Book Read Free

Delphi Complete Works of Pausanias

Page 133

by Pausanias


  [6] Σπαρτιάταις δὲ ἐν οὐδενὶ λόγῳ θεμένοις τοὺς ἱκέτας ἀπήντησεν ἐκ Ποσειδῶνος μήνιμα, καί σφισιν ἐς ἔδαφος τὴν πόλιν πᾶσαν κατέβαλεν ὁ θεός. ἐπὶ δὲ τῇ συμφορᾷ ταύτῃ καὶ τῶν εἱλώτων ὅσοι Μεσσήνιοι τὸ ἀρχαῖον ἦσαν, ἐς τὸ ὄρος τὴν Ἰθώμην ἀπέστησαν. Λακεδαιμόνιοι δὲ ἄλλα τε μετεπέμποντο συμμαχικὰ ἐπ᾽ αὐτοὺς καὶ Κίμωνα τὸν Μιλτιάδου πρόξενόν σφισιν ὄντα καὶ Ἀθηναίων δύναμιν: ἀφικομένους δὲ τοὺς Ἀθηναίους ὑποπτεῦσαι δοκοῦσιν ὡς τάχα νεωτερίσοντας καὶ ὑπὸ τῆς ὑποψίας ἀποπέμψασθαι μετ᾽ οὐ πολὺ ἐξ Ἰθώμης. [7] Ἀθηναῖοι δὲ τὴν ἐς αὐτοὺς τῶν Λακεδαιμονίων ὑπόνοιαν συνέντες Ἀργείοις τε φίλοι δι᾽ αὐτὸ ἐγένοντο καὶ Μεσσηνίων τοῖς ἐν Ἰθώμῃ πολιορκουμένοις ἐκπεσοῦσιν ὑποσπόνδοις ἔδοσαν Ναύπακτον, ἀφελόμενοι Λοκροὺς τοὺς πρὸς Αἰτωλίᾳ καλουμένους Ὀζόλας. τοῖς δὲ Μεσσηνίοις παρέσχεν ἀπελθεῖν ἐξ Ἰθώμης τοῦ τε χωρίου τὸ ἐχυρὸν καὶ ἅμα Λακεδαιμονίοις προεῖπεν ἡ Πυθία ἦ μὴν εἶναί σφισι δίκην ἁμαρτοῦσιν ἐς τοῦ Διὸς τοῦ Ἰθωμάτα τὸν ἱκέτην.

  ὑπόσπονδοι μὲν ἐκ Πελοποννήσου τούτων ἕνεκα ἀφείθησαν:

