by Euripides
[σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;]
ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος,
ἄκλῃστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών,
ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχων
πασῶν κακίστην. Οὐδ’ ἂν εἰ βούλοιτό τις 595
σώφρων γένοιτο Σπαρτιατίδων κόρη,
αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους
γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις
δρόμους παλαίστρας τ’ οὐκ ἀνασχετοὺς ἐμοὶ
κοινὰς ἔχουσι. Κᾆτα θαυμάζειν χρεὼν 600
εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;
Ἑλένην ἐρέσθαι χρῆν τάδ’, ἥτις ἐκ δόμων
τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασε
νεανίου μετ’ ἀνδρὸς εἰς ἄλλην χθόνα.
Κἄπειτ’ ἐκείνης οὕνεχ’ Ἑλλήνων ὄχλον 605
τοσόνδ’ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;
ἣν χρῆν σ’ ἀποπτύσαντα μὴ κινεῖν δόρυ,
κακὴν ἐφευρόντ’, ἀλλ’ ἐᾶν αὐτοῦ μένειν
μισθόν διδόντα μήποτ’ εἰς οἴκους λαβεῖν.
Ἀλλ’ οὔτι ταύτῃ σὸν φρόνημ’ ἐπούρισας, 610
ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας,
παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις,
πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα.
Ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δὲ σὲ
μιάστορ’ ὥς τιν’ εἰσδέδορκ’ Ἀχιλλέως. 615
Ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,
κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασιν
ὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν.
Κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ
κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν 620
κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ
μητρῷ’ ὀνείδη. Τοῦτο καὶ σκοπεῖτέ μοι,
μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν.
Πρὸς τοῖσδε δ’ εἰς ἀδελφὸν οἷ’ ἐφύβρισας,
σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα; 625
Οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς.
Ἑλὼν δὲ Τροίαν — εἶμι γὰρ κἀνταῦθά σοι
οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,
ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος
φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα, 630
ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ.
Κἄπειτ’ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων
πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ
κτείνεις ἀτίμως παῖδά θ’, ὃς κλαίοντά σε
καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην, 635
κεἰ τρὶς νόθος πέφυκε. Πολλάκις δέ τοι
ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ,
νόθοι τε πολλοὶ γνησίων ἀμείνονες.
Ἀλλ’ ἐκκομίζου παῖδα. Κύδιον βροτοῖς
πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον 640
γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ’ οὐδὲν εἶ.
Χορός
Σμικρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα
γλῶσσ’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶν
ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.
645 Μενέλαος
Τί δῆτ’ ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί,
ὅτ’ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς,
κἀς τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε
κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγεις
ἡμῖν δ’ ὀνείδη διὰ γυναῖκα βάρβαρον,
ἣν χρῆν σ’ ἐλαύνειν τήνδ’ ὑπὲρ Νείλου ῥοὰς 650
ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἅμα,
οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα
πλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν,
τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην.
[Πάρις γάρ, ὃς σὸν παῖδ’ ἔπεφν’ Ἀχιλλέα, 655
Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ’ ἥδ’ Ἕκτορος.]
Καὶ τῇδέ γ’ εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγος
καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον,
τίκτειν δ’ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς.
Ἀγὼ προνοίᾳ τῇ τε σῇ κἀμῇ, γέρον, 660
κτανεῖν θέλων τήνδ’ ἐκ χερῶν ἁρπάζομαι.
Καίτοι φέρ’· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου·
ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ’ ἄπο
βλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδος
στήσεις τυράννους, βάρβαροι δ’ ὄντες γένος 665
Ἕλλησιν ἄρξουσ’; εἶτ’ ἐγὼ μὲν οὐ φρονῶ
μισῶν τὰ μὴ δίκαια, σοὶ δ’ ἔνεστι νοῦς;
[κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴν
δούς τῳ πολιτῶν, εἶτ’ ἔπασχε τοιάδε,
σιγῇ καθῆσ’ ἄν; οὐ δοκῶ· ξένης δ’ ὕπερ 670
τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους;
καὶ μὴν ἴσον γ’ ἀνήρ τε καὶ γυνὴ στένει
ἀδικουμένη πρὸς ἀνδρός· ὡς δ’ αὔτως ἀνὴρ
γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων.
Καὶ τῷ μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος, 675
τῇ δ’ ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα.
Οὔκουν δίκαιον τοῖς γ’ ἐμοῖς ἐπωφελεῖν;]
γέρων γέρων εἶ. Τὴν δ’ ἐμὴν στρατηγίαν
λέγων ἔμ’ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον.
Ἑλένη δ’ ἐμόχθησ’ οὐχ ἑκοῦσ’, ἀλλ’ ἐκ θεῶν, 680
καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα·
ὅπλων
γὰρ ὄντες καὶ μάχης ἀίστορες
ἔβησαν εἰς τἀνδρεῖον· ἡ δ’ ὁμιλία
πάντων βροτοῖσι γίγνεται διδάσκαλος.
Εἰ δ’ εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ 685
γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.
Οὐδ’ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.
Ταῦτ’ εὖ φρονῶν σ’ ἐπῆλθον, οὐκ ὀργῆς χάριν·
ἢν δ’ ὀξυθυμῇς, σοὶ μὲν ἡ γλωσσαλγία
μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία. 690
Χορός
Παύσασθον ἤδη — λῷστα γὰρ μακρῷ τάδε —
λόγων ματαίων, μὴ δύο σφαλῆθ’ ἅμα.
Πηλεύς
Οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται·
ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός,
οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε, 695
ἀλλ’ ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται,
ὃς εἷς μετ’ ἄλλων μυρίων πάλλων δόρυ,
οὐδὲν πλέον δρῶν ἑνὸς ἔχει πλείω λόγον.
