀφροδίτης ἄγαλμα ἐπὶ θαλάσσῃ λίθου: ἀναθεῖναι δὲ αὐτὸ τὰς θυγατέρας λέγουσι τὰς Δαναοῦ, Δαναὸν δὲ αὐτὸν τὸ ἱερὸν ἐπὶ Ποντίνῳ ποιῆσαι τῆς Ἀθηνᾶς. καταστήσασθαι δὲ τῶν Λερναίων τὴν τελετὴν Φιλάμμωνά φασι. τὰ μὲν οὖν λεγόμενα ἐπὶ τοῖς δρωμένοις δῆλά ἐστιν οὐκ ὄντα ἀρχαῖα: [3] ἃ δὲ ἤκουσα ἐπὶ τῇ καρδίᾳ γεγράφθαι τῇ πεποιημένῃ τοῦ ὀρειχάλκου, οὐδὲ ταῦτα ὄντα Φιλάμμωνος Ἀρριφῶν εὗρε, τὸ μὲν ἀνέκαθεν Τρικωνιεὺς τῶν ἐν Αἰτωλίᾳ, τὰ δὲ ἐφ᾽ ἡμῶν Λυκίων τοῖς μάλιστα ὁμοίως δόκιμος, δεινὸς δὲ ἐξευρεῖν ἃ μή τις πρότερον εἶδε, καὶ δὴ καὶ ταῦτα φωράσας ἐπὶ τῷδε. τὰ ἔπη, καὶ ὅσα οὐ μετὰ μέτρου μεμιγμένα ἦν τοῖς ἔπεσι, τὰ πάντα Δωριστὶ ἐπεποίητο: πρὶν δὲ Ἡρακλείδας κατελθεῖν ἐς Πελοπόννησον, τὴν αὐτὴν ἠφίεσαν Ἀθηναίοις οἱ Ἀργεῖοι φωνήν: ἐπὶ δὲ Φιλάμμωνος οὐδὲ τὸ ὄνομα τῶν Δωριέων ἐμοὶ δοκεῖν ἐς ἅπαντας ἠκούετο Ἕλληνας. [4] ταῦτα μὲν δὴ ἀπέφαινεν οὕτως ἔχοντα, τῆς δὲ Ἀμυμώνης πέφυκεν ἐπὶ τῇ πηγῇ πλάτανος: ὑπὸ ταύτῃ τὴν ὕδραν τραφῆναι τῇ πλατάνῳ φασίν. ἐγὼ δὲ τὸ θηρίον πείθομαι τοῦτο καὶ μεγέθει διενεγκεῖν ὑδρῶν ἄλλων καὶ τὸν ἰὸν οὕτω δή τι ἔχειν ἀνίατον ὡς τὸν Ἡρακλέα ἀπὸ τῆς χολῆς αὐτοῦ τὰς ἀκίδας φαρμακεῦσαι τῶν ὀιστῶν: κεφαλὴν δὲ εἶχεν ἐμοὶ δοκεῖν μίαν καὶ οὐ πλείονας, Πείσανδρος δὲ ὁ Καμιρεύς, ἵνα τὸ θηρίον τε δοκοίη φοβερώτερον καὶ αὐτῷ γίνηται ἡ ποίησις ἀξιόχρεως μᾶλλον, ἀντὶ τούτων τὰς κεφαλὰς ἐποίησε τῇ ὕδρᾳ τὰς πολλάς.