  25. ἐπεὶ δὲ ἔσχον τὴν Ναύπακτον, οὐκ ἀπέχρη πόλιν τε αὐτοῖς καὶ χώραν εἰληφέναι παρὰ Ἀθηναίων, ἀλλὰ σφᾶς πόθος εἶχεν ἰσχυρὸς χερσὶ ταῖς αὑτῶν φανῆναι λόγου τι κεκτημένους ἄξιον. καὶ ἠπίσταντο γὰρ Οἰνιάδας Ἀκαρνάνων γῆν τε ἔχοντας ἀγαθὴν καὶ Ἀθηναίοις διαφόρους τὸν πάντα ὄντας χρόνον, στρατεύουσιν ἐπ᾽ αὐτούς. ὄντες δὲ ἀριθμῷ μὲν οὐ πλείους, ἀρετῇ δὲ καὶ πολὺ ἀμείνονες ὄντες τῇ σφετέρᾳ νικῶσι, καὶ ἐπολιόρκουν κατακεκλειμένους ἐς τὸ τεῖχος. [2] τὸ δὲ ἐντεῦθεν, οὐ γάρ τι τῶν τοῖς ἀνθρώποις εὑρημένων ἐς πολιορκίαν οἱ Μεσσήνιοι παρίεσαν, ἀλλὰ καὶ κλίμακας προστιθέντες ἐπειρῶντο ὑπερβαίνειν ἐς τὴν πόλιν καὶ ὑπώρυσσον κάτωθεν τὸ τεῖχος, μηχανήματά τε, ὁποῖα ἐνῆν δι᾽ ὀλίγου παρασκευάσασθαι, προσαγαγόντες ἀεί τι ἤρειπον: δείσαντες δὲ οἱ ἔνδον μὴ ἁλούσης τῆς πόλεως αὐτοί τε ἀπόλωνται καὶ αἱ γυναῖκές σφισι καὶ οἱ παῖδες ἐξανδραποδισθῶσιν, εἵλοντο ἀπελθεῖν ὑπόσπονδοι. [3] καὶ ἐνιαυτὸν μὲν μάλιστα οἱ Μεσσήνιοι κατέσχον τὴν πόλιν καὶ ἐνέμοντο τὴν χώραν: τῷ δὲ ἔτει τῷ ὑστέρῳ δύναμιν οἱ Ἀκαρνᾶνες ἀπὸ πασῶν συλλέξαντες τῶν πόλεων ἐβουλεύοντο ἐπὶ τὴν Ναύπακτον στρατεύειν. καὶ τοῦτο μὲν ἀπέδοξεν αὐτοῖς τήν τε πορείαν ὁρῶσιν, ὅτι ἔσεσθαι δι᾽ Αἰτωλῶν ἔμελλε πολεμίων ἀεί ποτε ὄντων, καὶ ἅμα τοὺς Ναυπακτίους κεκτῆσθαί τι ναυτικὸν ὑπώπτευον, ὥσπερ γε καὶ εἶχον, ἐπικρατούντων δὲ ἐκείνων τῆς θαλάσσης οὐδὲν εἶναι κατεργάσασθαι μέγα οὐδὲ στρατῷ πεζῷ:

