Complete Works of Euripides
Page 84
ΑΔΜΗΤΟΣ
Ἔ ἔ.
ΧΟΡΟΣ
Βαρέα μὲν φέρειν͵ ὅμως δὲ ... 915
ΑΔΜΗΤΟΣ
Φεῦ φεῦ.
ΧΟΡΟΣ
Τλᾶθ΄· οὐ σὺ πρῶτος ὤλεσας ...
ΑΔΜΗΤΟΣ
Ἰώ μοί μοι.
ΧΟΡΟΣ
Γυναῖκα· συμφορὰ δ΄ ἑτέρους ἑτέρα
πιέζει φανεῖσα θνατῶν. 920
ΑΔΜΗΤΟΣ
Ὦ μακρὰ πένθη λῦπαί τε φίλων
τῶν ὑπὸ γαίας.
Τί μ΄ ἐκώλυσας ῥῖψαι τύμβου
τάφρον ἐς κοίλην καὶ μετ΄ ἐκείνης
τῆς μέγ΄ ἀρίστης κεῖσθαι φθίμενον; 925
Δύο δ΄ ἀντὶ μιᾶς Ἅιδης ψυχὰς
τὰς πιστοτάτας σὺν ἂν ἔσχεν͵ ὁμοῦ
χθονίαν λίμνην διαβάντε.
ΧΟΡΟΣ
Ἐμοί τις ἦν
ἐν γένει͵ ὧι κόρος ἀξιόθρη 930
νος ὤλετ΄ ἐν δόμοισιν
μονόπαις· ἀλλ΄ ἔμπας
ἔφερε κακὸν ἅλις͵ ἄτεκνος ὤν͵
πολιὰς ἐπὶ χαίτας
ἤδη προπετὴς ὢν 935
βιότου τε πόρσω.
ΑΔΜΗΤΟΣ
Ὦ σχῆμα δόμων͵ πῶς εἰσέλθω͵
πῶς δ΄ οἰκήσω͵ μεταπίπτοντος
δαίμονος; οἴμοι. Πολὺ γὰρ τὸ μέσον·
τότε μὲν πεύκαις σὺν Πηλιάσιν 940
σύν θ΄ ὑμεναίοις ἔστειχον ἔσω
φιλίας ἀλόχου χέρα βαστάζων͵
πολυάχητος δ΄ εἵπετο κῶμος
τήν τε θανοῦσαν κἄμ΄ ὀλβίζων
ὡς εὐπατρίδαι κἀπ΄ ἀμφοτέρων 945
ὄντες ἀριστέων σύζυγες εἶμεν·
νῦν δ΄ ὑμεναίων γόος ἀντίπαλος
λευκῶν τε πέπλων μέλανες στολμοὶ 950
πέμπουσί μ΄ ἔσω
λέκτρων κοίτας ἐς ἐρήμους.
ΧΟΡΟΣ
Παρ΄ εὐτυχῆ
σοι πότμον ἦλθεν ἀπειροκάκωι
τόδ΄ ἄλγος· ἀλλ΄ ἔσωσας
βίοτον καὶ ψυχάν.
Ἔθανε δάμαρ͵ ἔλιπε φιλίαν· 955
τί νέον τόδε; πολλοὺς
ἤδη παρέλυσεν
θάνατος δάμαρτος.
ΑΔΜΗΤΟΣ
Φίλοι͵ γυναικὸς δαίμον΄ εὐτυχέστερον
τοὐμοῦ νομίζω͵ καίπερ οὐ δοκοῦνθ΄ ὅμως. 960
Τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε͵
πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.
Ἐγὼ δ΄͵ ὃν οὐ χρῆν ζῆν͵ παρεὶς τὸ μόρσιμον
λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω.
Πῶς γὰρ δόμων τῶνδ΄ εἰσόδους ἀνέξομαι; 695
τίν΄ ἂν προσειπών͵ τοῦ δὲ προσρηθεὶς ὕπο
τερπνῆς τύχοιμ΄ ἂν εἰσόδου; ποῖ τρέψομαι;
ἡ μὲν γὰρ ἔνδον ἐξελᾶι μ΄ ἐρημία͵
γυναικὸς εὐνὰς εὖτ΄ ἂν εἰσίδω κενὰς
θρόνους τ΄ ἐν οἷσιν ἷζε καὶ κατὰ στέγας 970
αὐχμηρὸν οὖδας͵ τέκνα δ΄ ἀμφὶ γούνασιν
πίπτοντα κλαίηι μητέρ΄͵ οἱ δὲ δεσπότιν
στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.
Τὰ μὲν κατ΄ οἴκους τοιάδ΄· ἔξωθεν δέ με
γάμοι τ΄ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι 975
γυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι
λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.