[Σεμνοὶ δ’ ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν
φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες· 700
οἱ δ’ εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι,
εἰ τόλμα προσγένοιτο βούλησίς θ’ ἅμα.]
Ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοι
Τροίᾳ κάθησθε τῇ τ’ ἐκεῖ στρατηγίᾳ,
μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι. 705
Δείξω δ’ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν
μείζω νομίζειν Πηλέως ἐχθρόν ποτε,
εἰ μὴ φθερῇ τῆσδ’ ὡς τάχιστ’ ἀπὸ στέγης
καὶ παῖς ἄτεκνος, ἣν ὅ γ’ ἐξ ἡμῶν γεγὼς
ἐλᾷ δι’ οἴκων τῶνδ’ ἐπισπάσας κόμης 710
εἰ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται
τίκτοντας ἄλλους, οὐκ ἔχουσ’ αὐτὴ τέκνα.
Ἀλλ’, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,
ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;
φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω 715
εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας.
Ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων
πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι.
Ὧδ’, ὦ κάκιστε, τῆσδ’ ἐλυμήνω χέρας;
βοῦν ἢ λέοντ’ ἤλπιζες ἐντείνειν βρόχοις; 720
ἢ μὴ ξίφος λαβοῦσ’ ἀμυνάθοιτό σε
ἔδεισας; ἕρπε δεῦρ’ ὑπ’ ἀγκάλας, βρέφος,
ξύλλυε μητρὸς δεσμόν· ἐν Φθίᾳ σ’ ἐγὼ
θρέψω μέγαν τοῖσδ’ ἐχθρόν. Εἰ δ’ ἀπῆν δορὸς
τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών, 725
τἄλλ’ ὄντες ἴστε μηδενὸς βελτίονες.
Χορός
Ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος
καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.
Μενέλαος
Ἄγαν προνωπὴς εἰς τὸ λοιδορεῖν φέρῃ·
ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼν 730
οὔτ’ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι.
Καὶ νῦν μέν — οὐ γὰρ ἄφθονον σχολὴν ἔχω
ἄπειμ’ ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω
Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη,
νῦν δ’ ἐχθρὰ ποιεῖ· τήνδ’ ἐπεξελθεῖν θέλω 735
στρατηλατήσας χὑποχείριον λαβεῖν.
Ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν,
ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς
γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.
Κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖ 740
σώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται·
θυμούμενος δὲ τεύξεται θυμουμένων
[ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται].
Τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω·
σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις, 745
ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.
Πηλεύς
Ἡγοῦ, τέκνον μοι, δεῦρ’ ὑπ’ ἀγκάλαις σταθείς,
σύ τ’, ὦ τάλαινα· χείματος γὰρ ἀγρίου
τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.
Ἀνδρομάχη
Ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς, 750
σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.
Ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ
πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,
γέροντα μὲν σ’ ὁρῶντες, ἀσθενῆ δ’ ἐμὲ
καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε, 755
μὴ νῦν φυγόντες εἶθ’ ἁλῶμεν ὕστερον.
Πηλεύς
Οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον·
χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄρα
ψαύσει. Θεῶν γὰρ οὕνεχ’ ἱππικοῦ τ’ ὄχλου 760
πολλῶν θ’ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα·
ἡμεῖς δ’ ἔτ’ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς,
ἀλλ’ εἴς γε τοιόνδ’ ἄνδρ’ ἀποβλέψας μόνον
τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.
Πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ὢν
κρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ’ εὐσωματεῖν; 765
Χορός
Ἢ μὴ γενοίμαν ἢ πατέρων ἀγαθῶν
εἴην πολυκτήτων τε δόμων μέτοχος.
Εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς 770
οὐ σπάνις εὐγενέταις,
κηρυσσομένοισι δ’ ἀπ’ ἐσθλῶν δωμάτων
τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν
ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ’ ἀρετὰ
καὶ θανοῦσι λάμπε�
�. 775
Κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν
ἢ ξὺν φθόνῳ σφάλλειν δυνάμει τε δίκαν. 780
Ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν,
ἐν δὲ χρόνῳ τελέθει
ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμος.
Ταύταν ᾔνεσα ταύταν καὶ φέρομαι βιοτάν,
μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις 785
καὶ πόλει δύνασθαι.
Ὤ γέρον Αἰακίδα, 790
πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ-
ροις ὁμιλῆσαι δορὶ
κλεινοτάτῳ· καὶ ἐπ’ Ἀργῴου δορὸς ἄξενον ὑγρὰ
ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων 795
κλεινὰν ἐπὶ ναυστολίαν,
Ἰλιάδα τε πόλιν ὅτε <τὸ> πάρος
εὐδόκιμος [ὁ] Διὸς ἶνις ἀμφέβαλλεν φόνῳ,
κοινὰν τὰν εὔκλειαν ἔχοντ’ 800
Εὐρώπαν ἀφικέσθαι.
Τροφός
Ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῷ
διάδοχον ἐν τῇδ’ ἡμέρᾳ πορσύνεται.
Δέσποινα γὰρ κατ’ οἶκον, Ἑρμιόνην λέγω,
πατρός τ’ ἐρημωθεῖσα συννοίᾳ θ’ ἅμα, 805
οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν
καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,
πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων
ἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῇ
[ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν]. 810
Μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην
εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς
ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.
Οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα
ἔγνωκε πράξασ’ οὐ καλῶς. Ἐγὼ μὲν οὖν 815
δέσποιναν εἴργουσ’ ἀγχόνης κάμνω, φίλαι·