Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 105
Complete Works of Euripides Page 105

by Euripides


  Εὖ δ’ ἴσθ’, ὅτου τις τυγχάνει χρείαν ἔχων,

  τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.

  Κἀγὼ θυγατρί — μεγάλα γὰρ κρίνω τάδε, 370

  λέχους στέρεσθαι — σύμμαχος καθίσταμαι.

  Τὰ μὲν γὰρ ἄλλα δεύτερ’ ἂν πάσχοι γυνή,

  ἀνδρὸς δ’ ἁμαρτάνουσ’ ἁμαρτάνει βίου.

  Δούλων δ’ ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν

  καὶ τῶν ἐκείνου τοὺς ἐμούς, ἡμᾶς τε πρός· 375

  φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι

  ὀρθῶς πεφύκασ’, ἀλλὰ κοινὰ χρήματα.

  Μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι

  τἄμ’ ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.

  Ἀλλ’ ἐξανίστω τῶνδ’ ἀνακτόρων θεᾶς· 380

  ὡς, ἢν θάνῃς σύ, παῖς ὅδ’ ἐκφεύγει μόρον,

  σοῦ δ’ οὐ θελούσης κατθανεῖν, τόνδε κτενῶ.

  Δυοῖν δ’ ἀνάγκη θατέρῳ λιπεῖν βίον.

  Ἀνδρομάχη

  Οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοι

  βίου καθίστης· καὶ λαχοῦσά γ’ ἀθλία 385

  καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι.

  Μεγάλα πράσσων αἰτίας μικρᾶς πέρι,

  πιθοῦ· τί καίνεις μ’; ἀντὶ τοῦ; ποίαν πόλιν

  προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ;

  ποῖον δ’ ἔπρησα δῶμ’; ἐκοιμήθην βίᾳ 390

  σὺν δεσπόταισι· κᾆτ’ ἔμ’, οὐ κεῖνον κτενεῖς,

  τὸν αἴτιον τῶνδ’, ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς

  πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρῃ;

  οἴμοι κακῶν τῶνδ’, ὦ τάλαιν’ ἐμὴ πατρίς,

  ὡς δεινὰ πάσχω. Τί δέ με καὶ τεκεῖν ἐχρῆν 395

  ἄχθος τ’ ἐπ’ ἄχθει τῷδε προσθέσθαι διπλοῦν;

  [ἀτὰρ τί ταῦτα δύρομαι, τὰ δ’ ἐν ποσὶν

  οὐκ ἐξικμάζω καὶ λογίζομαι κακά;]

  ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτους

  κατεῖδον οἰκτρῶς τ’ Ἴλιον πυρούμενον, 400

  αὐτὴ δὲ δούλη ναῦς ἐπ’ Ἀργείων ἔβην

  κόμης ἐπισπασθεῖσ’· ἐπεὶ δ’ ἀφικόμην

  Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι.

  Τί δῆτ’ ἐμοὶ ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν;

  πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας; 405

  Εἷς παῖς ὅδ’ ἦν μοι λοιπὸς ὀφθαλμὸς βίου·

  τοῦτον κτενεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.

  Οὐ δῆτα τοὐμοῦ γ’ εἵνεκ’ ἀθλίου βίου·

  ἐν τῷδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται,

  ἐμοὶ δ’ ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου. 410

  Ἰδοὺ προλείπω βωμὸν ἥδε χειρία

  σφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην.

  Ὦ τέκνον, ἡ τεκοῦσά σ’, ὡς σὺ μὴ θάνῃς,

  στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμῃς μόρον,

  μέμνησο μητρός, οἷα τλᾶσ’ ἀπωλόμην, 415

  καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼν

  δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας

  λέγ’ οἷ’ ἔπραξα. Πᾶσι δ’ ἀνθρώποις ἄρ’ ἦν

  ψυχὴ τέκν’· ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει,

  ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ’ εὐδαιμονεῖ. 420

  Χορός

  ᾬκτιρ’ ἀκούσασ’· οἰκτρὰ γὰρ τὰ δυστυχῆ

  βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ.

  Εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν,

  Μενέλαε, καὶ τήνδ’, ὡς ἀπαλλαχθῇ πόνων.

  Μενέλαος

  Λάβεσθέ μοι τῆσδ’, ἀμφελίξαντες χέρας, 425

  δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεται.

  Ἔχω σ’· ἵν’ ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς,

  προύτεινα παιδὸς θάνατον, ᾧ σ’ ὑπήγαγον

  εἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.

  Καὶ τἀμφὶ σοῦ μὲν ὧδ’ ἔχοντ’ ἐπίστασο· 430

  τὰ δ’ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ,

  ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέλῃ.

  Ἀλλ’ ἕρπ’ ἐς οἴκους τούσδ’, ἵν’ εἰς ἐλευθέρους

  δούλη γεγῶσα μηκέθ’ ὑβρίζειν μάθῃς.

  465 Ἀνδρομάχη

  Οἴμοι· δόλῳ μ’ ὑπῆλθες, ἠπατήμεθα.

  Μενέλαος

  Κήρυσσ’ ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα.

  Ἀνδρομάχη

  Ἦ ταῦτ’ ἐν ὑμῖν τοῖς παρ’ Εὐρώτᾳ σοφά;

  Μενέλαος

  Κἀν τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν.

  Ἀνδρομάχη

  Τὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν ἡγῇ δίκην;

  440 Μενέλαος

  Ὅταν τάδ’ ᾖ, τότ’ οἴσομεν· σὲ δὲ κτενῶ.

  Ἀνδρομάχη

  Ἦ καὶ νεοσσὸν τόνδ’, ὑπὸ πτερῶν σπάσας;

  Μενέλαος

  Οὐ δῆτα· θυγατρὶ δ’, ἢν θέλῃ, δώσω κτανεῖν.

  Ἀνδρομάχη

  Οἴμοι· τί δῆτά σ’ οὐ καταστένω, τέκνον;

  Μενέλαος

  Οὔκουν θρασεῖά γ’ αὐτὸν ἐλπὶς ἀμμένει.

  445 Ἀνδρομάχη

  Ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν

  Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια,

  ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν,

  — λικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξ

  φρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ ἀν’ Ἑλλάδα.

  Τί δ’ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι; 450

  οὐκ αἰσχροκερδεῖς, οὐ λέγοντες ἄλλα μὲν

  γλώσσῃ, φρονοῦντες δ’ ἄλλ’ ἐφευρίσκεσθ’ ἀεί;

  ὄλοισθ’. Ἐμοὶ μὲν θάνατ
ος οὐχ οὕτω βαρὺς

  ὃς σοὶ δέδοκται· κεῖνα γάρ μ’ ἀπώλεσεν,

  ὅθ’ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν 455

  πόσις θ’ ὁ κλεινός, ὅς σε πολλάκις δορὶ

  ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.

  Νῦν δ’ εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς

  κτείνεις μ’. Ἀπόκτειν’· ὡς ἀθώπευτόν γέ σε

  γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν. 460

  Ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας,

  ἡμεῖς δὲ Τροίᾳ γ’. Εἰ δ’ ἐγὼ πράσσω κακῶς,

  μηδὲν τόδ’ αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.

  Χορός

  Οὐδέποτε δίδυμα λέκτρ’ ἐπαινέσω βροτῶν

  οὐδ’ ἀμφιμάτορας κόρους, 465

  ἔριν μελάθρων δυσμενεῖς τε λύπας.

  Μίαν μοι στεργέτω πόσις γάμοις

  ἀκοινώνητον ἀμὸς εὐνάν.

  Οὐδέ γ’ ἐνὶ πόλεσι δίπτυχοι τυραννίδες

  μιᾶς ἀμείνονες φέρειν,

  ἄχθος ἐπ’ ἄχθει καὶ στάσιν πολίταις· 475

  τεκόντοιν θ’ ὕμνον ἐργάταιν δυοῖν

  ἔριν Μοῦσαι φιλοῦσι κραίνειν.