Ἐρεῖ δέ μ΄ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε·
Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθ΄͵ ὃς οὐκ ἔτλη θανεῖν
ἀλλ΄ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίαι 980
πέφευγεν Ἅιδην· κἆιτ΄ ἀνὴρ εἶναι δοκεῖ;
στυγεῖ δὲ τοὺς τεκόντας͵ αὐτὸς οὐ θέλων
θανεῖν. Τοιάνδε πρὸς κακοῖσι κληδόνα
ἕξω. Τί μοι ζῆν δῆτα κύδιον͵ φίλοι͵
κακῶς κλύοντι καὶ κακῶς πεπραγότι; 985
ΧΟΡΟΣ
Ἐγὼ καὶ διὰ μούσας
καὶ μετάρσιος ἦιξα͵ καὶ
πλείστων ἁψάμενος λόγων
κρεῖσσον οὐδὲν Ἀνάγκας
ηὗρον οὐδέ τι φάρμακον 990
Θρήισσαις ἐν σανίσιν͵ τὰς
Ὀρφεία κατέγραψεν
γῆρυς͵ οὐδ΄ ὅσα Φοῖβος Ἀ
σκληπιάδαις ἔδωκε
φάρμακα πολυπόνοις 995
ἀντιτεμὼν βροτοῖσιν.
Μόνας δ΄ οὔτ΄ ἐπὶ βωμοὺς
ἐλθεῖν οὔτε βρέτας θεᾶς
ἔστιν͵ οὐ σφαγίων κλύει.
Μή μοι͵ πότνια͵ μείζων 1000
ἔλθοις ἢ τὸ πρὶν ἐν βίωι.
Καὶ γὰρ Ζεὺς ὅτι νεύσηι
σὺν σοὶ τοῦτο τελευτᾶι.
Καὶ τὸν ἐν Χαλύβοις δαμά
ζεις σὺ βίαι σίδαρον͵ 1005
οὐδέ τις ἀποτόμου
λήματός ἐστιν αἰδώς.
Καί σ΄ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.
Τόλμα δ΄· οὐ γὰρ ἀνάξεις ποτ΄ ἔνερθεν
κλαίων τοὺς φθιμένους ἄνω. 1010
Καὶ θεῶν σκότιοι φθίνου
σι παῖδες ἐν θανάτωι.
Φίλα μὲν ὅτ΄ ἦν μεθ΄ ἡμῶν͵
φίλα δὲ θανοῦσ΄ ἔτ΄ ἔσται͵
γενναιοτάταν δὲ πασᾶν 1015
ἐζεύξω κλισίαις ἄκοιτιν.
Μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω
τύμβος σᾶς ἀλόχου͵ θεοῖσι δ΄ ὁμοίως
τιμάσθω͵ σέβας ἐμπόρων.
Καί τις δοχμίαν κέλευ 1020
θον ἐμβαίνων τόδ΄ ἐρεῖ·
Αὕτα ποτὲ προύθαν΄ ἀνδρός͵
νῦν δ΄ ἔστι μάκαιρα δαίμων·
χαῖρ΄͵ ὦ πότνι΄͵ εὖ δὲ δοίης.
Τοῖαί νιν προσεροῦσι φῆμαι. 1025
Καὶ μὴν ὅδ΄͵ ὡς ἔοικεν͵ Ἀλκμήνης γόνος͵
�
�δμητε͵ πρὸς σὴν ἑστίαν πορεύεται.
ΗΡΑΚΛΗΣ
φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως͵
Ἄδμητε͵ μομφὰς δ΄ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν
σιγῶντ΄. Ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν 1030
ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος·
σὺ δ΄ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν
γυναικός͵ ἀλλά μ΄ ἐξένιζες ἐν δόμοις͵
ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.
Κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην 1035
σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.
Καὶ μέμφομαι μέν͵ μέμφομαι͵ παθὼν τάδε·
οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι.
Ὧν δ΄ οὕνεχ΄ ἥκω δεῦρ΄ ὑποστρέψας πάλιν
λέξω· γυναῖκα τήνδε μοι σῶσον λαβών͵ 1040
ἕως ἂν ἵππους δεῦρο Θρηικίας ἄγων
ἔλθω͵ τύραννον Βιστόνων κατακτανών.
Πράξας δ΄ ὃ μὴ τύχοιμι (νοστήσαιμι γάρ)
δίδωμι τήνδε σοῖσι προσπολεῖν δόμοις.
