Delphi Complete Works of Pausanias
Page 361
[4] ἔστι καὶ Ἀπόλλωνος Θεοξενίου Πελληνεῦσιν ἱερόν, τὸ δὲ ἄγαλμα χαλκοῦ πεποίηται: καὶ ἀγῶνα ἐπιτελοῦσι Θεοξένια τῷ Ἀπόλλωνι, τιθέντες ἀργύριον ἆθλα τῆς νίκης, καὶ ἄνδρες ἀγωνίζονται τῶν ἐπιχωρίων. πλησίον δὲ τοῦ Ἀπόλλωνος ναός ἐστιν Ἀρτέμιδος: τοξευούσης δὲ ἡ θεὸς παρέχεται σχῆμα. ᾠκοδόμηται δὲ καὶ ἔλυτρον κρήνης ἐν τῇ ἀγορᾷ, καὶ λουτρά ἐστιν αὐτοῖς τὸ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ, ἐπεί τοι πίνειν πηγαί σφισιν ὑπὸ τὴν πόλιν εἰσὶν οὐ πολλαί: τὸ δὲ χωρίον, ἔνθα αἱ πηγαί, Γλυκείας ὀνομάζουσι.
[27.4] There is also at Pellene a sanctuary of Apollo, the Strangers’ God, and the image is made of bronze. They hold in honor of Apollo games that they call Theoxenia, with money as the prizes of victory, the competitors being the natives. Near the sanctuary of Apollo is a temple of Artemis, the goddess being represented in the attitude of shooting. In the market-place is built a tank, and for bathing they use rain-water, since for drinking there are a few springs beneath the city. The place where the springs are they name Glyceiae (Sweet Springs).
[5] γυμνάσιον δὲ ἀρχαῖον ἐς ἐφήβων μάλιστα ἀνεῖται μελέτην: οὐδὲ ἐς τὴν πολιτείαν ἐγγραφῆναι πρότερον καθέστηκεν οὐδενὶ πρὶν ἂν ἐφηβεύσωσιν. ἐνταῦθα ἀνὴρ Πελληνεὺς ἕστηκε Πρόμαχος ὁ Δρύωνος, ἀνελόμενος παγκρατίου νίκας, τὴν μὲν Ὀλυμπίασι, τρεῖς δ᾽ Ἰσθμίων καὶ Νεμέᾳ δύο: καὶ αὐτοῦ καὶ εἰκόνας ποιήσαντες οἱ Πελληνεῖς τὴν μὲν ἐς Ὀλυμπίαν ἀνέθεσαν, τὴν δὲ ἐν τῷ γυμνασίῳ, λίθου ταύτην καὶ οὐ χαλκοῦ.
[27.5] There is an old gymnasium chiefly given up to the exercises of the youths. No one may be enrolled on the register of citizens before he has been on the register of youths. Here stands a man of Pellene called Promachus, the son of Dryon, who won prizes in the pancratium, one at Olympia, three at the Isthmus and two at Nemea. The Pellenians made two statues of him, dedicating one at Olympia and one in the gymnasium; the latter is of stone, not bronze.
[6] λέγεται δὲ καὶ ὡς Κορινθίου συνεστῶτος πολέμου Πελληνεῦσιν ἀποκτείνειεν ὁ Πρόμαχος πλείστους τῶν ἀντιτεταγμένων. λέγεται δὲ καὶ ὡς Πουλυδάμαντος τοῦ Σκοτουσσαίου κρατήσειεν ἐν Ὀλυμπίᾳ: τὸν δὲ Πουλυδάμαντα δεύτερα τότε ἐς τὸν ἀγῶνα ἀφῖχθαι τὸν Ὀλυμπικὸν παρὰ βασιλέως τοῦ Περσῶν ἀνασωθέντα οἴκαδε. Θεσσαλοὶ δὲ ἡσσηθῆναι Πουλυδάμαντα οὐχ ὁμολογοῦντες παρέχονται καὶ ἄλλα ἐς πίστιν καὶ ἐλεγεῖον ἐπὶ τῷ Πουλυδάμαντι:”ὦ τροφὲ Πουλυδάμαντος ἀνικάτου Σκοτόεσσα.
