Complete Works of Euripides
Page 93
ἡμῶν ἐνηλλάξαντο πολεμίους ἔχειν,
πτωχοὺς ἀλήτας εἰσορῶντες ἀλλ’ ὅμως
οὐκ ἐξέδωκαν οὐδ’ ἀπήλασαν χθονός.
[320] Ἐγὼ δὲ καὶ ζῶν <εὐγενῆ σ’ οὐ παύσομαι
[320α] πᾶσιν προφαίνων> καὶ θανών, ὅταν θάνω,
[321] πολλῷ σ’ ἐπαίνῳ Θησέως ἑστὼς πέλας
ὑψηλὸν ἀρῶ καὶ λέγων τάδ’ εὐφρανῶ,
ὡς εὖ τ’ ἐδέξω καὶ τέκνοισιν ἤρκεσας
τοῖς Ἡρακλείοις, εὐγενὴς δ’ ἀν’ Ἑλλάδα
[325] σῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς
οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,
παύρων μετ’ ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως
εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.
Χορός
Ἀεί ποθ’ ἥδε γαῖα τοῖς ἀμηχάνοις
[330] σὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν.
Τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων
ἤνεγκε, καὶ νῦν τόνδ’ ἀγῶν’ ὁρῶ πέλας.
Δημοφῶν
[333] Σοί τ’ εὖ λέλεκται καὶ τὰ τῶνδ’ αὐχῶ, γέρον,
τοιαῦτ’ ἔσεσθαι· μνημονεύσεται χάρις.
[335] Κἀγὼ μὲν ἀστῶν σύλλογον ποιήσομαι,
τάξω δ’, ὅπως ἂν τὸν Μυκηναίων στρατὸν
πολλῇ δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺς
πέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών·
ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος·
[340] μάντεις δ’ ἀθροίσας θύσομαι. Σὺ δ’ ἐς δόμους
σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.
Εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ,
μέριμναν ἕξουσ’. Ἀλλ’ ἴθ’ ἐς δόμους, γέρον.
Ἰόλαος
Οὐκ ἂν λίποιμι βωμόν· εὐξόμεσθα δὲ
[345] ἱκέται μένοντες ἐνθάδ’ εὖ πρᾶξαι πόλιν·
ὅταν δ’ ἀγῶνος τοῦδ’ ἀπαλλαχθῇς καλῶς,
ἴμεν πρὸς οἴκους. Θεοῖσι δ’ οὐ κακίοσιν
χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ·
τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ,
[350] ἡμῶν δ’ Ἀθάνα. Φημὶ δ’ εἰς εὐπραξίαν
καὶ τοῦθ’ ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν·
νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.
Χορός
[353] Εἰ σὺ μέγ’ αὐχεῖς, ἕτεροι
σοῦ πλέον οὐ μέλονται,
[355] ξεῖν’ <ἀπ’> Ἀργόθεν ἐλθών,
μεγαληγορίαισι δ’ ἐμὰς
φρένας οὐ φοβήσεις.
Μήπω ταῖς μεγάλαισιν οὕ-
τω καὶ καλλιχόροις Ἀθά-
[360] ναις εἴη· σὺ δ’ ἄφρων, ὅ τ’ Ἄρ-
γει Σθενέλου τύραννος.
Ὃς πόλιν ἐλθὼν ἑτέραν
οὐδὲν ἐλάσσον’ Ἄργους,
θεῶν ἱκτῆρας ἀλάτας
[365] καὶ ἐμᾶς χθονὸς ἀντομένους ξένος ὢν βιαίως
ἕλκεις, οὐ βασιλεῦσιν εἴ-
ξας, οὐκ ἄλλο δίκαιον εἰ-
πών· ποῦ ταῦτα καλῶς ἂν εἴ-
[370] η παρά γ’ εὖ φρονοῦσιν;
Εἰρήνα μὲν ἐμοί γ’ ἀρέ-
σκει· σοὶ δ’, ὦ κακόφρων ἄναξ,
λέγω, εἰ πόλιν ἥξεις,
οὐχ οὕτως ἃ δοκεῖς κυρή-
[375] σεις· οὐ σοὶ μόνῳ ἔγχος οὐδ’
ἰτέα κατάχαλκος.
Ἀλλ’, ὦ πολέμων ἐρα-
στά, μή μοι δορὶ συνταρά-
ξῃς τὰν εὖ χαρίτων ἔχου-
[380] σαν πόλιν, ἀλλ’ ἀνάσχου.
Ἰόλαος
Ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων
ἥκεις; Νέον τι πολεμίων λέξεις πέρι;
Μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνῃ;
Οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους·
[385] ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρόσθεν ὢν
εἶσιν, σάφ’ οἶδα, καὶ μάλ’ οὐ σμικρὸν φρονῶν,
ἐς τὰς Ἀθήνας. Ἀλλά τοι φρονημάτων
ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.