Πολλῶι δὲ μόχθωι χεῖρας ἦλθεν εἰς ἐμάς· 1045
ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς
τιθέντας͵ ἀθληταῖσιν ἄξιον πόνον͵
ὅθεν κομίζω τήνδε νικητήρια
λαβών. Τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν
ἵππους ἄγεσθαι͵ τοῖσι δ΄ αὖ τὰ μείζονα 1050
νικῶσι͵ πυγμὴν καὶ πάλην͵ βουφόρβια·
γυνὴ δ΄ ἐπ΄ αὐτοῖς εἵπετ΄· ἐντυχόντι δὲ
αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ΄ εὐκλεές.
Ἀλλ΄͵ ὥσπερ εἶπον͵ σοὶ μέλειν γυναῖκα χρή·
οὐ γὰρ κλοπαίαν ἀλλὰ σὺν πόνωι λαβὼν 1055
ἥκω· χρόνωι δὲ καὶ σύ μ΄ αἰνέσεις ἴσως.
ΑΔΜΗΤΟΣ
Οὔτοι σ΄ ἀτίζων οὐδ΄ ἐν αἰσχροῖσιν τιθεὶς
ἔκρυψ΄ ἐμῆς γυναικὸς ἀθλίους τύχας.
Ἀλλ΄ ἄλγος ἄλγει τοῦτ΄ ἂν ἦν προσκείμενον͵
εἴ του πρὸς ἄλλου δώμαθ΄ ὡρμήθης ξένου· 1060
ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν.
Γυναῖκα δ΄͵ εἴ πως ἔστιν͵ αἰτοῦμαί σ΄͵ ἄναξ͵
ἄλλον τιν΄ ὅστις μὴ πέπονθεν οἷ΄ ἐγὼ
σώιζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι
ξένοι Φεραίων· μή μ΄ ἀναμνήσηις κακῶν. 1065
Οὐκ ἂν δυναίμην τήνδ΄ ὁρῶν ἐν δώμασιν
ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον
προσθῆις· ἅλις γὰρ συμφορᾶι βαρύνομαι.
Ποῦ καὶ τρέφοιτ΄ ἂν δωμάτων νέα γυνή;
νέα γάρ͵ ὡς ἐσθῆτι καὶ κόσμωι πρέπει. 1070
Πότερα κατ΄ ἀνδρῶν δῆτ΄ ἐνοικήσει στέγην;
καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη
ἔσται; τὸν ἡβῶνθ΄͵ Ἡράκλεις͵ οὐ ῥάιδιον
εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.
Ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω; 1075
καὶ πῶς ἐπεσφρῶ τήνδε τῶι κείνης λέχει;
διπλῆν φοβοῦμαι μέμψιν͵ ἔκ τε δημοτῶν͵
μή τίς μ΄ ἐλέγξηι τὴν ἐμὴν εὐεργέτιν
προδόντ΄ ἐν ἄλλης δεμνίοις πίτνειν νέας͵
καὶ τῆς θανούσης (ἀξία δέ μοι σέβειν) 1080
πολλὴν πρόνοιαν δεῖ μ΄ ἔχειν. Σὺ δ΄͵ ὦ γύναι͵
ἥτις ποτ΄ εἶ σύ͵ ταὔτ΄ ἔχουσ΄ Ἀλκήστιδι
μορφῆς μέτρ΄ ἴσθι͵ καὶ προσήϊξαι δέμας.
Οἴμοι. Κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων
γυναῖκα τήνδε͵ μή μ΄ ἕληις ἡιρημένον. 1085
Δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ΄ ὁρᾶν
ἐμήν· θολοῖ δὲ καρδίαν͵ ἐκ δ΄ ὀμμάτων
πηγαὶ κατερρώγασιν. Ὦ τλήμων ἐγώ͵
ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.
ΧΟΡΟΣ
Ἐγὼ μὲν οὐκ ἔχοιμ΄ ἂν εὖ λέγειν τύχην· 1190
χρὴ δ΄͵ ἥτις ἐστί͵ καρτερεῖν θεοῦ δόσιν.
ΗΡΑΚΛΗΣ
Εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν
ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων
γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.
ΑΔΜΗΤΟΣ
Σάφ΄ οἶδα βούλεσθαί σ΄ ἄν. ἀλλὰ ποῦ τόδε; 1195
οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.
ΗΡΑΚΛΗΣ
Μή νυν ὑπέρβαλλ΄ ἀλλ΄ ἐναισίμως φέρε.
ΑΔΜΗΤΟΣ
Ῥᾶιον παραινεῖν ἢ παθόντα καρτερεῖν.