  [5] εἶδον δὲ καὶ πηγὴν Ἀμφιαράου καλουμένην καὶ τὴν Ἀλκυονίαν λίμνην, δι᾽ ἧς φασιν Ἀργεῖοι Διόνυσον ἐς τὸν Ἅιδην ἐλθεῖν Σεμέλην ἀνάξοντα, τὴν δὲ ταύτῃ κάθοδον δεῖξαί οἱ Πόλυμνον. τῇ δὲ Ἀλκυονίᾳ πέρας τοῦ βάθους οὐκ ἔστιν οὐδέ τινα οἶδα ἄνθρωπον ἐς τὸ τέρμα αὐτῆς οὐδεμιᾷ μηχανῇ καθικέσθαι δυνηθέντα, ὅπου καὶ Νέρων σταδίων πολλῶν κάλους ποιησάμενος καὶ συνάψας ἀλλήλοις, ἀπαρτήσας δὲ καὶ μόλυβδον ἀπ᾽ αὐτῶν καὶ εἰ δή τι χρήσιμον ἄλλο ἐς τὴν πεῖραν, οὐδὲ οὗτος οὐδένα ἐξευρεῖν ἐδυνήθη ὅρον τοῦ βάθους. [6] καὶ τόδε ἤκουσα ἄλλο: τὸ ὕδωρ τῆς λίμνης ὡς ἰδόντα εἰκάσαι γαληνόν ἐστι καὶ ἠρεμαῖον, παρεχόμενον δὲ ὄψιν τοιαύτην διανήχεσθαι τολμήσαντα πάντα τινὰ καθέλκειν πέφυκε καὶ ἐς βυθὸν ὑπολαβὸν ἀπήνεγκε. περίοδος δὲ τῆς λίμνης ἐστὶν οὐ πολλή, ἀλλὰ ὅσον τε σταδίου τρίτον: ἐπὶ δὲ τοῖς χείλεσιν αὐτῆς πόα καὶ σχοῖνοι πεφύκασι. τὰ δὲ ἐς αὐτὴν Διονύσῳ δρώμενα ἐν νυκτὶ κατὰ ἔτος ἕκαστον οὐχ ὅσιον ἐς ἅπαντας ἦν μοι γράψαι.

  38. ἐκ Λέρνης δὲ ἰοῦσιν ἐς Τημένιον — τὸ δὲ Τημένιόν ἐστιν Ἀργείων, ὠνομάσθη δὲ ἀπὸ Τημένου τοῦ Ἀριστομάχου: καταλαβὼν γὰρ καὶ ἐχυρωσάμενος τὸ χωρίον ἐπολέμει σὺν τοῖς Δωριεῦσιν αὐτόθεν τὸν πρὸς Τισαμενὸν καὶ Ἀχαιοὺς πόλεμον — ἐς τοῦτο οὖν τὸ Τημένιον ἰοῦσιν ὅ τε Φρίξος ποταμὸς ἐκδίδωσιν ἐς θάλασσαν καὶ Ποσειδῶνος ἱερὸν ἐν Τημενίῳ πεποίηται καὶ Ἀφροδίτη
ς ἕτερον καὶ μνῆμά ἐστι Τημένου τιμὰς ἔχον παρὰ Δωριέων τῶν ἐν Ἄργει. [2] Τημενίου δὲ ἀπέχει Ναυπλία πεντήκοντα ἐμοὶ δοκεῖν σταδίους, τὰ μὲν ἐφ᾽ ἡμῶν ἔρημος, οἰκιστὴς δὲ ἐγένετο αὐτῆς Ναύπλιος Ποσειδῶνος λεγόμενος καὶ Ἀμυμώνης εἶναι. λείπεται δὲ καὶ τειχῶν ἔτι ἐρείπια, καὶ Ποσειδῶνος ἱερὸν καὶ λιμένες εἰσὶν ἐν Ναυπλίᾳ καὶ πηγὴ Κάναθος καλουμένη: ἐνταῦθα τὴν Ἥραν φασὶν Ἀργεῖοι κατὰ ἔτος λουμένην παρθένον γίνεσθαι. [3] οὗτος μὲν δή σφισιν ἐκ τελετῆς, ἣν ἄγουσι τῇ Ἥρᾳ, λόγος τῶν ἀπορρήτων ἐστίν: τὰ δὲ ὑπὸ τῶν ἐν Ναυπλίᾳ λεγόμενα ἐς τὸν ὄνον, ὡς ἐπιφαγὼν ἀμπέλου κλῆμα ἀφθονώτερον ἐς τὸ μέλλον ἀπέφηνε τὸν καρπόν — καὶ ὄνος σφίσιν ἐν πέτρᾳ πεποιημένος διὰ τοῦτό ἐστιν ἅτε ἀμπέλων διδάξας τομήν — , παρίημι οὐκ ἀξιόλογα ἡγούμενος. [4] ἔστι δὲ ἐκ Λέρνης καὶ ἑτέρα παρ᾽ αὐτὴν ὁδὸς τὴν θάλασσαν ἐπὶ χωρίον ὃ Γενέσιον ὀνομάζουσι: πρὸς θαλάσσῃ δὲ τοῦ Γενεσίου Ποσειδῶνος ἱερόν ἐστιν οὐ μέγα. τούτου δ᾽ ἔχεται χωρίον ἄλλο Ἀπόβαθμοι: γῆς δὲ ἐνταῦθα πρῶτον τῆς Ἀργολίδος Δαναὸν σὺν ταῖς παισὶν ἀποβῆναι λέγουσιν. ἐντεῦθεν διελθοῦσιν Ἀνιγραῖα καλούμενα ὁδὸν καὶ στενὴν καὶ ἄλλως δύσβατον, ἔστιν ἐν ἀριστερᾷ μὲν καθήκουσα ἐπὶ θάλασσαν καὶ δένδρα — ἐλαίας μάλιστα — ἀγαθὴ τρέφειν γῆ, ἰόντι