  [4] μετεβουλεύετό τε δή σφισι καὶ αὐτίκα ἐπὶ Μεσσηνίους τρέπονται τοὺς ἐν Οἰνιάδαις. καὶ οἱ μὲν ὡς πολιορκήσοντες παρεσκευάζοντο: οὐ γάρ ποτε ὑπελάμβανον ἄνδρας οὕτως ὀλίγους ἐς τοσοῦτον ἀπονοίας ἥξειν ὡς μαχέσασθαι πρὸς τὴν Ἀκαρνάνων ἁπάντων στρατιάν. οἱ δὲ Μεσσήνιοι προητοιμασμένοι μὲν καὶ σῖτον καὶ τὰ ἄλλα ἦσαν ὁπόσα εἰκὸς ἦν, πολιορκίας πειράσεσθαι μακροτέρας ἐλπίζοντες: [5] παρίστατο δέ σφισι πρὸ τῆς μελλούσης πολιορκίας ἀγῶνα ἐκ τοῦ φανεροῦ ποιήσασθαι, μηδὲ ὄντας Μεσσηνίους, οἳ μηδὲ Λακεδαιμονίων ἀνδρίᾳ, τύχῃ δὲ ἠλαττώθησαν, καταπεπλῆχθαι τὸν ἥκοντα ὄχλον ἐξ Ἀκαρνανίας: τό τε Ἀθηναίων ἐν Μαραθῶνι ἔργον ἀνεμιμνήσκοντο, ὡς μυριάδες τριάκοντα ἐφθάρησαν τῶν Μήδων ὑπὸ ἀνδρῶν οὐδὲ ἐς μυρίους ἀριθμόν. [6] καθίσταντό τε δὴ τοῖς Ἀκαρνᾶσιν ἐς ἀγῶνα καὶ ὁ τρόπος λέγεται τῆς μάχης γενέσθαι τοιόσδε. οἳ μέν, ἅτε πλήθει προέχοντες πολύ, οὐ χαλεπῶς περιέβαλον τοὺς Μεσσηνίους, πλὴν ὅσον αἱ πύλαι τε ἀπεῖργον κατὰ νώτου τοῖς Μεσσηνίοις γινόμεναι καὶ οἱ ἀπὸ τοῦ τείχους τοῖς σφετέροις προθύμως ἀμύνοντες: ταύτῃ μὲν δὴ μὴ περισχεθῆναι σφᾶς ἐκώλυε, τὰ δὲ πλευρὰ ἀμφότερα ἐκυκλώσαντο αὐτῶν οἱ Ἀκαρνᾶνες καὶ ἐσηκόντιζον πανταχόθεν. [7] οἱ δὲ Μεσσήνιοι συνεστραμμένοι μετ᾽ ἀλλήλων, ὁπότε ἀθρόοι τοῖς Ἀκαρνᾶσιν ἐμπέσοιεν, ἐτάρασσον μὲν τοὺς κατὰ ταὐτὸ ἑστηκότας καὶ ἐφόνευόν τε αὐτῶν καὶ ἐτίτρωσκον πολλούς, τελέαν δὲ οὐκ ἐδύναντο ἐργάσασθαι φυγήν: ὅπου γὰρ τῆς τάξεως αἴσθοιντό τι οἱ Ἀκαρνᾶνες τῆς αὑτῶν ὑπὸ τῶν Μεσσηνίων διασπώμενον, κατὰ τοῦτο ἀμύνοντες τοῖς βιαζομένοις αὑτῶν ἀνεῖργον τοὺς Μεσσηνίους ἐπικρατοῦντες τῷ πλήθει. [8] οἱ δὲ ὁπότε ἀνακοπεῖεν, κατ᾽ ἄλλο αὖθις πειρώμενοι διακόψαι τὴν Ἀκαρνάνων φάλαγγα τὸ αὐτὸ ἂν ἔπασχον: ὅτῳ μὲν προσβάλλοιεν, διέσειόν τε καὶ τροπὴν ἐπὶ βραχὺ ἐποίουν, ἐπιρρεόντων δὲ αὖθις κατὰ τοῦτο σπουδῇ τῶν Ἀκαρνάνων ἀπετρέποντο ἄκοντες. γενομένου δὲ ἰσορρόπου τοῦ ἀγῶνος ἄχρι ἑσπέρας καὶ Ἀκαρνᾶσιν ὑπὸ τὴν ἐπιοῦσαν νύκτα ἐπελθούσης δυνάμεως ἀπὸ τῶν πόλεων, οὕτω τοῖς Μεσσηνίοις περιειστήκει πολιορκία. [9] καὶ ἁλῶναι μὲν κατὰ κράτος τὸ τεῖχος ἢ ὑπερβάντων τῶν Ἀκαρνάνων ἢ καὶ ἀπολιπεῖν βιασθεῖσιν αὐτοῖς τὴν φρουρὰν δέος ἦν οὐδέν: τὰ δὲ ἐπιτήδειά σφισι πάντα ὁμοίως ὀγδόῳ μηνὶ ἐξανήλωτο. ἐς μὲν δὴ τοὺς Ἀκαρνᾶνας ἐχρῶντο ἀπὸ τοῦ τείχους χλευασίᾳ, μὴ σφᾶς τὰ σιτία προδοῦναί ποτε ἂν μηδὲ ἐς ἔτος δέκατον πολι�
�ρκουμένους: [10] αὐτοὶ δὲ περὶ ὕπνον πρῶτον ἐξελθόντες ἐκ τῶν Οἰνιαδῶν, καὶ γενομένης τοῦ δρασμοῦ σφῶν τοῖς Ἀκαρνᾶσιν αἰσθήσεως καὶ ἐς μάχην ἀναγκασθέντες ἀφικέσθαι, περὶ τριακοσίους μὲν ἀποβάλλουσι καὶ πλείονας ἔτι αὐτοὶ τῶν ἐναντίων κατεργάζονται, τὸ δὲ πολὺ αὐτῶν διεκπίπτουσι διὰ τῶν Ἀκαρνάνων καὶ ἐπιλαμβανόμενοι τῆς Αἰτωλῶν ἐχόντων σφίσιν ἐπιτηδείως ἐς τὴν Ναύπακτον ἀνασώζονται.