  Πνοαὶ δ’ ὅταν φέρωσι ναυτίλους θοαί,

  κατὰ πηδαλίων δίδυμαι πραπίδων γνῶμαι,

  σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον 480

  φαυλοτέρας φρενὸς αὐτοκρατοῦς.

  Ἑνὸς ἄρ’ ἄνυσις ἀνά τε μέλαθρα

  κατά τε πόλιας, ὁπόταν εὑ-

  ρεῖν θέλωσι καιρόν.

  Ἔδειξεν ἡ Λάκαινα τοῦ στρατηλάτα 485

  Μενέλα· διὰ γὰρ πυρὸς ἦλθ’ ἑτέρῳ λέχει,

  κτείνει δὲ τὰν τάλαιναν Ἰλιάδα κόραν

  παῖδά τε δύσφρονος ἔριδος ὕπερ.

  Ἄθεος ἄνομος ἄχαρις ὁ φόνος·

  ἔτι σε, πότνια, μετατροπὰ 490

  τῶνδ’ ἔπεισιν ἔργων.

  — Καὶ μὴν ἐσορῶ τόδε σύγκρατον

  ζεῦγος πρὸ δόμων ψήφῳ θανάτου 495

  κατακεκριμένον.

  Δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ,

  μητρὸς λεχέων ὃς ὑπερθνῄσκεις

  οὐδὲν μετέχων

  οὐδ’ αἴτιος ὢν βασιλεῦσιν. 500

  Ἀνδρομάχη

  Ἄδ’ ἐγὼ χέρας αἱματη-

  ρὰς βρόχοισι κεκλῃμένα

  πέμπομαι κατὰ γαίας.

  Παῖς

  Μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾷ

  πτέρυγι συγκαταβαίνω. 505

  Ἀνδρομάχη

  Θῦμα δάιον, ὦ χθονὸς

  Φθίας κράντορες.

  Παῖς

  Ὦ πάτερ,

  μόλε φίλοις ἐπίκουρος.

  510 Ἀνδρομάχη

  Κείσῃ δή, τέκνον ὦ φίλος,

  μαστοῖς ματέρος ἀμφὶ σᾶς

  νεκρὸς ὑπὸ χθονί, σὺν νεκρῷ <τε>.

  Παῖς

  Ὤμοι μοι, τί πάθω; τάλας

  δῆτ’ ἐγὼ σύ τε, μᾶτερ.

  515 Μενέλαος

  Ἴθ’ ὑποχθόνιοι· καὶ γὰρ ἀπ’ ἐχθρῶν

  ἥκετε πύργων· δύο δ’ ἐκ δισσαῖν

  θνῄσκετ’ ἀνάγκαιν· σὲ μὲν ἡμετέρα

  ψῆφος ἀναιρεῖ, παῖδα δ’ ἐμὴ παῖς

  τόνδ’ Ἑρμιόνη· καὶ γὰρ ἀνοία

  μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν, 520

  ἐξὸν κτείνειν

  καὶ φόβον οἴκων ἀφελέσθαι.

  Ἀνδρομάχη

  Ὦ πόσις πόσις, εἴθε σὰν

  χεῖρα καὶ δόρυ σύμμαχον

  κτησαίμαν, Πριάμου παῖ. 525

  Παῖς

  Δύστανος, τί δ’ ἐγὼ μόρου

  παράτροπον μέλος εὕρω;

  Ἀνδρομάχη

  Λίσσου, γούνασι δεσπότου

  χρίμπτων, ὦ τέκνον.

  530 Παῖς

  Ὦ φίλος,

  φίλος, ἄνες θάνατόν μοι.

  Ἀνδρομάχη

  Λείβομαι δάκρυσιν κόρας,

  στάζω λισσάδος ὡς πέτρας

  λιβὰς ἀνήλιος, ἁ τάλαινα.

  535 Παῖς

  Ὤμοι μοι, τί δ’ ἐγὼ κακῶν

  μῆχος ἐξανύσωμαι;

  Μενέλαος

  Τί με προσπίτνεις, ἁλίαν πέτραν

  ἢ κῦμα λιταῖς ὣς ἱκετεύων;

  τοῖς γὰρ ἐμοῖσιν γέγον’ ὠφελία,

  σοὶ δ’ οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι 540

  μέγ’ ἀναλώσας ψυχῆς μόριον

  Τροίαν εἷλον καὶ μητέρα σήν·

  ἧς ἀπολαύων

  Ἅιδην χθόνιον καταβήσῃ.