  [5] δὲ ἄνω πρὸς τὴν ἤπειρον ἀπ᾽ αὐτῆς χωρίον ἐστίν, ἔνθα δὴ ἐμαχέσαντο ὑπὲρ τῆς γῆς ταύτης λογάδες Ἀργείων τριακόσιοι πρὸς ἄνδρας Λακεδαιμονίων ἀριθμόν τε ἴσους καὶ ἐπιλέκτους ὁμοίως. ἀποθανόντων δὲ ἁπάντων πλὴν ἑνὸς Σπαρτιάτου καὶ δυοῖν Ἀργείων, τοῖς μὲν ἀποθανοῦσιν ἐχώσθησαν ἐνταῦθα οἱ τάφοι, τὴν χώραν δὲ οἱ Λακεδαιμόνιοι γενομένου πανδημεί σφισιν ἀγῶνος πρὸς Ἀργείους κρατήσαντες βεβαίως αὐτοί τε παραυτίκα ἐκαρποῦντο καὶ ὕστερον Αἰγινήταις ἔδοσαν ἐκπεσοῦσιν ὑπὸ Ἀθηναίων ἐκ τῆς νήσου. τὰ δὲ ἐπ᾽ ἐμοῦ τὴν Θυρεᾶτιν ἐνέμοντο Ἀργεῖοι: φασὶ δὲ ἀνασώσασθαι δίκῃ νικήσαντες. [6] ἀπὸ δὲ τῶν

  πολυανδρίων ἰόντι Ἀνθήνη τέ ἐστιν, ἐς ἣν Αἰγινῆταί ποτε ᾤκησαν, καὶ ἑτέρα κώμη Νηρίς, τρίτη δὲ Εὔα μεγίστη τῶν κωμῶν: καὶ ἱερὸν τοῦ Πολεμοκράτους ἐστὶν ἐν ταύτῃ. ὁ δὲ Πολεμοκράτης ἐστὶ καὶ οὗτος Μαχάονος υἱός, ἀδελφὸς δὲ Ἀλεξάνορος, καὶ ἰᾶται τοὺς ταύτῃ καὶ τιμὰς παρὰ τῶν προσοίκων ἔχει. [7] ἀνατείνει δὲ ὑπὲρ τὰς κώμας ὄρος Πάρνων, καὶ Λακεδαιμονίων ἐπ᾽ αὐτοῦ πρὸς Ἀργείους ὅροι καὶ Τεγεάτας εἰσίν: ἑστήκασι δὲ ἐπὶ τοῖς ὅροις Ἑρμαῖ λίθου, καὶ τοῦ χωρίου τὸ ὄνομά ἐστιν ἀπ᾽ αὐτῶν. ποταμὸς δὲ καλούμενος Τάναος — εἷς γὰρ δὴ οὗτος ἐκ τοῦ Πάρνωνος κάτεισι — ῥέων διὰ τῆς Ἀργείας καὶ ἐκδίδωσιν ἐς τὸν Θυρεάτην κόλπον.

  BOOK III.