  26. τὸ δὲ ἀπὸ τούτου τόν τε ἄλλον χρόνον ἐνέκειτό σφισι τὸ ἐς Λακεδαιμονίους μῖσος καὶ τὴν ἔχθραν ἐς αὐτοὺς μάλιστα ἐπεδείξαντο ἐπὶ τοῦ γενομένου Πελοποννησίοις πρὸς Ἀθηναίους πολέμου: τήν τε γὰρ Ναύπακτον ὁρμητήριον ἐπὶ τῇ Πελοποννήσῳ παρείχοντο καὶ τοὺς ἐν τῇ Σφακτηρίᾳ Σπαρτιατῶν ἀποληφθέντας Μεσσηνίων σφενδονῆται τῶν ἐκ Ναυπάκτου συνεξεῖλον. [2] ἐπεὶ δὲ τὸ πταῖσμα ἐγένετο τὸ Ἀθηναίων ἐν Αἰγὸς ποταμοῖς, οὕτω καὶ ἐκ Ναυπάκτου τοὺς Μεσσηνίους ἐκβάλλουσιν οἱ Λακεδαιμόνιοι ναυσὶν ἐπικρατοῦντες, οἳ ἐς Σικελίαν τε παρὰ τοὺς συγγενεῖς καὶ ἐς Ῥήγιον ἐστάλησαν, τὸ πλεῖστον δὲ αὐτῶν ἔς τε Λιβύην ἀφίκετο καὶ Λιβύης ἐς Εὐεσπερίτας: οἱ γὰρ Εὐεσπερῖται πολέμῳ κακωθέντες ὑπὸ βαρβάρων προσοίκων πάντα τινὰ Ἕλληνα ἐπεκαλοῦντο σύνοικον. ἐς τούτους τῶν Μεσσηνίων τὸ πολὺ ἀπεχώρησεν: ἡγεμὼν δέ σφισιν ἦν Κόμων, ὃς καὶ περὶ τὴν Σφακτηρίαν ἐστρατήγησεν αὐτοῖς. [3] ἐνιαυτῷ δὲ πρότερον ἢ κατορθῶσαι Θηβαίους τὰ ἐν Λεύκτροις, προεσήμαινεν ὁ δαίμων Μεσσηνίοις τὴν ἐς Πελοπόννησον κάθοδον. τοῦτο μὲν γὰρ ἐν Μεσσήνῃ τῇ πρὸς τῷ πορθμῷ τὸν ἱερέα τοῦ Ἡρακλέους λέγουσιν ὀνείρατος ἰδεῖν ὄψιν — τὸν Ἡρακλέα ἔδοξε κληθῆναι τὸν Μάντικλον ἐπὶ ξενίᾳ ἐς Ἰθώμην ὑπὸ τοῦ Διός — , τοῦτο δὲ ἐν Εὐεσπερίταις Κόμων συγγενέσθαι νεκρᾷ τῇ μητρὶ ἐδόκει, συγγενομένου δὲ αὖθίς οἱ τὴν μητέρα ἀναβιῶναι. καὶ ὁ μὲν ἐπήλπιζεν Ἀθηναίων δυνηθέντων ναυτικῷ κάθοδον ἔσεσθαί σφισιν ἐς Ναύπακτον: τὸ δὲ ἄρα ἐδήλου τὸ ὄνειρον ἀνασώσεσθαι Μεσσήνην.

  [4] ἐγένετό τε οὐ μετὰ πολὺ ἐν Λεύκτροις Λακεδαιμονίων τὸ ἀτύχημα ὀφειλόμενον ἐκ παλαιοῦ: Ἀριστοδήμῳ γὰρ τῷ βασιλεύσαντι Μεσσηνίων ἐπὶ τελευτῇ τοῦ χρησμοῦ τοῦ δοθέντος ἐστὶν”ἕρδ᾽ ὅππῃ τὸ χρεών: ἄτη δ᾽ ἄλλοισι πρὸ ἄλλων:

