Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 91
Complete Works of Euripides Page 91

by Euripides

νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;

  παῦσαι πόνου τοῦδ΄. εἰ δ΄ ἐμοῦ χρείαν ἔχεις͵

  λέγ΄͵ εἴ τι βούλῃ͵ χειρὶ δ΄ οὐ ψαύσεις ποτέ. 1320

  τοιόνδ΄ ὄχημα πατρὸς ῞Ηλιος πατὴρ

  δίδωσιν ἡμῖν͵ ἔρυμα πολεμίας χερός.

  Ια. ὦ μῖσος͵ ὦ μέγιστον ἐχθίστη γύναι

  θεοῖς τε κἀμοὶ παντί τ΄ ἀνθρώπων γένει͵

  ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος

  ἔτλης τεκοῦσα͵ κἄμ΄ ἄπαιδ΄ ἀπώλεσας·

  καὶ ταῦτα δράσασ΄ ἥλιόν τε προσβλέπεις

  καὶ γαῖαν͵ ἔργον τλᾶσα δυσσεβέστατον·

  ὄλοι΄· ἐγὼ δὲ νῦν φρονῶ͵ τότ΄ οὐ φρονῶν͵

  ὅτ΄ ἐκ δόμων σε βαρβάρου τ΄ ἀπὸ χθονὸς 1330

  Ἕλλην΄ ἐς οἶκον ἠγόμην͵ κακὸν μέγα͵

  πατρός τε καὶ γῆς προδότιν ἥ σ΄ ἐθρέψατο.

  τὸν σὸν δ΄ ἀλάστορ΄ εἰς ἔμ΄ ἔσκηψαν θεοί·

  κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον

  τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος.

  ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲ

  παρ΄ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα͵

  εὐνῆς ἕκατι καὶ λέχους σφ΄ ἀπώλεσας.

  οὐκ ἔστιν ἥτις τοῦτ΄ ἂν Ἑλληνὶς γυνὴ

  ἔτλη ποθ΄͵ ὧν γε πρόσθεν ἠξίουν ἐγὼ 1340

  γῆμαι σέ͵ κῆδος ἐχθρὸν ὀλέθριόν τ΄ ἐμοί͵

  λέαιναν͵ οὐ γυναῖκα͵ τῆς Τυρσηνίδος

  Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.

  ἀλλ΄ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσι

  δάκοιμι· τοιόνδ΄ ἐμπέφυκέ σοι θράσος·

  ἔρρ΄͵ αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε·

  ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον΄ αἰάζειν πάρα͵

  ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι͵

  οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην

  ἕξω προσειπεῖν ζῶντας͵ ἀλλ΄ ἀπώλεσα. 1350

  Μη. μακρὰν ἂν ἐξέτεινα τοῖσδ΄ ἐναντίον

  λόγοισιν͵ εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο

  οἷ΄ ἐξ ἐμοῦ πέπονθας οἷά τ΄ εἰργάσω·

  σὺ δ΄ οὐκ ἔμελλες τἄμ΄ ἀτιμάσας λέχη

  τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοί·

  οὐδ΄ ἡ τύραννος͵ οὐδ΄ ὁ σοὶ προσθεὶς γάμους

  Κρέων ἀνατεὶ τῆσδέ μ΄ ἐκβαλεῖν χθονός.

  πρὸς ταῦτα καὶ λέαιναν͵ εἰ βούλῃ͵ κάλει

  καὶ Σκύλλαν ἣ Τυρσηνὸν ᾤκησεν πέδον·

  τῆς σῆς γὰρ ὡς χρὴ καρδίας ἀνθηψάμην. 1360

  Ια. καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ.

  Μη. σάφ΄ ἴσθι· λύει δ΄ ἄλγος͵ ἢν σὺ μὴ ΄γγελᾷς.

  Ια. ὦ τέκνα͵ μητρὸς ὡς κακῆς ἐκύρσατε.

  Μη. ὦ παῖδες͵ ὡς ὤλεσθε πατρῴᾳ νόσῳ.

