by Euripides
ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω
θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων
φίλων νέοι μολόντες εὐπιθέστεροι.
Χορός
Καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν 820
βοὴν ἐφ’ οἷσιν ἦλθες ἀγγέλλουσα σύ.
Δείξειν δ’ ἔοικεν ἡ τάλαιν’ ὅσον στένει
πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾷ
φεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν.
Ἑρμιόνη
Ἰώ μοί μοι· 825
σπάραγμα κόμας ὀνύχων τε
δάι’ ἀμύγματα θήσομαι.
Τροφός
Ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ;
Ἑρμιόνη
Αἰαῖ αἰαῖ·
ἔρρ’ αἰθέριον πλοκάμων ἐ- 830
μῶν ἄπο, λεπτόμιτον φάρος.
Τροφός
Τέκνον, κάλυπτε στέρνα, σύνδησον πέπλους.
Ἑρμιόνη
Τί δὲ στέρνα δεῖ καλύπτειν πέπλοις;
δῆλα καὶ ἀμφιφανῆ καὶ ἄκρυπτα δε-
δράκαμεν πόσιν. 835
Τροφός
Ἀλγεῖς φόνον ῥάψασα συγγάμῳ σέθεν;
Ἑρμιόνη κατὰ μὲν οὖν στένω τόλμαν δαί¨αν,
ἃν ἔρξ’ ἁ κατάρατος ἐγὼ κατά-
ρατος ἀνθρώποις.
Τροφός
Συγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις. 840
Ἑρμιόνη
Τί μοι ξίφος
ἐκ χερὸς ἠγρεύσω;
ἀπόδος, ὦ φίλος, ἀπόδος, ἵν’ ἀνταίαν
ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;
Τροφός
Ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς; 845
Ἑρμιόνη
Οἴμοι πότμου.
Ποῦ μοι πυρὸς φίλα φλόξ;
ποῦ δ’ ἐκ πέτρας ἀερθῶ,
ἢ κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων,
ἵνα θανοῦσα νερτέροισιν μέλω; 850
Τροφός
Τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι
πᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε.
Ἑρμιόνη
Ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν
[ὡσεὶ] μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας. 855
Ὀλεῖ ὀλεῖ με [δηλαδὴ πόσις]· τᾷδ’ οὐκέτ’ ἐνοικήσω
νυμφιδίῳ στέγᾳ.
Τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ;
ἢ δούλα δούλας γόνασι προσπέσω; 860
Φθιάδος ἐκ γᾶς
κυανόπτερος ὄρνις ἀρθείην,
πευκᾶεν σκάφος ᾇ διὰ Κυανέας ἐπέρασεν ἀκτάς,
πρωτόπλοος πλάτα. 865
Τροφός
Ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπῄνεσα,
ὅτ’ εἰς γυναῖκα Τρῳάδ’ ἐξημάρτανες,
οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν.
Οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις
φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.
Οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει, 870
ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν
ἕδνοισι, πόλεώς τ’ οὐ μέσως εὐδαίμονος.
Πατὴρ δέ σ’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον,
προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν. 875
Ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμων
πάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβῃς
[πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον].
Χορός
Καὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένος
σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται. 880
Ὀρέστης
Ξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέως
παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;
Χορός
Ἔγνως· ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε;
Ὀρέστης
Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,
ὄνομα δ’ Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς 885
μαντεῖα Δωδωναῖ’. Ἐπεὶ δ’ ἀφικόμην
Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι
γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνει
ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ
ναίουσ’ ἀφ’ ἡμῶν πεδί’ ὅμως ἐστὶν φίλη. 890
Ἑρμιόνη
Ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς
Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων,
οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,
πράσσοντας οὐκ εὖ. Στεμμάτων δ’ οὐχ ἥσσονας
σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς. 895
Ὀρέστης
Ἔα· τί χρῆμα; μῶν ἐσφάλμεθ’ ἢ σαφῶς ὁρῶ
δόμων ἄνασσαν τῶνδε Μενέλεω κόρην;
Ἑρμιόνη
Ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ
Ἑλένη
Κατ’ οἴκους πατρί· μηδὲν ἀγνόει.