  “ὡς ἐν μὲν τῷ παρόντι ἐκεῖνον δέον καὶ Μεσσηνίους κακῶς πρᾶξαι, χρόνῳ δὲ ὕστερον καὶ Λακεδαίμονα ἐπιληψομένης τῆς ἄτης. [5] τότε δὲ ἐν Λεύκτροις οἱ Θηβαῖοι νενικηκότες ἀγγέλους ἐς Ἰταλίαν τε καὶ Σικελίαν καὶ παρὰ τοὺς Εὐεσπερίτας ἀπέστελλον, ἔκ τε τῆς ἄλλης, εἴ πού τις Μεσσηνίων εἴη, πανταχόθεν ἀνεκάλουν ἐς Πελοπόννησον. οἱ δὲ θᾶσσον ἢ ὡς ἄν τις ἤλπισε συνελέχθησαν γῆς τε τῆς πατρίδος πόθῳ καὶ διὰ τὸ ἐς Λακεδαιμονίους μῖσος παραμεῖναν ἀεί σφισιν. [6] Ἐπαμινώνδᾳ δὲ οὔτε ἄλλως ἐφαίνετο ῥᾴδια ἀξιόμαχον πόλιν ἐποικίσαι Λακεδαιμονίοις οὔτε ὅπου χρὴ κτίσαι τῆς χώρας ἐξευρίσκει: τὴν γὰρ Ἀνδανίαν οἱ

  Μεσσήνιοι καὶ Οἰχαλίαν οὐκ ἔφασαν ἀνοικιεῖν, ὅτι αἱ συμφοραί σφισιν ἐγεγόνεσαν ἐνταῦθα οἰκοῦσιν. ἀποροῦντι οὖν αὐτῷ πρεσβύτην ἄνδρα, ἱεροφάντῃ μάλιστα εἰκασμένον, νύκτωρ φασὶν ἐπιστάντα εἰπεῖν: ‘σοὶ μὲν δῶρά ἐστι παρ᾽ ἐμοῦ κρατεῖν ὅτῳ ἂν μεθ᾽ ὅπλων ἐπέρχῃ: καὶ ἢν ἐξ ἀνθρώπων γένῃ, ἔγωγε ὦ Θηβαῖε ποιήσω μή ποτε ἀνώνυμον μηδὲ ἄδοξόν σε γενέσθαι. σὺ δὲ Μεσσηνίοις γῆν τε πατρίδα καὶ πόλεις ἀπόδος, ἐπειδὴ καὶ τὸ μήνιμα ἤδη σφίσι πέπαυται τὸ Διοσκούρων’. [7] Ἐπαμινώνδᾳ μὲν ταῦτα ἔλεγεν, Ἐπιτέλει δὲ τῷ Αἰσχίνου τάδε ἐμήνυε — στρατηγεῖν δὲ αὐτὸν οἱ Ἀργεῖοι τὸν Ἐπιτέλην καὶ Μεσσήνην ἀνοικίζειν ᾕρηντο — τοῦτον οὖν τὸν ἄνδρα ἐκέλευεν ὁ ὄνειρος, ἔνθα ἂν τῆς Ἰθώμης εὕρῃ πεφυκυῖαν σμίλακα καὶ μυρσίνην, τὸ μέσον ὀρύξαντα αὐτῶν ἀνασῶσαι τὴν γραῦν: κάμνειν γὰρ ἐν τῷ χαλκῷ καθειργμένην θαλάμῳ καὶ ἤδη λιποψυχεῖν αὐτήν. ὁ δὲ Ἐπιτέλης, ὡς ἐπελάμβανεν ἡμέρα, παραγενόμενος ἐς τὸ εἰρημένον χωρίον ἐπέτυχεν ὀρύσσων ὑδρίᾳ χαλκῇ, καὶ αὐτίκα παρὰ τὸν Ἐπαμινώνδαν [8] κομίσας τό τε ἐνύπνιον ἐξηγεῖτο καὶ αὐτὸν ἐκεῖνον τὸ πῶμα ἀφελόντα ἐκέλευεν ὅ τι ἐνείη σκοπεῖσθαι. ὁ δὲ θύσας καὶ εὐξάμενος τῷ πεφηνότι ὀνείρατι ἤνοιγε τὴν ὑδρίαν, ἀνοίξας δὲ εὗρε κασσίτερον ἐληλασμένον ἐς τὸ λεπτότατον: ἐπείλικτο δὲ ὥσπερ τὰ βιβλία. ἐνταῦθα τῶν Μεγάλων θεῶν ἐγέγραπτο ἡ τελετή, καὶ τοῦτο ἦν παρακαταθήκη τοῦ Ἀριστομένους. τοῦτον τὸν ἐπελθόντα τῷ Ἐπιτέλει καὶ Ἐπαμινώνδᾳ καθεύδουσι

  Καύκωνα εἶναι λέγουσιν, ὃς ἀφίκετο ἐξ Ἀθηνῶν ἐς Ἀνδανίαν παρὰ Μεσσήνην τὴν Τριόπα.

