Book Read Free

Delphi Complete Works of Pausanias

Page 382

by Pausanias


  [38.11] On the right of Lycosura are the mountains called Nomian, and on them is a sanctuary of Nomian Pan; the place they name Melpeia, saying that here Pan discovered the music of the pipes. It is a very obvious conjecture that the name of the Nomian Mountains is derived from the pasturings (nomai) of Pan, but the Arcadians themselves derive the name from a nymph.

  PHIGALIA

  39. παρὰ δὲ τὴν Λυκόσουραν ὡς ἐπὶ ἡλίου δυσμὰς ποταμὸς Πλατανιστὼν παρέξεισιν: ἀνδρὶ δὲ ἰόντι ἐς Φιγαλίαν ἀνάγκη πᾶσα διαβῆναι τὸν Πλατανιστῶνα, μετὰ δὲ αὐτόν ἐστιν ἄνοδος ὅσον τε σταδίους τριάκοντα ἢ πλείους τῶν τριάκοντα οὐ πολλῷ.

  [39.1] XXXIX. By Lycosura to the west passes the river Plataniston. No traveller can possibly avoid crossing the Plataniston who is going to Phigalia. Afterwards there is an ascent for some thirty stades or so.

  [2] τὰ δὲ ἐς τὸν Λυκάονος Φίγαλον — οὗτος γὰρ δὴ τῇ πόλει τὸ ἐξ ἀρχῆς ἐγένετο οἰκιστής — καὶ ὡς μετέβαλεν ἀνὰ χρόνον ἀπὸ Φιάλου Βουκολίωνος τὸ ὄνομα ἡ πόλις καὶ αὖθις τε ἀνεσώσατο τὸ ἀρχαῖον, τόδε μὲν καὶ πρότερον ἔτι ἐσήμαινεν ἡμῖν ὁ λόγος: λέγεται δὲ καὶ ἄλλα οὐκ ἀξιόχρεα ἐς πίστιν, ἄνδρα αὐτόχθονα εἶναι τὸν Φίγαλον καὶ οὐ Λυκάονος παῖδα: τοῖς δὲ εἰρημένον ἐστὶν ὡς ἡ Φιγαλία νύμφη τῶν καλουμένων εἴη Δρυάδων.

  [39.2] The story of Phigalus, the son of Lycaon, who was the original founder of the city, how in course of time the city made a change and called itself after Phialus, the son of Bucolion, and again restored its old name, I have already set forth. Another account, but not worthy of credit, is current, that Phigalus was not a son of Lycaon but an aboriginal. Others have said that Phigalia was one of the nymphs called Dryads.

  PHIGALIA, HISTORY

  [3] Λακεδαιμόνιοι δὲ ἡνίκα Ἀρκάσιν ἐπεχείρησαν καὶ ἐσέβαλον ἐς τὴν Φιγαλίαν στρατιᾷ, μάχῃ τε νικῶσι τοὺς ἐπιχωρίους καὶ ἐπολιόρκουν προσκαθεζόμενοι: κινδυνεύοντος δὲ ἁλῶναι τοῦ τείχους ἐκδιδράσκουσιν οἱ Φιγαλεῖς, ἢ καὶ οἱ Λακεδαιμόνιοι σφᾶς ἀφιᾶσιν ἐξελθεῖν ὑποσπόνδους. ἐγένετο δὲ ἡ τῆς Φιγαλίας ἅλωσις καὶ Φιγαλέων ἡ ἐξ αὐτῆς φυγὴ Μιλτιάδου μὲν Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς τριακοστῆς Ὀλυμπιάδος, ἣν Χίονις Λάκων ἐνίκα τὸ τρίτον.

  [39.3] When the Lacedaemonians attacked the Arcadians and invaded Phigalia, they overcame the inhabitants in battle and sat down to besiege the city. When the walls were in danger of capture the Phigalians ran away, or perhaps the Lacedaemonians let them come out under a truce. The taking of Phigalia and the flight of the Phigalians from it took place when Miltiades was Archon at Athens, in the second year of the thirtieth Olympiad, when Chionis the Laconian was victorious for the third time.