“unknown
[27.6] It is said too that when a war arose between Corinth and Pellene, Promachus killed a vast number of the enemy. It is said that he also overcame at Olympia Pulydamas of Scotusa, this being the occasion when, after his safe return home from the king of Persia, he came for the second time to compete in the Olympic games. The Thessalians, however, refuse to admit that Pulydamas was beaten; one of the pieces of evidence they bring forward is a verse about Pulydamas: —
Scotoessa, nurse of unbeaten Pulydamas. unknown
[7] Πελληνεῖς δ᾽ οὖν Πρόμαχον τὰ μάλιστα ἄγουσιν ἐν τιμῇ. Χαίρωνα δὲ δύο ἀνελόμενον πάλης νίκας Ἰσθμικὰς καὶ ἐν Ὀλυμπίᾳ τέσσαρας οὐδὲ ἀρχὴν ἐθέλουσιν ὀνομάζειν, ὅτι κατέλυσε πολιτείαν ἐμοὶ δοκεῖν τὴν ἐν Πελλήνῃ, δῶρον τὸ ἐπιφθονώτατον παρὰ Ἀλεξάνδρου τοῦ Φιλίππου λαβών, τύραννος πατρίδος τῆς αὑτοῦ καταστῆναι.
[27.7] Be this as it may, the people of Pellene hold Promachus in the highest honor. But Chaeron, who carried off two prizes for wrestling at the Isthmian games and four at the Olympian, they will not even mention by name. This I believe is because he overthrew the constitution of Pellene, and received from Alexander, the son of Philip, the most invidious of all gifts, to be set up as tyrant of one’s own fatherland.
[8] ἔστι δὲ καὶ Εἰλειθυίας Πελληνεῦσιν ἱερόν: τοῦτο ἐν μοίρᾳ τῆς πόλεως τῇ ἐλάσσονί ἐστιν ἱδρυμένον. τὸ δὲ ὀνομαζόμενον Ποσείδιον τὰ μὲν ἀρχαιότερα ἦν δῆμος, ἔρημον δὲ ἐφ᾽ ἡμῶν. ἔστι μὲν δὴ τὸ Ποσείδιον τοῦτο ὑπὸ τὸ γυμνάσιον, διαμεμένηκε δὲ καὶ ἐς τόδε ἔτι αὐτῷ Ποσειδῶνος ἱερὸν νομίζεσθαι.
[27.8] Pellene has also a sanctuary of Eileithyia, which is situated in the lesser portion of the city. What is called the Poseidium in more ancient days was a township, but to-day it is uninhabited. This Poseidium is below the gymnasium, and down to the present day it has been considered sacred to Poseidon.
THE MYSAEUM & ASCLEPIUM
[9] Πελλήνης δὲ ὅσον στάδια ἑξήκοντα ἀπέχει τὸ Μύσαιον, ἱερὸν Δήμητρος Μυσίας: ἱδρύσασθαι δὲ αὐτὸ Μύσιόν φασιν ἄνδρα Ἀργεῖον, ἐδέξατο δὲ οἴκῳ Δήμητρα καὶ ὁ Μύσιος λόγῳ τῷ Ἀργείων. ἔστι δὲ ἄλσος ἐν τῷ Μυσαίῳ, δένδρα ὁμοίως τὰ πάντα, καὶ ὕδωρ ἄφθονον ἄνεισιν ἐκ πηγῶν. ἄγουσι δὲ καὶ ἑορτὴν τῇ Δήμητρι ἐνταῦθα ἡμερῶν ἑπτά:
[27.9] About sixty stades distant from Pellene is the Mysaeum, a sanctuary of the Mysian Demeter. It is said that it was founded by Mysius, a man of Argos, who according to Argive tradition gave Demeter a welcome in his home. There is a grove in the Mysaeum, containing trees of every kind, and in it rises a copious supply of water from springs. Here they also celebrate a seven days’ festival in honor of Demeter.
[10] τρίτῃ δὲ ἡμέρᾳ τῆς ἑορτῆς ὑπεξίασιν οἱ ἄνδρες ἐκ τοῦ ἱεροῦ, καταλειπόμεναι δὲ αἱ γυναῖκες δρῶσιν ἐν τῇ νυκτὶ ὁπόσα νόμος ἐστὶν αὐταῖς: ἀπελαύνονται δὲ οὐχ οἱ ἄνδρες μόνον ἀλλὰ καὶ τῶν κυνῶν τὸ ἄρρεν. ἐς δὲ τὴν ἐπιοῦσαν ἀφικομένων ἐς τὸ ἱερὸν τῶν ἀνδρῶν, αἱ γυναῖκές τε ἐς αὐτοὺς καὶ ἀνὰ μέρος ἐς τὰς γυναῖκας οἱ ἄνδρες γέλωτί τε ἐς ἀλλήλους χρῶνται καὶ σκώμμασιν.