  27. τὸ δὲ τῶν Τυνδάρεω παίδων μήνιμα ἐς τοὺς Μεσσηνίους ἤρξατο μὲν πρὸ τῆς ἐν Στενυκλήρῳ μάχης, γενέσθαι δὲ αὐτὸ δι᾽ αἰτίαν τοιάνδε εἰκάζω. μειράκια ὡραῖα ἐξ Ἀνδανίας, Πάνορμος καὶ Γώνιππος, τά τε ἄλλα οἰκείως εἶχον ἀλλήλοις καὶ κοινὰς ἐπὶ τὰς μάχας ἐξόδους καὶ καταδρομὰς ἐποιοῦντο ἐς τὴν Λακωνικήν. [2] Λακεδαιμονίων δὲ ἐπὶ στρατοπέδου Διοσκούροις ἑορτὴν ἀγόντων καὶ ἤδη πρὸς πότον καὶ παιδιὰς τετραμμένων μετὰ τὸ ἄριστον, ὁ Γώνιππος καὶ ὁ Πάνορμος χιτῶνας λευκοὺς καὶ χλαμύδας πορφυρᾶς ἐνδύντες ἐπί τε ἵπ
πων τῶν καλλίστων ὀχούμενοι καὶ ἐπὶ ταῖς κεφαλαῖς πίλους, ἐν δὲ ταῖς χερσὶ δόρατα ἔχοντες ἐπιφαίνονται Λακεδαιμονίοις. οἱ δὲ ὡς εἶδον, προσεκύνουν τε καὶ εὔχοντο, ἀφῖχθαι δοκοῦντές σφισιν αὐτοὺς ἐς τὴν θυσίαν τοὺς Διοσκούρους. [3] οἱ νεανίσκοι δὲ ὡς ἅπαξ ἀνεμίχθησαν, διεξήλαυνον διὰ πάντων παίοντες τοῖς δόρασι, καὶ ἤδη κειμένων πολλῶν ἀποχωροῦσιν ἐς Ἀνδανίαν, καθυβρίσαντες τῶν Διοσκούρων τῇ θυσίᾳ. τοῦτο ἐμοὶ δοκεῖν προήγαγε τοὺς Διοσκούρους ἐς τὸ ἔχθος τὸ Μεσσηνίων: τότε δέ, ὡς ἐδήλου τῷ Ἐπαμινώνδᾳ τὸ ὄνειρον, οὐκ ἦν ἔτι τοῖς Διοσκούροις ἀκούσιος τῶν Μεσσηνίων ἡ κάθοδος. [4] μάλιστα δὲ τὸν Ἐπαμινώνδαν ἐς τὸν οἰκισμὸν οἱ Βάκιδος ἐνῆγον χρησμοί. Βάκιδι γὰρ μανέντι ἐκ Νυμφῶν ἐς ἄλλους τέ ἐστιν Ἑλλήνων καὶ ἐς τὴν Μεσσηνίων κάθοδον προειρημένα “καὶ τότε δὴ Σπάρτης μὲν ἀπ᾽ ἀγλαὸν ἄνθος ὀλεῖται,

  Μεσσήνη δ᾽ αὖτις οἰκήσεται ἤματα πάντα.

  “ἐγὼ δὲ καὶ περὶ τῆς Εἴρας, ὅντινα ἁλώσοιτο τρόπον, Βάκιν ἐφώρασα εἰρηκότα: καί οἱ καὶ τόδε ἐστὶ τῶν χρησμῶν,”οἵ τ᾽ ἀπὸ Μεσσήνης πατάγῳ κρουνοῖς τε δαμείσης.

 

‹ Prev