  [4] Φιγαλέων δὲ τοῖς διαπεφευγόσιν ἔδοξεν ἀφικομένοις ἐς Δελφοὺς ἐρωτᾶν ὑπὲρ καθόδου τὸν θεόν: καί σφισιν ἡ Πυθία καθ᾽ αὑτοὺς μὲν πειρωμένοις ἐς Φιγαλίαν κατελθεῖν οὐχ ὁρᾶν ἔφη κάθοδον, εἰ δὲ λογάδας ἑκατὸν ἐξ Ὀρεσθασίου προσλάβοιεν, τοὺς μὲν ἀποθανεῖσθαι παρὰ τὴν μάχην, Φιγαλεῦσι δὲ ἔσεσθαι δι᾽ αὐτῶν κάθοδον. Ὀρεσθάσιοι δὲ ὡς τὴν γενομένην τοῖς Φιγαλεῦσιν ἐπύθοντο μαντείαν, ἄλλος ἔφθανεν ἄλλον σπουδῇ λογάδων τε τῶν ἑκατὸν αὐτὸς ἕκαστος γενέσθαι καὶ ἐξόδου τῆς ἐς Φιγαλίαν μετασχεῖν.

  [39.4] The Phigalians who escaped resolved to go to Delphi and ask the god about their return. The Pythian priestess said that if they made the attempt by themselves she saw no return for them; but if they took with them one hundred picked men from Oresthasium, these would die in the battle, but through them the Phigalians would be restored to their city. When the Oresthasians heard of the oracle delivered to the Phigalians, all vied with one another in their eagerness to be one of the picked hundred and take part in the expedition to Phigalia.

  [5] παρελθόντες δὲ ἐπὶ τὴν Λακεδαιμονίων φρουρὰν ἄγουσιν ἐς πάντα ἐπὶ τέλος τὸν χρησμόν: καὶ γὰρ αὐτοῖς λόγου μαχεσαμένοις ἀξίως ἐπεγένετο ἡ τελευτὴ καὶ ἐξελάσαντες τοὺς Σπαρτιάτας παρέσχον Φιγαλεῦσιν ἀπολαβεῖν τὴν πατρίδα.

  κεῖται δὲ ἡ Φιγαλία ἐπὶ μετεώρου μὲν καὶ ἀποτόμου τὰ πλέονα, καὶ ἐπὶ τῶν κρημνῶν ᾠκοδομημένα ἐστὶ τείχη σφίσιν: ἀνελθόντι δὲ ὁμαλής ἐστιν ὁ λόφος ἤδη καὶ ἐπίπεδος. ἔστι δὲ Σωτείρας τε ἱερὸν ἐνταῦθα Ἀρτέμιδος καὶ ἄγαλμα ὀρθὸν λίθου: ἐκ τούτου δὲ τοῦ ἱεροῦ καὶ τὰς πομπάς σφισι πέμπειν κατέστη.

  [39.5] They advanced against the Lacedaemonian garrison and fulfilled the oracle in all respects. For they fought and met their end gloriously; expelling the Spartans they enabled the Phigalians to recover their native land.

  Phigalia lies on high land that is for the most part precipitous, and the walls are built on the cliffs. But on the top the hill is level and flat. Here there is a sanctuary of Artemis Saviour with a standing image of stone. From this sanctuary it is their custom to start their processions.

  [6] ἐν δὲ τῷ γυμνασίῳ τὸ ἄγαλμα τοῦ Ἑρμοῦ ἀμπεχομένῳ μὲν ἔοικεν ἱμάτιον, καταλήγει δὲ οὐκ ἐς πόδας, ἀλλὰ ἐς τὸ τετράγωνον σχῆμα. πεποίηται δὲ καὶ Διονύσου ναός: ἐπίκλησις μέν ἐστιν αὐτῷ παρὰ τῶν ἐπιχωρίων Ἀκρατοφόρος, τὰ κάτω δὲ οὐκ ἔστι σύνοπτα τοῦ ἀγάλματος ὑπὸ δάφνης τε φύλλων καὶ κισσῶν. ὁπόσον δὲ αὐτοῦ καθορᾶν ἔστιν, ἐπαλήλιπται *** κιννάβαρι ἐκλάμπειν: εὑρίσκεσθαι δὲ ὑπὸ τῶν Ἰβήρων ὁμοῦ τῷ χρυσῷ λέγεται.

  [39.6] The image of Hermes in the gymnasium is like to one dressed in a cloak; but the statue does not end in feet, but in the square shape. A temple also of Dionysus is here, who by the inhabitants is surnamed Acratophorus, but the lower part of the image cannot be seen for laurel-leaves and ivy. As much of it as can be seen is painted . . . with cinnabar to shine. It is said to be found by the Iberians along with the gold.