[27.10] On the third day of the festival the men withdraw from the sanctuary, and the women are left to perform on that night the ritual that custom demands. Not only men are excluded, but even male dogs. On the following day the men come to the sanctuary, and the men and the women laugh and jeer at one another in turn.
[11] ἀπωτέρω δὲ οὐ πολὺ ἀπὸ τοῦ Μυσαίου ἱερόν ἐστιν Ἀσκληπιοῦ καλούμενον Κῦρος, καὶ ἰάματα ἀνθρώποις παρὰ τοῦ θεοῦ γίνεται. ὕδωρ δὲ καὶ ἐνταῦθα ἀνέδην ἐστί, καὶ ἐπὶ τῇ μεγίστῃ τῶν πηγῶν τοῦ Ἀσκληπιοῦ τὸ ἄγαλμα ἵδρυται. ποταμοὶ δὲ �
��κ τῶν ὀρῶν κατέρχονται τῶν ὑπὲρ τὴν Πελλήνην, πρὸς μὲν Αἰγείρας καλούμενος Κριός: ἔχειν δὲ αὐτὸν τὸ ὄνομα ἀπὸ Τιτᾶνος Κριοῦ:
[27.11] At no great distance from the Mysaeum is a sanctuary of Asclepius, called Cyrus, where cures of patients are effected by the god. Here too there is a copious supply of water, and at the largest of the springs stands the image of Asclepius.
RIVERS CRIUS & SYTHAS
Rivers come down from the mountains above Pellene, the one on the side nearest Aegeira being called Crius, after, it is said, a Titan of the same name.
[12] Κριὸς δὲ καὶ ἄλλος ὠνόμασται ποταμός, ὃς ἀρχόμενος ἐκ Σιπύλου τοῦ ὄρους ἐς τὸν Ἕρμον κάτεισι. καθότι δὲ Πελληνεῦσιν ὅροι τῆς χώρας πρὸς Σικυωνίους εἰσί, κατὰ τοῦτο ποταμός σφισι Σύθας, ἔσχατος ποταμῶν τῶν Ἀχαϊκῶν, ἐς τὴν Σικυωνίαν ἐκδίδωσι θάλασσαν.
[27.12] There is another river called Crius, which rises in Mount Sipylus and is a tributary of the Hermus. Where the territory of Pellene borders on that of Sicyon is a Pellenian river Sythas, the last of the Achaean rivers, which flows into the Sicyonian sea.
BOOK VIII.
Ἀρκαδικά
BOOK VIII.
ARCADIA, MYTHICAL HISTORY
1. Ἀρκάδων δὲ τὰ πρὸς τῆς Ἀργείας Τεγεᾶταί τε ἔχουσι καὶ Μαντινεῖς, νέμονται δὲ οὗτοί τε καὶ τὸ ἄλλο Ἀρκαδικὸν τὸ μεσόγαιον τῆς Πελοποννήσου. Κορίνθιοι γὰρ οἰκοῦσιν ἐπὶ τῷ ἰσθμῷ πρῶτοι: Κορινθίοις δὲ τὰ πρὸς θαλάσσης εἰσὶν Ἐπιδαύριοι γείτονες: τὰ δὲ ἐς Ἐπίδαυρον καὶ Τροιζῆνά τε καὶ Ἑρμιόνα ὁ κόλπος ἐστὶν ὁ Ἀργολικὸς καὶ ὅσα ἐπιθαλάσσια τῆς Ἀργείας: ταύτης δὲ ἔχονται τῆς χώρας Λακεδαιμονίων περίοικοι, τούτοις δὲ ὅμορος ἡ Μεσσηνία: καταβαίνει γὰρ μέχρι θαλάσσης ἐς Μοθώνην καὶ Πύλον καὶ ἐπὶ Κυπαρισσιάς.
[1.1] I. The part of Arcadia that lies next to the Argive land is occupied by Tegeans and Mantineans, who with the rest of the Arcadians inhabit the interior of the Peloponnesus. The first people within the peninsula are the Corinthians, living on the Isthmus, and their neighbors on the side sea-wards are the Epidaurians. Along Epidaurus, Troezen, and Nermion, come the Argolic Gulf and the coast of Argolis; next to Argolis come the vassals of Lacedaemon, and these border on Messenia, which comes down to the sea at Mothone, Pylus and Cyparissiae.