  Ια. οὔτοι νυν ἡμὴ δεξιά σφ΄ ἀπώλεσεν.

  Μη. ἀλλ΄ ὕβρις͵ οἵ τε σοὶ νεοδμῆτες γάμοι.

  Ια. λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν.

  Μη. σμικρὸν γυναικὶ πῆμα τοῦτ΄ εἶναι δοκεῖς;

  Ια. ἥτις γε σώφρων· σοὶ δὲ πάντ΄ ἐστὶν κακά.

  Μη. οἵδ΄ οὐκέτ΄ εἰσί· τοῦτο γάρ σε δήξεται.

  Ια. οἵδ΄ εἰσίν͵ οἴμοι͵ σῷ κάρᾳ μιάστορες.

  Μη. ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.

  Ια. ἴσασι δῆτα σήν γ΄ ἀπόπτυστον φρένα.

  Μη. στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.

  Ια. καὶ μὴν ἐγὼ σήν· ῥᾴδιον δ΄ ἀπαλλαγαί.

  Μη. πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.

  Ια. θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.

  Μη. οὐ δῆτ΄͵ ἐπεί σφας τῇδ΄ ἐγὼ θάψω χερί͵

  φέρουσ΄ ἐς ῞Ηρας τέμενος Ἀκραίας θεοῦ͵

  ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ͵ 1380

  τύμβους ἀνασπῶν· γῇ δὲ τῇδε Σισύφου

  σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν

  τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.

  αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως͵

  Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.

  σὺ δ΄͵ ὥσπερ εἰκός͵ κατθανῇ κακὸς κακῶς͵

  Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος͵

  πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.

  Ια. ἀλλά σ΄ Ἐρινὺς ὀλέσειε τέκνων

  φονία τε Δίκη. 1390

  Μη. τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων͵

  τοῦ ψευδόρκου καὶ ξειναπάτου;

  Ια. φεῦ φεῦ͵ μυσαρὰ καὶ παιδολέτορ.

  Μη. στεῖχε πρὸς οἴκους καὶ θάπτ΄ ἄλοχον.

  Ια. στείχω͵ δισσῶν γ΄ ἄμορος τέκνων.

  Μη. οὔπω θρηνεῖς· μένε καὶ γῆρας.

  Ια. ὦ τέκνα φίλτατα. Μη. μητρί γε͵ σοὶ δ΄ οὔ.

  Ια. κἄπειτ΄ ἔκανες; Μη. σέ γε πημαίνουσ΄.

  Ια. ὤμοι͵ φιλίου χρῄζω στόματος

  παίδων ὁ τάλας προσπτύξασθαι. 1400

  Μη. νῦν σφε προσαυδᾷς͵ νῦν ἀσπάζῃ͵

  τότ΄ ἀπωσάμενος. Ια. δός μοι πρὸς θεῶν

  μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων.

  Μη. οὐκ ἔστι· μάτην ἔπος ἔρριπται.

  Ια. Ζεῦ͵ τάδ΄ ἀκούεις ὡς ἀπελαυνόμεθ΄͵

  οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς

  καὶ παιδοφόνου τῆσδε λεαίνης;

  ἀλλ΄ ὁπόσον γοῦν πάρα καὶ δύναμαι

  τάδε καὶ θρηνῶ κἀπιθεάζω͵

  μαρτυρόμενος δαίμονας ὥς μοι 1410

  τέκνα κτείνασ΄ ἀποκωλύεις

  ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς͵

  οὓς μήποτ΄ ἐγὼ φύσας ὄφελον

  πρὸς
σοῦ φθιμένους ἐπιδέσθαι.

  Χο. πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ͵

  πολλὰ δ΄ ἀέλπτως κραίνουσι θεοί·

  καὶ τὰ δοκηθέντ΄ οὐκ ἐτελέσθη͵

  τῶν δ΄ ἀδοκήτων πόρον ηὗρε θεός.

  τοιόνδ΄ ἀπέβη τόδε πρᾶγμα.