  545 Χορός

  Καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας,

  σπουδῇ τιθέντα δεῦρο γηραιὸν πόδα.

  Πηλεύς

  Ὑμᾶς ἐρωτῶ τόν τ’ ἐφεστῶτα σφαγῇ,

  τί ταῦτα; πῶς ταῦτ’; ἐκ τίνος λόγου νοσεῖ

  δόμος; τί πράσσετ’ ἄκριτα μηχανώμενοι;

  Μενέλα’, ἐπίσχες· μὴ τάχυν’ ἄνευ δίκης. 550

  Ἡγοῦ σὺ θᾶσσον, οὐ γὰρ ὡς ἔοικέ μοι

  σχολῆς τόδ’ ἔργον, ἀλλ’ ἀνηβητηρίαν

  ῥώμην με καὶ νῦν λαμβάνειν, εἴπερ ποτέ.

  Πρῶτον μὲν οὖν κατ’ οὖρον ὥσπερ ἱστίοις

  ἐμπνεύσομαι τῇδ’· εἰπέ, τίνι δίκῃ χέρας 555

  βρόχοισιν ἐκδήσαντες οἵδ’ ἄγουσί σε

  καὶ παῖδ’; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,

  ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν.

  Ἀνδρομάχη

  Οἵδ’, ὦ γεραιέ, σὺν τέκνῳ θανουμένην

  ἄγουσί μ’ οὕτως ὡς ὁρᾷς. Τί σοι λέγω; 560

  οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίᾳ

  μετῆλθον, ἀλλὰ μυρίων ὑπ’ ἀγγέλων.

  Ἔριν δὲ τὴν κατ’ οἶκον οἶσθά που κλύων

 
τῆς τοῦδε θυγατρός, ὧν τ’ ἀπόλλυμαι χάριν.

  Καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆ 565

  ἔτικτέ σοι παῖδ’, ἣν σὺ θαυμαστὴν σέβεις,

  ἄγουσ’ ἀποσπάσαντες, οὔτε τῳ δίκῃ

  κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων

  μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν

  γνόντες τέκνου τε τοῦδ’, ὃν οὐδὲν αἴτιον 570

  μέλλουσι σὺν ἐμοὶ τῇ ταλαιπώρῳ κτανεῖν.

  Ἀλλ’ ἀντιάζω σ’, ὦ γέρον, τῶν σῶν πάρος

  πίτνουσα γονάτων — χειρὶ δ’ οὐκ ἔξεστί μοι

  τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος —

  ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα 575

  αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ’ ἐμοί, γέρον.

  Πηλεύς

  Χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,

  καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.

  Μενέλαος

  Ἐγὼ δ’ ἀπαυδῶ τἄλλα τ’ οὐχ ἥσσων σέθεν

  καὶ τῆσδε πολλῷ κυριώτερος γεγώς. 580

  Πηλεύς

  Πῶς; ἦ τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼν

  δεῦρ’; Οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;

  Μενέλαος

  Εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.

  Πηλεύς

  Οὑμὸς δέ γ’ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.

  585 Μενέλαος

  Οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ’ ἐμά;

  Πηλεύς

  [Ναί,]

  δρᾶν εὖ, κακῶς δ’ οὔ, μηδ’ ἀποκτείνειν βίᾳ.

  Μενέλαος

  Ὡς τήνδ’ ἀπάξεις οὔποτ’ ἐξ ἐμῆς χερός.

  Πηλεύς

  Σκήπτρῳ γε τῷδε σὸν καθαιμάξας κάρα.

  Μενέλαος

  Ψαῦσόν θ’, ἵν’ εἰδῇς, καὶ πέλας πρόσελθέ μου.

  590 Πηλεύς

  Σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν;

 

‹ Prev