  Λακωνικά

  1. μετὰ δὲ τοὺς Ἑρμᾶς ἐστιν ἤδη Λακωνικὴ τὰ πρὸς ἑσπέρας. ὡς δὲ αὐτοὶ Λακεδαιμόνιοι λέγουσι, Λέλεξ αὐτόχθων ὢν ἐβασίλευσε πρῶτος ἐν τῇ γῇ ταύτῃ καὶ ἀπὸ τούτου Λέλεγες ὧν ἦρχεν ὠνομάσθησαν. Λέλεγος δὲ γίνεται Μύλης καὶ νεώτερος Πολυκάων. Πολυκάων μὲν δὴ ὅποι καὶ δι᾽ ἥντινα αἰτίαν ἀπεχώρησεν, ἑτέρωθι δηλώσω: Μύλητος δὲ τελευτήσαντος παρέλαβεν ὁ παῖς Εὐρώτας τὴν ἀρχήν. οὗτος τὸ ὕδωρ τὸ λιμνάζον ἐν τῷ πεδίῳ διώρυγι κατήγαγεν ἐπὶ θάλασσαν, ἀπορρυέντος δὲ — ἦν γὰν δὴ τὸ ὑπόλοιπον ποταμοῦ ῥεῦμα — ὠνόμασεν Εὐρώταν. [2] ἅτε δὲ οὐκ ὄντων: αὐτῷ παίδων ἀρρένων βασιλεύειν καταλείπει Λακεδαίμονα, μητρὸς μὲν Ταϋγέτης ὄντα, ἀφ᾽ ἧς καὶ τὸ ὄρος ὠνομάσθη, ἐς Δία δὲ πατέρα ἀνήκοντα κατὰ τὴν φήμην: συνῴκει δὲ ὁ Λακεδαίμων Σπάρτῃ θυγατρὶ τοῦ Εὐρώτα. τότε δὲ ὡς ἔσχε τὴν ἀρχήν, πρῶτα μὲν τῇ χώρᾳ καὶ τοῖς ἀνθρώποις μετέθετο ἀφ᾽ αὑτοῦ τὰ ὀνόματα, μετὰ δὲ τοῦτο ᾤκισέ τε καὶ ὠνόμασεν ἀπὸ τῆς γυναικὸς πόλιν, ἣ Σπάρτη καλεῖται καὶ ἐς ἡμᾶς. [3] Ἀμύκλας δὲ ὁ Λακεδαίμονος, βουλόμενος ὑπολιπέσθαι τι καὶ αὐτὸς ἐς μνήμην, πόλισμα ἔκτισεν ἐν τῇ Λακωνικῇ. γενομένων δέ οἱ παίδων Ὑάκινθον μὲν νεώτατον ὄντα καὶ τὸ εἶδος κάλλιστον κατέλαβεν ἡ πεπρωμένη πρότερον τοῦ πατρός, καὶ Ὑακίνθου μνῆμά ἐστιν ἐν Ἀμύκλαις ὑπὸ τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος. ἀποθανόντος δὲ Ἀμύκλα ἐς Ἄργαλον τὸν πρεσβύτατον τῶν Ἀμύκλα παίδων καὶ ὕστερον ἐς Κυνόρταν Ἀργάλου τελευτήσαντος ἀφίκετο ἡ ἀρχή. [4] Κυνόρτα δὲ ἐγένετο Οἴβαλος. οὗτος Γοργοφόνην τε τὴν Περσέως γυναῖκα ἔσχεν ἐξ Ἄργους καὶ παῖδα ἔσχε Τυνδάρεων, ᾧ περὶ τῆς βασιλείας Ἱπποκόων ἠμφισβήτει καὶ κατὰ πρεσβείαν ἔχειν ἠξίου τὴν ἀρχήν. προσλαβὼν δὲ Ἰκάριον καὶ τοὺς στασιώτας παρὰ πολύ τε ὑπερεβάλετο δυνάμει Τυνδάρεων καὶ ἠνάγκασεν ἀποχωρῆσαι δείσαντα, ὡς μὲν Λακεδαιμόνιοί φασιν, ἐς Πελλάναν, Μεσσηνίων δέ ἐστιν ἐς αὐτὸν λόγος Τυνδάρεων