  HERACLEIDAE

  Ἰόλαος

  Πάλαι ποτ’ ἐστὶ τοῦτ’ ἐμοὶ δεδογμένον·

  ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκ’ ἀνὴρ

  <βοηθός, αὐτὸς συμφοραῖσιν ἐμπλακείς,>

  ὁ δ’ ἐς τὸ κέρδος λῆμ’ ἔχων ἀνειμένον

  πόλει τ’ ἄχρηστος καὶ συναλλάσσειν βαρύς,

  [5] αὑτῷ δ’ ἄριστος· οἶδα δ’ οὐ λόγῳ μαθών.

  Ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων,

  ἐξὸν κατ’ Ἄργος ἡσύχως ναίειν, πόνων

  πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει,

  ὅτ’ ἦν μεθ’ ἡμῶν· νῦν δ’, ἐπεὶ κατ’ οὐρανὸν

  [10] ναίει, τὰ κείνου τέκν’ ἔχων ὑπὸ πτεροῖς

  σῴζω τάδ’ αὐτὸς δεόμενος σωτηρίας.

  Ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ,

  πρῶτον μὲν ἡμᾶς ἤθελ’ Εὐρυσθεὺς κτανεῖν·

  ἀλλ’ ἐξέδραμεν, καὶ πόλις μὲν οἴχεται,

  [15] ψυχὴ δ’ ἐσώθη. Φεύγομεν δ’ ἀλώμενοι

  ἄλλην ἀπ’ ἄλλης ἐξορισθέντες πόλιν.

  Πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδ’ Εὐρυσθεὺς κακοῖς

  ὕβρισμ’ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι·

  πέμπων ὅπου γῆς πυνθάνοιθ’ ἱδρυμένους

  [20] κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,

  πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην

  ἐχθράν τε θέσθαι, χαὐτὸν εὐτυχοῦνθ’ ἅμα.

  Οἱ δ’ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες,

  σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,

  [25] τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.

  Ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις

  καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς,

  ὀκνῶν προδοῦναι, μή τις ὧδ’ εἴπῃ βροτῶν·

  Ἴδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,

  [30] Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.

  Πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι,

  Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα

  ἱκέται καθεζόμεσθα βώμιοι θεῶν

  προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς

  [35] δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος

  κλήρῳ λαχόντας ἐκ γένους Πανδίονος,

  τοῖσδ’ ἐγγὺς ὄντας· ὧν ἕκατι τέρμονας

  κλεινῶν Ἀθηνῶν τήνδ’ ἀφικόμεσθ’ ὁδόν.

  Δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή·

  [40] ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,

  ἡ δ’ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος

  ἔσωθε ναοῦ τοῦδ’ ὑπηγκαλισμένη

  σῴζει· νέας γὰρ παρθένους αἰδούμεθα

  ὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν.

  [45] Ὕλλος δ’ ἀδελφοί θ’ οἷσι πρεσβεύει γένος

  ζητοῦσ’ ὅπου γῆς πύργον οἰκιούμεθα,

  ἢν τῆσδ’ ἀπωθώμεσθα πρὸς βίαν χθονός.

  Ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθ’ ἐμῶν

  πέπλων· ὁρῶ κήρυκα τόνδ’ Εὐρυσθέως

  [50] στείχοντ’ ἐφ’ ἡμᾶς, οὗ διωκόμεσθ’ ὕπο

  πάσης ἀλῆται γῆς ἀπεστερημένοι.

  Ὦ μῖσος, εἴθ’ ὄλοιο χὠ πέμψας <σ’> ἀνήρ,

  ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ

  ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.

  Κῆρυξ

  [55] Ἦ που καθῆσθαι τήνδ’ ἕδραν καλὴν δοκεῖς

  πόλιν τ’ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν·

  οὐ γάρ τις ἔστιν ὃς πάροιθ’ αἱρήσεται

  τὴν σὴν ἀχρεῖον δύναμιν ἀντ’ Εὐρυσθέως.

  Χώρει· τί μοχθεῖς ταῦτ’; Ἀνίστασθαί σε χρὴ

  [60] ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.