  40. Φιγαλεῦσι δὲ ἀνδριάς ἐστιν ἐπὶ τῆς ἀγορᾶς Ἀρραχίωνος τοῦ παγκρατιαστοῦ, τά τε ἄλλα ἀρχαῖος καὶ οὐχ ἥκιστα ἐπὶ τῷ σχήματι: οὐ διεστᾶσι μὲν πολὺ οἱ πόδες, καθεῖνται δὲ παρὰ πλευρὰν αἱ χεῖρες ἄχρι τῶν γλουτῶν. πεποίηται μὲν δὴ ἡ εἰκὼν λίθου, λέγουσι δὲ καὶ ἐπίγραμμα ἐπ᾽ αὐτὴν γραφῆναι: καὶ τοῦτο μὲν ἠφάνιστο ὑπὸ τοῦ χρόνου, τῷ δὲ Ἀρραχίωνι ἐγένοντο Ὀλυμπικαὶ νῖκαι δύο �
�ὲν Ὀλυμπιάσι ταῖς πρὸ τῆς τετάρτης καὶ πεντηκοστῆς, ἐγένετο δὲ καὶ ἐν αὐτῇ σὺν δικαίῳ τε ἐκ τῶν Ἑλλανοδικῶν καὶ Ἀρραχίωνος αὐτοῦ τῇ ἀρετῇ.

  [40.1] XL. The Phigalians have on their market-place a statue of the pancratiast Arrhachion; it is archaic, especially in its posture. The feet are close together, and the arms hang down by the side as far as the hips. The statue is made of stone, and it is said that an inscription was written upon it. This has disappeared with time,

  ARRHACHION & CREUGAS, HISTORIES

  but Arrhachion won two Olympic victories at Festivals before the fifty-fourth, while at this Festival he won one due partly to the fairness of the Umpires and partly to his own manhood.

  [2] ὡς γὰρ δὴ πρὸς τὸν καταλειπόμενον ἔτι τῶν ἀνταγωνιστῶν ἐμάχετο ὑπὲρ τοῦ κοτίνου, ὁ μὲν προέλαβεν ὅστις δὴ ὁ ἀνταγωνιζόμενος καὶ τοῖς ποσὶ τὸν Ἀρραχίωνα εἶχεν ἐζωκὼς καὶ τὸν τράχηλον ἐπίεζεν ἅμα αὐτοῦ ταῖς χερσίν: ὁ δὲ Ἀρραχίων ἐκκλᾷ τῶν ἐν τῷ ποδὶ τοῦ ἀνταγωνιζομένου δάκτυλον, καὶ Ἀρραχίων τε τὴν ψυχὴν ἀφίησιν ἀγχόμενος καὶ ὁ ἄγχων τὸν Ἀρραχίωνα ὑπὸ τοῦ δακτύλου τῆς ὀδύνης κατὰ τὸν καιρὸν ἀπαγορεύει τὸν αὐτόν. Ἠλεῖοι δὲ ἐστεφάνωσάν τε καὶ ἀνηγόρευσαν νικῶντα τοῦ Ἀρραχίωνος τὸν νεκρόν.

  [40.2] For when he was contending for the wild olive with the last remaining competitor, whoever he was, the latter got a grip first, and held Arrhachion, hugging him with his legs, and at the same time he squeezed his neck with his hands. Arrhachion dislocated his opponent’s toe, but expired owing to suffocation; but he who suffocated Arrhachion was forced to give in at the same time because of the pain in his toe. The Eleans crowned and proclaimed victor the corpse of Arrhachion.

  [3] ἐοικὸς δὲ καὶ Ἀργείους οἶδα ἐπὶ Κρεύγᾳ ποιήσαντας Ἐπιδαμνίῳ πύκτῃ: καὶ γὰρ Ἀργεῖοι τεθνεῶτι ἔδοσαν τῷ Κρεύγᾳ τῶν Νεμείων τὸν στέφανον, ὅτι ὁ πρὸς αὐτὸν μαχόμενος Δαμόξενος Συρακόσιος παρέβη τὰ ὡμολογημένα σφίσιν ἐς ἀλλήλους. ἐφήξειν μὲν γὰρ ἔμελλεν ἑσπέρα πυκτεύουσιν αὐτοῖς, συνέθεντο δὲ ἐς ἐπήκοον ἀνὰ μέρος τὸν ἕτερον ὑποσχεῖν αὐτῶν τῷ ἑτέρῳ πληγήν. τοῖς δὲ πυκτεύουσιν οὐκ ἦν πω τηνικαῦτα ἱμὰς ὀξὺς ἐπὶ τῷ καρπῷ τῆς χειρὸς ἑκατέρας, ἀλλὰ ταῖς μειλίχαις ἔτι ἐπύκτευον, ὑπὸ τὸ κοῖλον δέοντες τῆς χειρός, ἵνα οἱ δάκτυλοί σφισιν ἀπολείπωνται γυμνοί: αἱ δὲ ἐκ βοέας ὠμῆς ἱμάντες λεπτοὶ τρόπον τινὰ ἀρχαῖον πεπλεγμένοι δι᾽ ἀλλήλων ἦσαν αἱ μειλίχαι.