  φεύγοντα ἐλθεῖν ὡς Ἀφαρέα ἐς τὴν Μεσσηνίαν εἶναί τε Ἀφαρέα τὸν Περιήρους ἀδελφὸν Τυνδάρεω πρὸς μητρός: καὶ οἰκῆσαί τε αὐτὸν τῆς Μεσσηνίας φασὶν ἐν Θαλάμαις καὶ τοὺς παῖδας ἐνταῦθα οἰκοῦντι αὐτῷ γενέσθαι. [5] χρόνῳ δὲ ὕστερον κατῆλθέ τε ὑπὸ Ἡρακλέους Τυνδάρεως καὶ ἀνενεώσατο τὴν ἀρχὴν: ἐβασίλευσαν δὲ καὶ οἱ Τυνδάρεω παῖδες καὶ Μενέλαος ὁ Ἀτρέως Τυνδάρεω γαμβρὸς ὢν Ὀρέστης τε Ἑρμιόνῃ τῇ Μενελάου συνοικῶν. κ�
�τελθόντων δὲ Ἡρακλειδῶν ἐπὶ Τισαμενοῦ τοῦ Ὀρέστου βασιλεύοντος, Μεσσήνη μὲν καὶ Ἄργος ἑκατέρα μοῖρα Τήμενον, ἡ δὲ Κρεσφόντην ἔσχεν ἄρχοντας: ἐν Λακεδαίμονι δὲ ὄντων διδύμων τῶν Ἀριστοδήμου παίδων οἰκίαι δύο βασίλειαι γίνονται: [6] συναρέσαι γὰρ τῇ Πυθίᾳ φασίν. Ἀριστοδήμῳ δὲ αὐτῷ πρότερον τὴν τελευτὴν συμβῆναι λέγουσιν ἐν Δελφοῖς πρὶν ἢ Δωριέας κατελθεῖν ἐς Πελοπόννησον. οἱ μὲν δὴ ἀποσεμνύνοντες τὰ ἐς αὐτὸν τοξευθῆναι λέγουσιν Ἀριστόδημον ὑπὸ Ἀπόλλωνος, ὅτι οὐκ ἀφίκοιτο ἐπὶ τὸ μαντεῖον, παρὰ δὲ Ἡρακλέους ἐντυχόντος οἱ πρότερον πύθοιτο ὡς ἐς Πελοπόννησον Δωριεῦσι γενήσεται ἥδε ἡ κάθοδος: ὁ δὲ ἀληθέστερος ἔχει λόγος Πυλάδου τοὺς παῖδας καὶ Ἠλέκτρας, ἀνεψιοὺς ὄντας Τισαμενῷ τῷ Ὀρέστου, φονεῦσαι τὸν Ἀριστόδημον. [7] ὀνόματα μὲν δὴ τοῖς παισὶν αὐτοῦ Προκλῆς καὶ Εὐρυσθένης ἐτέθη, δίδυμοι δὲ ὄντες διάφοροι τὰ μάλιστα ἦσαν. προεληλυθότες δὲ ἐπὶ μέγα ἀπεχθείας ὅμως ἐν κοινῷ Θήρᾳ τῷ Αὐτεσίωνος, ἀδελφῷ τῆς μητρὸς σφῶν ὄντι Ἀργείας, ἐπιτροπεύσαντι δὲ καὶ αὐτῶν, συνήραντο ἐς ἀποικίαν. τὴν δὲ ἀποικίαν ὁ Θήρας ἔστελλεν ἐς τὴν νῆσον τὴν τότε ὀνομαζομένην Καλλίστην, τοὺς ἀπογόνους οἱ τοῦ Μεμβλιάρου παραχωρήσεσθαι τῆς βασιλείας ἐλπίζων ἑκόντας, ὅπερ οὖν καὶ ἐποίησαν [8] λαβόντες λογισμὸν ὅτι Θήρᾳ μὲν ἐς αὐτὸν ἀνῄει Κάδμον τὸ γένος, οἱ δὲ ἦσαν ἀπόγονοι Μεμβλιάρου: Μεμβλίαρον δὲ ἄνδρα ὄντα τοῦ δήμου Κάδμος ἐν τῇ νήσῳ κατέλιπεν ἡγεμόνα εἶναι τῶν ἐποίκων. καὶ Θήρας μὲν τῇ τε νήσῳ μετέβαλεν ἀφ᾽ ἑαυτοῦ τὸ ὄνομα καί οἱ καὶ νῦν ἔτι οἱ Θηραῖοι κατὰ ἔτος ἐναγίζουσιν ὡς οἰκιστῇ: Προκλεῖ δὲ καὶ Εὐρυσθένει μέχρι μὲν τῆς προθυμίας τῆς ἐς τὸν Θήραν ἐς τὸ αὐτὸ συνῆλθον αἱ γνῶμαι, τὰ δὲ λοιπὰ διειστήκει σφίσιν ἐπὶ παντὶ τὰ βουλεύματα. [9] οὐ μὴν οὐδὲ ὁμονοησάντων τοὺς ἀπογόνους αὐτῶν ἐς κοινὸν κατάλογον ὑπάξειν ἂν ἔμελλον: οὐ γάρ τι τὰ πάντα ἐς τὸ αὐτὸ συνεληλύθασιν ἡλικίας, ὡς ἀνεψιόν τε ἀνεψιῷ καὶ ἀνεψιῶν παῖδας, ὡσαύτως δὲ καὶ τοὺς κατωτέρω κατὰ ἀριθμὸν τυχεῖν ἀλλήλοις γεγονότας τὸν ἴσον. ἑκατέραν οὖν τὴν οἰκίαν ἐπέξειμι αὐτῶν ἰδίως καὶ οὐκ ἀμφοτέρας ἅμα ἐς τὸ αὐτὸ ἀναμίξας.

 

‹ Prev