900 Ὀρέστης
Ὦ Φοῖβ’ ἀκέστορ, πημάτων δοίης λύσιν.
Τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;
Ἑρμιόνη
Τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ ἔχει,
τὰ δ’ ἐκ θεῶν του· πανταχῇ δ’ ὀλώλαμεν.
Ὀρέστης
Τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω
παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος; 905
Ἑρμιόνη
Τοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου.
Ὀρέστης
Ἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;
Ἑρμιόνη
Τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.
910 Ὀρέστης
Κακόν γ’ ἔλεξας, ἄνδρα δίσσ’ ἔχειν λέχη
.
Ἑρμιόνη
Τοιαῦτα ταῦτα. Κᾆτ’ ἔγωγ’ ἠμυνάμην.
Ὀρέστης
Μῶν εἰς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή;
Ἑρμιόνη
Φόνον γ’ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ.
Ὀρέστης
Κἄκτεινας, ἤ τις συμφορά σ’ ἀφείλετο;
Ἑρμιόνη
Γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.
915 Ὀρέστης
Σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου;
Ἑρμιόνη
Πατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών.
Ὀρέστης
Κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;
Ἑρμιόνη
Αἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών.
Ὀρέστης
Συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.
920 Ἑρμιόνη
Ἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. Τί δεῖ λέγειν;
Ἀλλ’ ἄντομαί σε Δία καλοῦσ’ ὁμόγνιον,
πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτω
ἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γε
δόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με,
μισεῖ τε γαῖα Φθιάς. Εἰ δ’ ἥξει πάρος 925
Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις,
κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν· ἢ δουλεύσομεν
νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.
Ὀρέστης
Πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες;
930 Ἑρμιόνη
Κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν,
αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους·
Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις
δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;
μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοις
βλέπουσ’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη. 935
Κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους,
[σοφῶν πανούργων ποικίλων λαλημάτων,]
ἐξηνεμώθην μωρίᾳ. Τί γάρ μ’ ἐχρῆν
πόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει;
πολὺς μὲν ὄλβος· δωμάτων δ’ ἠνάσσομεν· 940
παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,
ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.
Ἀλλ’ οὔποτ’ οὔποτ’ ̔οὐ γὰρ εἰσάπαξ ἐρῶ̓
χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,
πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν 945
γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·
ἡ μέν τι κερδαίνουσα συμφθείρει λέχος,
ἡ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει,
πολλαὶ δὲ μαργότητι. Κἀντεῦθεν δόμοι
νοσοῦσιν ἀνδρῶν. Πρὸς τάδ’ εὖ φυλάσσετε 950
κλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας·
ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι
δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.
Χορός
Ἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον.
Συγγνωστὰ μέν νυν σοὶ τάδ’, ἀλλ’ ὅμως χρεὼν 955
κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.
Ὀρέστης
Σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς
λόγους ἀκούειν τῶν ἐναντίων πάρα.
Ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων 960
ἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος,
φυλακὰς ἔχων ἔμιμνον, εἴτ’ αὐτοῦ μενεῖς
εἴτ’ ἐκφοβηθεῖσ’ αἰχμαλωτίδος φόνῳ
γυναικὸς οἴκων τῶνδ’ ἀπηλλάχθαι θέλεις.
Ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς,
εἰ δ’ ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον, 965
πέμψων σ’ ἀπ’ οἴκων τῶνδ’. Ἐμὴ γὰρ οὖσα πρὶν
σὺν τῷδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκῃ,
ὃς πρὶν τὰ Τροίας ἐσβαλεῖν ὁρίσματα
γυναῖκ’ ἐμοί σε δοὺς ὑπέσχεθ’ ὕστερον
τῷ νῦν σ’ ἔχοντι, Τρῳάδ’ εἰ πέρσοι πόλιν. 970
Ἐπεὶ δ’ Ἀχιλλέως δεῦρ’ ἐνόστησεν γόνος,
σῷ μὲν συνέγνων πατρί, τὸν δ’ ἐλισσόμην
γάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχας
καὶ τὸν παρόντα δαίμον’, ὡς φίλων μὲν ἂν
γήμαιμ’ ἀπ’ ἀνδρῶν, ἔκτοθεν δ’ οὐ ῥᾳδίως, 975
φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ φεύγω φυγάς.
Ὁ δ’ ἦν ὑβριστὴς ἐς τ’ ἐμῆς μητρὸς φόνον
τάς θ’ αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί.
Κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν
ἤλγουν μὲν ἤλγουν, συμφορὰς δ’ ἠνειχόμην, 980
σῶν δὲ στερηθεὶς ᾠχόμην ἄκων γάμων.
Νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας
καὶ ξυμφορὰν τήνδ’ ἐσπεσοῦσ’ ἀμηχανεῖς,
ἄξω σ’ ἀπ’ οἴκων καὶ πατρὸς δώσω χερί.
Τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς 985
οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου.
Ἑρμιόνη
Νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς
μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε.
Ἀλλ’ ὡς τάχιστα τῶνδέ μ’ ἔκπεμψον δόμων
μὴ φθῇ σε προσβὰς δῶμα καὶ μ’ ἑλὼν πόσις, 990
ἢ πρέσβυς οἴκους μ’ ἐξερημοῦσαν μαθὼν
Πηλεὺς μετέλθῃ πωλικοῖς διώγμασιν.
Ὀρέστης
Θάρσει γέροντος χεῖρα· τὸν δ’ Ἀχιλλέως
μηδὲν φοβηθῇς παῖδ’, ὅσ’ εἰς ἔμ’ ὕβρισε.
Τοία γὰρ αὐτῷ μηχαν�
� πεπλεγμένη 995
βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου
πρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ,
τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα.
Ὁ μητροφόντης δ’, ἢν δορυξένων ἐμῶν
μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα, 1000
δείξω γαμεῖν σφε μηδέν’ ὧν ἐχρῆν ἐμέ.
Πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην
ἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασις
γνώμης ὀνήσει θεῷ διδόντα νῦν δίκας,
ἀλλ’ ἔκ τ’ ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖς 1005
κακῶς ὀλεῖται· γνώσεται δ’ ἔχθραν θεοῦ.
Ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν
δαίμων δίδωσι κοὐκ ἐᾷ φρονεῖν μέγα.
Χορός
Ὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίῳ εὐτειχῆ πάγον
καὶ πόντιε κυανέαις ἵπποις διφρεύ- 1010
ων ἅλιον πέλαγος,
τίνος οὕνεκ’ ἄτιμον ὀργά-
ας χέρα τεκτοσύνας Ἐ- 1015
νυαλίῳ δοριμήστορι προσθέν-
τες τάλαιναν τάλαι-
ναν μεθεῖτε Τροίαν;
Πλείστους δ’ ἐπ’ ἀκταῖσιν Σιμοεντίσιν εὐίππους ὄχους
ἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ- 1020
λας ἔθετ’ ἀστεφάνους·
ἀπὸ δὲ φθίμενοι βεβᾶσιν
Ἰλιάδαι βασιλῆες,
οὐδ’ ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί- 1025
ᾳ θεοῖσιν λέλαμ-
πεν καπνῷ θυώδει.
Βέβακε δ’ Ἀτρείδας ἀλόχου παλάμαις,
αὐτά τ’ ἐναλλάξασα φόνῳ θάνατον
πρὸς τέκνων ἀπηύρα. 1030
Θεοῦ θεοῦ νῦν κέλευμ’ ἐπεστράφη
μαντόσυνον, ὅτε νιν Ἀργόθεν πορευθεὶς
Ἀγαμεμνόνιος κέλωρ, ἀδύτων ἐπιβὰς