[2] τὰ δὲ πρὸς Λεχαίου Κορινθίοις Σικυώνιοι προσοικοῦσιν ἔσχατοι ταύτῃ μοίρας τῆς Ἀργολίδος: μετὰ δὲ Σικυῶνα Ἀχαιοὶ τὸ ἐντεῦθέν εἰσιν οἱ παρὰ τὸν αἰγιαλὸν οἰκοῦντες: τὸ δὲ ἕτερον Πελοποννήσου πέρας τὸ ἀπαντικρὺ τῶν Ἐχινάδων οἰκοῦσιν Ἠλεῖοι: τῆς δὲ γῆς τῆς Ἠλείας κατὰ μὲν Ὀλυμπίαν καὶ τοῦ Ἀλφειοῦ τὰς ἐκβολὰς πρὸς τὴν Μεσσηνίαν εἰσὶν ὅροι, τὰ δὲ πρὸς Ἀχαΐαν Δυμαίων εἰσὶν ὅμοροι.
[1.2] On the side of Lechaeum the Corinthians are bounded by the Sicyonians, who dwell in the extreme part of Argolis on this side. After Sicyon come the Achaeans who live along the coast at the other end of the Peloponnesus, opposite the Echinadian islands, dwell the Eleans. The land of Elis, on the side of Olympia and the mouth of the Alpheius, borders on Messenia; on the side of Achaia it borders on the land of Dyme.
[3] τούτων τῶν κατειλεγμένων καθηκόντων ἐπὶ θάλασσαν Ἀρκάδες τὸ ἐντὸς οἰκοῦσιν ἀποκλειόμενοι θαλάσσης πανταχόθεν: ὅθεν σφᾶς καὶ Ὅμηρος ἀφικέσθαι φησὶν ἐς Τροίαν παρ᾽ Ἀγαμέμνονος πλοῖα εἰληφότας καὶ οὐχὶ ναυσὶν οἰκείαις.
[1.3] These that I have mentioned extend to the sea, but the Arcadians are shut off from the sea on every side and dwell in the interior. Hence, when they went to Troy, so Homer says, they did not sail in their own ships, but in vessels lent by Agamemnon.
[4] φασὶ δὲ Ἀρκάδες ὡς Πελασγὸς γένοιτο ἐν τῇ γῇ ταύτῃ πρῶτος. εἰκὸς δὲ ἔχει τοῦ λόγου καὶ ἄλλους ὁμοῦ τῷ Πελασγῷ μηδὲ αὐτὸν Πελασγὸν γενέσθαι μόνον: ποίων γὰρ ἂν καὶ ἦρχεν ὁ Πελασγὸς ἀνθρώπων; μεγέθει μέντοι καὶ κατὰ ἀλκὴν καὶ κάλλος προεἶχεν ὁ Πελασγὸς καὶ γνώμην ὑπὲρ τοὺς ἄλλους ἦν, καὶ τούτων ἕνεκα αἱρεθῆναί μοι δοκεῖ βασιλεύειν ὑπ᾽ αὐτῶν. πεποίηται δὲ καὶ Ἀσίῳ τοιάδε ἐς αὐτόν:”Ἀντίθεον δὲ Πελασγὸν ἐν ὑψικόμοισιν ὄρεσσι
γαῖα μέλαιν᾽ ἀνέδωκεν, ἵνα θνητῶν γένος εἴη.
“Asius, unknown location.
[1.4] The Arcadians say that Pelasgus was the first inhabitant of this land. It is natural to suppose that others accompanied Pelasgus, and that he was not by himself; for otherwise he would have been a king without any subjects to rule over. However, in stature and in prowess, in beauty and in wisdom, Pelasgus excelled his fellows, and for this reason, I think, he was chosen to be king by them. Asius the poet says of him:–
The godlike Pelasgus on the wooded mountains
Black earth gave up, that the race of mortals might exist. Asius, unknown location.