  [40.3] I know that the Argives acted similarly in the case of Creugas, a boxer of Epidamnus. For the Argives too gave to Creugas after his death the crown in the Nemean games, because his opponent Damoxenus of Syracuse broke their mutual agreement. For evening drew near as they were boxing, and they agreed within the hearing of witnesses, that each should in turn allow the other to deal him a blow. At that time boxers did not yet wear a sharp thong on the wrist of each hand, but still boxed with the soft gloves, binding them in the hollow of the hand, so that their fingers might be left bare. These soft gloves were thin thongs of raw ox-hide plaited together after an ancient manner.

  [4] τότε οὖν ὁ μὲν τὴν πληγὴν ἀφῆκεν ἐς τοῦ Δαμοξένου τὴν κεφαλήν: ὁ δὲ ἀνασχεῖν τὴν χεῖρα ὁ Δαμόξενος ἐκέλευσε τὸν Κρεύγαν, ἀνασχόντος δὲ παίει τοῖς δακτύλοις ὀρθοῖς ὑπὸ τὴν πλευράν, ὑπὸ δὲ ἀκμῆς τε τῶν ὀνύχων καὶ βίας τῆς πληγῆς τὴν χεῖρα ἐς τὸ ἐντὸς καθεὶς καὶ ἐπιλαβόμενος τῶν σπλάγχνων ἐς τὸ ἐκτὸς ἕλκων ἀπέρρηξε.

  [40.4] On the occasion to which I refer Creugas aimed his blow at the head of Damoxenus, and the latter bade Creugas lift up his arm. On his doing so, Damoxenus with straight fingers struck his opponent under the ribs; and what with the sharpness of his nails and the force of the blow he drove his hand into the other’s inside, caught his bowels, and tore them as he pulled them out.

  [5] καὶ ὁ μὲν τὴν ψυχὴν αὐτίκα ὁ Κρεύγας ἀφίησιν, οἱ δὲ Ἀργεῖοι τὸν Δαμόξενον ἅτε τὰ συγκείμενα ὑπερβάντα καὶ ἀντὶ μιᾶς κεχρημένον πολλαῖς ἐς τὸν ἀντίπαλον ταῖς πληγαῖς ἐξελαύνουσι, τῷ Κρεύγᾳ δὲ τὴν νίκην τεθνεῶτι ἔδοσαν καὶ ἐποιήσαντο εἰκόνα ἐν Ἄργει: καὶ ἐς ἐμὲ ἔκειτο ἐν τοῦ Ἀπόλλωνος τοῦ Λυκίου.

  [40.5] Creugas expired on the spot, and the Argives expelled Damoxenus for breaking his agreement by dealing his opponent many blows instead of one. They gave the victory to the dead Creugas, and had a statue of him made in Argos. It still stood in my time in the sanctuary of Lycian Apollo.

  41. Φιγαλεῦσι δὲ ἐπὶ τῆς ἀγορᾶς καὶ πολυάνδριον τῶν λογάδων τῶν Ὀρεσθασίων ἐστί, καὶ ὡς ἥρωσιν αὐτοῖς ἐναγίζουσιν ἀνὰ πᾶν ἔτος.

  [41.1] XLI. In the market-place of Phigalia there is also a common tomb of the picked men of Oresthasium, and every year they sacrifice to them as to heroes.