Δημοφῶν
[389] Ἥκει στράτευμ’ Ἀργεῖον Εὐρυσθεύς τ’ ἄναξ·
[390] ἐγώ νιν αὐτὸς εἶδον. Ἄνδρα γὰρ χρεών,
ὅστις στρατηγεῖν φησ’ ἐπίστασθαι καλῶς,
οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.
Πεδία μὲν οὖν γῆς ἐς τάδ’ οὐκ ἐφῆκέ πω
στρατόν, λεπαίαν δ’ ὀφρύην καθήμενος
[395] σκοπεῖ δόκησιν δὴ τόδ’ ἂν λέγοιμί σοι
ποίᾳ προσάξει στρατόπεδον τοσόνδ’ ὅροις
ἐν ἀσφαλεῖ τε τῆσδ’ ἱδρύσεται χθονός.
Καὶ τἀμὰ μέντοι πάντ’ ἄραρ’ ἤδη καλῶς·
πόλις τ’ ἐν ὅπλοις, σφάγιά θ’ ἡτοιμασμένα
[400] ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,
θυηπολεῖται δ’ ἄστυ μάντεων ὕπο.
[403] Χρησμῶν δ’ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας
ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα
[405] λόγια παλαιά, τῇδε γῇ σωτήρια.
Καὶ τῶν μὲν ἄλλων διάφορ’ ἐστὶ θεσφάτοις
πόλλ’· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·
σφάξαι κελεύουσίν με παρθένον κόρῃ
Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς,
[402] τροπαῖά τ’ ἐχθρῶν καὶ πόλει σωτήριαν.
[410] Ἐγὼ δ’ ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαν
τοσήνδ’ ἐς ὑμᾶς· παῖδα δ’ οὔτ’ ἐμὴν κτενῶ
οὔτ’ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω
ἄκονθ’· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,
ὅστις τὰ φίλτατ’ ἐκ χερῶν δώσει
τέκνα;
[415] Καὶ νῦν πυκνὰς ἂν συστάσεις ἂν εἰσίδοις,
τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοις
ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμοῦ
κατηγορούντων· εἰ δὲ δὴ δράσω τόδε,
οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.
[420] Ταῦτ’ οὖν ὅρα σὺ καὶ συνεξεύρισχ’ ὅπως
αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,
κἀγὼ πολίταις μὴ διαβληθήσομαι.
Οὐ γὰρ τυραννίδ’ ὥστε βαρβάρων ἔχω·
ἀλλ’, ἢν δίκαια δρῶ, δίκαια πείσομαι.
Χορός
[425] Ἀλλ’ ἦ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸς
ξένοις ἀρήγειν τήνδε χρῄζουσιν πόλιν;
Ἰόλαος
[427] Ὦ τέκν’, ἔοιγμεν ναυτίλοισιν, οἵτινες
χειμῶνος ἐκφυγόντες ἄγριον μένος
ἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθεν
[430] πνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.
Οὕτω δὲ χἠμεῖς τῆσδ’ ἀπωθούμεσθα γῆς
ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσωμένοι.
Οἴμοι· τί δῆτ’ ἔτερψας ὦ τάλαινά με
ἐλπὶς τότ’, οὐ μέλλουσα διατελεῖν χάριν;
[435] Συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδ’, εἰ μὴ θέλει
κτείνειν πολιτῶν παῖδας· αἰνέσαι δ’ ἔχω
καὶ τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδε
πράσσειν ἔμ’, οὔτοι σοί γ’ ἀπόλλυται χάρις.
Ὦ παῖδες, ὑμῖν δ’ οὐκ ἔχω τί χρήσομαι.
[440] Ποῖ τρεψόμεσθα; Τίς γὰρ ἄστεπτος θεῶν;
Ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;
Ἀλούμεθ’, ὦ τέκν’· ἐκδοθησόμεσθα δή.
Κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,
πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·
[445] ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,
καὶ τὴν γεραιὰν μητέρ’ Ἀλκμήνην πατρός.
Ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,
τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.
Χρῆν χρῆν ἄρ’ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας
[450] πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.
Ἀλλ’ οἶσθ’ ὅ μοι σύμπραξον· οὐχ ἅπασα γὰρ
πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας·
ἔμ’ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδ’, ἄναξ,
καὶ μήτε κινδύνευε, σωθήτω τέ μοι
[455] τέκν’· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω.
Μάλιστα δ’ Εὐρυσθεύς με βούλοιτ’ ἂν λαβὼν
τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι·
σκαιὸς γὰρ ἁνήρ. Τοῖς σοφοῖς δ’ εὐκτὸν σοφῷ
ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι·
[460] πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.