[5] Πελασγὸς δὲ βασιλεύσας τοῦτο μὲν ποιήσασθαι καλύβας ἐπενόησεν, ὡς μὴ ῥιγοῦν τε καὶ ὕεσθαι τοὺς ἀνθρώπους μηδὲ ὑπὸ τοῦ καύματος ταλαιπωρεῖν: τοῦτο δὲ τοὺς χιτῶνας τοὺς ἐκ τῶν δερμάτων τῶν οἰῶν, οἷς καὶ νῦν περί τε Εὔβοιαν ἔτι χρῶνται καὶ ἐν τῇ Φωκίδι ὁπόσοι βίου σπανίζουσιν, οὗτός ἐστιν ὁ ἐξευρών. καὶ δὴ καὶ τῶν φύλλων τὰ ἔτι χλωρὰ καὶ πόας τε καὶ ῥίζας οὐδὲ ἐδωδίμους, ἀλλὰ καὶ ὀλεθρίους ἐνίας
σιτουμένους τοὺς ἀνθρώπους τούτων μὲν ἔπαυσεν ὁ Πελασγός:
[1.5] Pelasgus on becoming king invented huts that humans should not shiver, or be soaked by rain, or oppressed by heat. Moreover; he it was who first thought of coats of sheep-skins, such as poor folk still wear in Euboea and Phocis. He too it was who checked the habit of eating green leaves, grasses, and roots always inedible and sometimes poisonous.
[6] ὁ δὲ τὸν καρπὸν τῶν δρυῶν οὔτι που πασῶν, ἀλλὰ τὰς βαλάνους τῆς φηγοῦ τροφὴν ἐξεῦρεν εἶναι. παρέμεινέ τε ἐνίοις ἐς τοσοῦτο ἀπὸ Πελασγοῦ τούτου ἡ δίαιτα, ὡς καὶ τὴν Πυθίαν, ἡνίκα Λακεδαιμονίοις γῆς τῆς Ἀρκάδων ἀπηγόρευεν ἅπτεσθαι, καὶ τάδε εἰπεῖν τὰ ἔπη: “πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν,
οἵ σ᾽ ἀποκωλύσουσιν: ἐγὼ δέ τοι οὔ τι μεγαίρω.
“Πελασγοῦ δὲ βασιλεύοντος γενέσθαι καὶ τῇ χώρᾳ Πελασγίαν φασὶν ὄνομα.
&nb
sp; [1.6] But he introduced as food the nuts of trees, not those of all trees but only the acorns of the edible oak. Some people have followed this diet so closely since the time of Pelasgus that even the Pythian priestess, when she forbade the Lacedaemonians to touch the land of the Arcadians, uttered the following verses:–
In Arcadia are many men who eat acorns,
Who will prevent you; though I do not grudge it you.
It is said that it was in the reign of Pelasgus that the land was called Pelasgia.
2. Λυκάων δὲ ὁ Πελασγοῦ τοσάδε εὗρεν ἢ ὁ πατήρ οἱ σοφώτερα: Λυκόσουράν τε γὰρ πόλιν ᾤκισεν ἐν τῷ ὄρει τῷ Λυκαίῳ καὶ Δία ὠνόμασε Λυκαῖον καὶ ἀγῶνα ἔθηκε Λύκαια. οὐκέτι δὲ τὰ παρ᾽ Ἀθηναίοις Παναθήναια τεθῆναι πρότερα ἀποφαίνομαι: τούτῳ γὰρ τῷ ἀγῶνι Ἀθήναια ὄνομα ἦν, Παναθήναια δὲ κληθῆναί φασιν ἐπὶ Θησέως, ὅτι ὑπὸ Ἀθηναίων ἐτέθη συνειλεγμένων ἐς μίαν ἁπάντων πόλιν.
[2.1] II. Lycaon the son of Pelasgus devised the following plans, which were more clever than those of his father. He founded the city Lycosura on Mount Lycaeus, gave to Zeus the surname Lycaeus and founded the Lycaean games. I hold that the Panathenian festival was not founded before the Lycaean. The early name for the former festival was the Athenian, which was changed to the Panathenian in the time of Theseus, because it was then established by the whole Athenian people gathered together in a single city.
[2] ὁ δὲ ἀγὼν ὁ Ὀλυμπικὸς — ἐπανάγουσι γὰρ δὴ αὐτὸν ἐς τὰ ἀνωτέρω τοῦ ἀνθρώπων γένους, Κρόνον καὶ Δία αὐτόθι παλαῖσαι λέγοντες καὶ ὡς Κούρητες δράμοιεν πρῶτοι — τούτων ἕνεκα ἐκτὸς ἔστω μοι τοῦ παρόντος λόγου. δοκῶ δὲ ἔγωγε Κέκροπι ἡλικίαν τῷ βασιλεύσαντι Ἀθηναίων καὶ Λυκάονι εἶναι τὴν αὐτήν, σοφίᾳ δὲ οὐχ ὁμοίᾳ σφᾶς ἐς τὸ θεῖον χρήσασθαι.