ΗΡΑΚΛΗΣ
Τί δ΄ ἂν προκόπτοις͵ εἰ θέλεις ἀεὶ στένειν;
ΑΔΜΗΤΟΣ
Ἔγνωκα καὐτός͵ ἀλλ΄ ἔρως τις ἐξάγει. 1100
ΗΡΑΚΛΗΣ
Τὸ γὰρ φιλῆσαι τὸν θανόντ΄ ἄγει δάκρυ.
ΑΔΜΗΤΟΣ
Ἀπώλεσέν με κἄτι μᾶλλον ἢ λέγω.
ΗΡΑΚΛΗΣ
Γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ;
ΑΔΜΗΤΟΣ
Ὥστ΄ ἄνδρα τόνδε μηκέθ΄ ἥδεσθαι βίωι.
ΗΡΑΚΛΗΣ
Χρόνος μαλάξει͵ νῦν δ΄ ἔθ΄ ἡβάσκει͵ κακόν. 1105
ΑΔΜΗΤΟΣ
Χρόνον λέγοις ἄν͵ εἰ χρόνος τὸ κατθανεῖν.
ΗΡΑΚΛΗΣ
Γυνή σε παύσει καὶ νέοι γάμοι πόθου.
ΑΔΜΗΤΟΣ
Σίγησον· οἷον εἶπας. οὐκ ἂν ὠιόμην.
ΗΡΑΚΛΗΣ
Τί δ΄; οὐ γαμεῖς γὰρ ἀλλὰ χηρεύσηι λέχος;
ΑΔΜΗΤΟΣ
Οὐκ ἔστιν ἥτις τῶιδε συγκλιθήσεται. 1110
ΗΡΑΚΛΗΣ
Μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾶις;
ΑΔΜΗΤΟΣ
Κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρ
εών.
ΗΡΑΚΛΗΣ
Αἰνῶ μὲν αἰνῶ· μωρίαν δ΄ ὀφλισκάνεις.
[ΑΔΜΗΤΟΣ
Ὡς μήποτ΄ ἄνδρα τόνδε νυμφίον καλῶν. 1115
ΗΡΑΚΛΗΣ
Ἐπήινεσ΄ ἀλόχωι πιστὸς οὕνεκ΄ εἶ φίλος.]
ΑΔΜΗΤΟΣ
Θάνοιμ΄ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.
ΗΡΑΚΛΗΣ
Δέχου νυν εἴσω τήνδε γενναίως δόμων.
ΑΔΜΗΤΟΣ
Μή͵ πρός σε τοῦ σπείραντος ἄντομαι Διός.
ΗΡΑΚΛΗΣ
Καὶ μὴν ἁμαρτήσηι γε μὴ δράσας τάδε.
ΑΔΜΗΤΟΣ
Καὶ δρῶν γε λύπηι καρδίαν δηχθήσομαι. 1120
ΗΡΑΚΛΗΣ
Πιθοῦ· τάχ΄ ἂν γὰρ ἐς δέον πέσοι χάρις.
ΑΔΜΗΤΟΣ
Εῦ·
εἴθ΄ ἐξ ἀγῶνος τήνδε μὴ ΄λαβές ποτε.
ΗΡΑΚΛΗΣ
Νικῶντι μέντοι καὶ σὺ συννικᾶις ἐμοί. 1125
ΑΔΜΗΤΟΣ
Καλῶς ἔλεξας· ἡ γυνὴ δ΄ ἀπελθέτω.
ΗΡΑΚΛΗΣ
Ἄπεισιν͵ εἰ χρή· πρῶτα δ΄ εἰ χρεὼν ἄθρει.
ΑΔΜΗΤΟΣ
Χρή͵ σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.
ΗΡΑΚΛΗΣ
Εἰδώς τι κἀγὼ τήνδ΄ ἔχω προθυμίαν.
ΑΔΜΗΤΟΣ
Νίκα νυν· οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.
ΗΡΑΚΛΗΣ
Ἀλλ΄ ἔσθ΄ ὅθ΄ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον. 1130
ΑΔΜΗΤΟΣ
Κομίζετ΄͵ εἰ χρὴ τήνδε δέξασθαι δόμοις.
ΗΡΑΚΛΗΣ
Οὐκ ἂν μεθείην σοῖς γυναῖκα προσπόλοις.
ΑΔΜΗΤΟΣ
Σὺ δ΄ αὐτὸς αὐτὴν εἴσαγ΄͵ εἰ δοκεῖ͵ δόμους.
ΗΡΑΚΛΗΣ
Ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.
ΑΔΜΗΤΟΣ
Οὐκ ἂν θίγοιμι· δῶμα δ΄ εἰσελθεῖν πάρα. 1135
ΗΡΑΚΛΗΣ
Τῆι σῆι πέποιθα χειρὶ δεξιᾶι μόνηι.
ΑΔΜΗΤΟΣ