Χορός
Ὦ πρέσβυ, μή νυν τῶνδ’ ἐπαιτιῶ πόλιν·
τάχ’ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλ’ ὅμως κακὸν
γένοιτ’ ὄνειδος ὡς ξένους προυδώκαμεν.
Δημοφῶν
Γενναῖα μὲν τάδ’ εἶπας, ἀλλ’ ἀμήχανα.
[465] Οὐ σοῦ χατίζων δεῦρ’ ἄναξ στρατηλατεῖ
τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον
θανόντος; Ἀλλὰ τούσδε βούλεται κτανεῖν.
Δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,
νεανίαι τε καὶ πατρὸς μεμνημένοι
[470] λύμας· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών.
Ἀλλ’, εἴ τιν’ ἄλλην οἶσθα καιριωτέραν
βουλήν, ἑτοίμαζ’, ὡς ἔγωγ’ ἀμήχανος
χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.
Παρθένος
[474] Ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς
[475] προσθῆτε· πρῶτον γὰρ τόδ’ ἐξαιτήσομαι·
γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν
κάλλιστον εἴσω θ’ ἥσυχον μένειν δόμων.
Τῶν σῶν δ’ ἀκούσασ’, Ἰόλεως, στεναγμάτων
ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους·
[480] ἀλλ’, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι
μάλιστ’ ἀδελφῶν τῶνδε κἀμαυτῆς πέρι,
θέλω πυθέσθαι μὴ ‘πὶ τοῖς πάλαι κακοῖς
προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.
Ἰόλαος
Ὤ παῖ, μάλιστα σ’ οὐ νεωστὶ δὴ τέκνων
[485] τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.
Ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος
πάλιν μεθέστηκ’ αὖθις ἐς τἀμήχανον·
χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε,
οὐ ταῦρον οὐδὲ μόσχον ἀλλὰ παρθένον
[490] σφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής,
εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδ’ εἶναι πόλιν.
Ταῦτ’ οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα
σφάξειν ὅδ’ αὑτοῦ φησιν οὔτ’ ἄλλου τινός.
Κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,
[495] εἰ μή τι τούτων ἐξαμηχανήσομεν,
ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,
αὐτὸς δὲ σῶσαι τήνδε βούλεσθαι χθόνα.
Παρθένος
Ἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ;
Ἰόλαος
Ἐν τῷδε, τἄλλα γ’ εὐτυχῶς πεπραγότες.
Παρθένος
[500] Μή νυν τρέσῃς ἔτ’ ἐχθρὸν Ἀργείων δόρυ·
ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,
θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ.
Τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ
κίνδυνον ἡμῶν ο�
�νεκ’ αἴρεσθαι μέγαν,
[505] αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,
παρόν σφε σῶσαι, φευξόμεσθα μὴ θανεῖν;
Οὐ δῆτ’, ἐπεί τοι καὶ γέλωτος ἄξια,
στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,
πατρὸς δ’ ἐκείνου φύντας οὗ πεφύκαμεν
[510] κακοὺς ὁρᾶσθαι· ποῦ τάδ’ ἐν χρηστοῖς πρέπει;
Κάλλιον, οἶμαι, τῆσδ’ ὃ μὴ τύχοι ποτέ
πόλεως ἁλούσης, χεῖρας εἰς ἐχθρῶν πεσεῖν,
κἄπειτ’ ἄτιμα πατρὸς οὖσαν εὐγενοῦς
παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.
[515] Ἀλλ’ ἐκπεσοῦσα τῆσδ’ ἀλητεύσω χθονός;
Κοὐκ αἰσχυνοῦμαι δῆτ’, ἐὰν δή τις λέγῃ·
Τί δεῦρ’ ἀφίκεσθ’ ἱκεσίοισι σὺν κλάδοις
αὐτοὶ φιλοψυχοῦντες; Ἔξιτε χθονός·
κακοῖς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.
Ἀλλ’ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,
αὐτὴ δὲ σωθεῖσ’, ἐλπίδ’ εὖ πράξειν ἔχω
πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους·
τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτ’ ἔχειν
ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;
[525] Οὔκουν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν
ἀναξίαν; Ἄλλῃ δὲ κἂν πρέποι τινὶ
μᾶλλον τάδ’, ἥτις μὴ ‘πίσημος ὡς ἐγώ.
Ἡγεῖσθ’ ὅπου δεῖ σῶμα κατθανεῖν τόδε
καὶ στεμματοῦτε καὶ κατάρχεσθ’, εἰ δοκεῖ·
[530] νικᾶτε δ’ ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάρα
ἑκοῦσα κοὐκ ἄκουσα· κἀξαγγέλλομαι
θνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.
Εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσ’ ἐγὼ
κάλλιστον ηὕρηκ’, εὐκλεῶς λιπεῖν βίον.