  Ἰόλαος

  Οὐ δῆτ’, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,

  ἐλευθέρα τε γαῖ’ ἐν ᾗ βεβήκαμεν.

  Κῆρυξ

  Βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί;

  Ἰόλαος

  Οὔτοι βίᾳ γέ μ’ οὐδὲ τούσδ’ ἄξεις λαβών.

  Κῆρυξ

  [65] Γνώσῃ σύ· μάντις δ’ ἦσθ’ ἄρ’ οὐ καλὸς τάδε.

  Ἰόλαος

  Οὐκ ἂν γένοιτο τοῦτ’ ἐμοῦ ζῶντός ποτε.

  Κῆρυξ

  Ἄπερρ’· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς,

  ἄξω νομίζων, οὗπέρ εἰσ’, Εὐρυσθέως.

  Ἰόλαος

  Ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,

  [70] ἀμύνεθ’· ἱκέται δ’ ὄντες ἀγοραίου Διὸς

  βιαζόμεσθα καὶ στέφη μιαίνεται

  πόλει τ’ ὄνειδος καὶ θεῶν ἀτιμίαν.

  Χορός

  Ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας

  ἕστηκε; Ποίαν συμφορὰν δείξει τάχα;

  [75]Ἴἴδετε τὸν γέροντ’ ἀμαλὸν ἐπὶ πέδῳ χύμενον· ὦ τάλας

  πρὸς τοῦ ποτ’ ἐν γῇ πτῶμα δύστηνον πίτνεις;

  Ἰόλαος

  Ὅδ’ ὦ ξένοι με σοὺς ἀτιμάζων θεοὺς

  ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.

  Χορός

  [80] Σὺ δ’ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν

  ξύνοικον ἦλθες λαόν; Ἦ πέραθεν ἁλίῳ πλάτᾳ

  κατέχετ’ ἐκλιπόντες Εὐβοῖδ’ ἀκτάν;

  Ἰόλαος

  Οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,

  [85] ἀλλ’ ἐκ Μυκηνῶ
ν σὴν ἀφίγμεθα χθόνα.

  Χορός

  Ὄνομα τί σε, γέρον, Μυκηναῖος ὠνόμαζεν λεώς;

  Ἰόλαος

  Τὸν Ἡράκλειον ἴστε που παραστάτην

  Ἰόλαον· οὐ γὰρ σῶμ’ ἀκήρυκτον τόδε.

  Χορός

  [90] Οἶδ’ εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτ’ ἐν χειρὶ σᾷ

  κομίζεις κόρους νεοτρεφεῖς; Φράσον.

  Ἰόλαος

  Ἡρακλέους οἵδ’ εἰσὶ παῖδες, ὦ ξένοι,

  ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.

  Χορός

  [95] Τί χρέος; Ἦ λόγων πόλεος, ἔνεπέ μοι, μελόμενοι τυχεῖν;

  Ἰόλαος

  Μήτ’ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν

  τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.

  Κῆρυξ

  Ἀλλ’ οὔτι τοῖς σοῖς δεσπόταις τάδ’ ἀρκέσει,

  [100] οἳ σοῦ κρατοῦντες ἐνθάδ’ εὑρίσκουσί σε.

  Χορός

  Εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε,

  καὶ μὴ βιαίῳ χειρὶ δαιμόνων ἀπολιπεῖν σφ’ ἕδη·

  πότνια γὰρ Δίκα τάδ’ οὐ πείσεται.

  Κῆρυξ

  [105] Ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως,

  κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί.

  Χορός

  Ἄθεον ἱκεσίαν μεθεῖναι πέλει ξένων προστροπάν.

  Κῆρυξ

  Καλὸν δέ γ’ ἔξω πραγμάτων ἔχειν πόδα,

  [110] εὐβουλίας τυχόντα τῆς ἀμείνονος.

  Χορός

  Οὔκουν τυράννοις τῆσδε γῆς φράσαντά σε

  χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένους

  θεῶν ἀφέλκειν, γῆν σέβοντ’ ἐλευθέραν;

  Κῆρυξ

  Τίς δ’ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;

  Χορός

 

‹ Prev