  RIVERS NEDA & LYMAX

  [2] ποταμὸς δὲ ὁ καλούμενος Λύμαξ ἐκδίδωσι μὲν ἐς τὴν Νέδαν παρ᾽ αὐτὴν ῥέων Φιγαλίαν, γενέσθαι δὲ τοὔνομά φασι τῷ ποταμῷ καθαρσίων τῶν Ῥέας ἕνεκα. ὡς γὰρ δὴ τεκοῦσαν τὸν Δία ἐκάθηραν ἐπὶ ταῖς ὠδῖσιν αἱ Νύμφαι, τὰ καθάρματα ἐς τοῦτον ἐμβάλλουσι τὸν ποταμόν: ὠνόμαζον δὲ ἄρα οἱ ἀρχαῖοι αὐτὰ λύματα. μαρτυρεῖ δὲ καὶ Ὅμηρος, ἀπολυμαίνεσθαί τε ἐπὶ λύσει τοῦ λοιμοῦ τοὺς Ἕλληνας καὶ ἐμβάλλειν τὰ λύματα εἰπὼν σφᾶς ἐς θάλασσαν.

  [41.2] A river called the Lymax flowing just beside Phigalia falls into the Neda, and the river, they say, got its name from the cleansing of Rhea. For when she had given birth to Zeus, the nymphs who cleansed her after her travail threw the refuse into this river. Now the ancients called refuse “lymata.” Homer, for example, says that the Greeks were cleansed, after the pestilence was stayed, and threw the lymata into the sea.

  [3] εἰσὶ δὲ αἱ πηγαὶ τῆς Νέδας ἐν ὄρει τῷ Κεραυσίῳ: τοῦ Λυκαίου δὲ μοῖρά ἐστι. καθότι δὲ ἐγγύτατα ἡ Νέδα Φιγαλέων τῆς πόλεως γίνεται, κατὰ τοῦτο οἱ Φιγαλέων παῖδες ἀποκείρονται τῷ ποταμῷ τὰς κόμας: τὰ δὲ πρὸς θαλάσσῃ καὶ ἀναπλεῖται ναυσὶν οὐ μεγάλαις ἡ Νέδα. ποταμῶν δὲ ὁπόσους ἴσμεν Μαίανδρος μὲν σκολιῷ μάλιστα κάτεισι τῷ ῥεύματι, ἔς τε τὸ ἄνω καμπὰς καὶ αὖθις ἐπιστροφὰς παρεχόμενος πλείστας: δεύτερα δὲ ἑλιγμῶν γε ἕνεκα φ
έροιτο ἂν ἡ Νέδα.

  [41.3] The source of the Neda is on Mount Cerausius, which is a part of Mount Lycaeus. At the place where the Neda approaches nearest to Phigalia the boys of the Phigalians cut off their hair in honor of the river. Near the sea the Neda is navigable for small ships. Of all known rivers the Maeander descends with the most winding course, which very often turns back and then bends round once more; but the second place for its twistings should be given to the Neda.

  [4] σταδίοις δὲ ὅσον δώδεκα ἀνωτέρω Φιγαλίας θερμά τέ ἐστι λουτρὰ καὶ τούτων οὐ πόρρω κάτεισιν ὁ Λύμαξ ἐς τὴν Νέδαν: ᾗ δὲ συμβάλλουσι τὰ ῥεύματα, ἔστι τῆς Εὐρυνόμης τὸ ἱερόν, ἅγιόν τε ἐκ παλαιοῦ καὶ ὑπὸ τραχύτητος τοῦ χωρίου δυσπρόσοδον: περὶ αὐτὸ καὶ κυπάρισσοι πεφύκασι πολλαί τε καὶ ἀλλήλαις συνεχεῖς.

  [41.4] Some twelve stades above Phigalia are hot baths, and not far from these the Lymax falls into the Neda. Where the streams meet is the sanctuary of Eurynome, a holy spot from of old and difficult of approach because of the roughness of the ground. Around it are many cypress trees, growing close together.

  [5] τὴν δὲ Εὐρυνόμην ὁ μὲν τῶν Φιγαλέων δῆμος ἐπίκλησιν εἶναι πεπίστευκεν Ἀρτέμιδος: ὅσοι δὲ αὐτῶν παρειλήφασιν ὑπομνήματα ἀρχαῖα, θυγατέρα Ὠκεανοῦ φασιν εἶναι τὴν Εὐρυνόμην, ἧς δὴ καὶ Ὅμηρος ἐν Ἰλιάδι ἐποιήσατο μνήμην ὡς ὁμοῦ Θέτιδι ὑποδέξαιτο Ἥφαιστον. ἡμέρᾳ δὲ τῇ αὐτῇ κατὰ ἔτος ἕκαστον τὸ ἱερὸν ἀνοιγνύουσι τῆς Εὐρυνόμης, τὸν δὲ ἄλλον χρόνον οὔ σφισιν ἀνοιγνύναι καθέστηκε:

 

‹ Prev