Book Read Free

Complete Works of Euripides

Page 108

by Euripides


  κτήσατ’, ὢν ματρὸς φονεὺς 1035

  ὦ δαῖμον, ὦ Φοῖβε, πῶς πείθομαι;

  πολλαὶ δ’ ἀν’ Ἑλλάνων ἀγόρους στοναχὰς

  μέλποντο δυστάνων λεχέων ἄλοχοι,

  ἐκ δ’ ἔλειπον οἴκους 1040

  πρὸς ἄλλον εὐνάτορ’. Οὐχὶ σοὶ μόνᾳ

  δύσφρονες ἐπέπεσον, οὐ φίλοισι, λῦπαι·

  νόσον Ἑλλὰς ἔτλα, νόσον· διέβα δὲ Φρυγῶν

  καὶ πρὸς εὐκάρπους γύας 1045

  σκηπτὸς σταλάσσων †Ἅιδα† φόνον.

  Πηλεύς

  Φθιώτιδες γυναῖκες, ἱστοροῦντί μοι

  σημήνατ’· ᾐσθόμην γὰρ οὐ σαφῆ λόγον

  ὡς δώματ’ ἐκλιποῦσα Μενέλεω κόρη

  φρούδη τάδ’· ἥκω δ’ ἐκμαθεῖν σπουδὴν ἔχων 1050

  εἰ ταῦτ’ ἀληθῆ· τῶν γὰρ ἐκδήμων φίλων

  δεῖ τοὺς κατ’ οἶκον ὄντας ἐκπονεῖν τύχας.

  Χορός

  Πηλεῦ, σαφῶς ἤκουσας· οὐδ’ ἐμοὶ καλὸν

  κρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς·

  βασίλεια γὰρ τῶνδ’ οἴχεται φυγὰς δόμων. 1055

  Πηλεύς

  Τίνος φόβου τυχοῦσα; διαπέραινέ μοι.

  Χορός

  Πόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάλῃ.

  Πηλεύς

  Μῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων;

  Χορός

  Ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόβῳ.

  1060 Πηλεύς

  Σὺν πατρὶ δ’ οἴκους ἢ τίνος λείπει μέτα;

  Χορός

  Ἀγαμέμνονός νιν παῖς βέβηκ’ ἄγων χθονός.

  Πηλεύς

  Ποίαν περαίνων ἐλπίδ’; ἦ γῆμαι θέλων;

  Χορός

  Καὶ σῷ γε παιδὸς παιδὶ πορσύνων μόρον.

  Πηλεύς

  Κρυπτὸς καταστὰς ἢ κατ’ ὄμμ’ ἐλθὼν μάχῃ;

  1065 Χορός

  Ἀγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα.

  Πηλεύς

  Οἴμοι· τόδ’ ἤδη δεινόν. οὐχ ὅσον τάχος

  χωρήσεταί τις Πυθικὴν πρὸς ἑστίαν

  καὶ τἀνθάδ’ ὄντα τοῖς ἐκεῖ λέξει φίλοις,

  πρὶν παῖδ’ Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο;

  1070 Ἄγγελος

  Ὤμοι μοι· οἵας ὁ τλήμων ἀγγελῶν ἥκω τύχας

  σοί τ’, ὦ γεραιέ, καὶ φίλοισι δεσπότου.

  Πηλεύς

  Αἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾷ.

  Ἄγγελος

  Οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθῃς, γέρον

  Πηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχει

  Δελφῶν ὑπ’ ἀνδρῶν καὶ Μυκηναίου ξένου. 1075

  Χορός

  Ἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσῃς· ἔπαιρε σαυτόν.

  Πηλεύς

  Οὐδέν εἰμ’· ἀπωλόμην.

  Φρούδη μὲν αὐδή, φροῦδα δ’ ἄρθρα μου κάτω.

  Ἄγγελος

  Ἄκουσον, εἰ σοὶ καὶ φίλοις ἀμυναθεῖν

  χρῄζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας. 1080

  Πηλεύς

  Ὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν

  οἵα με τὸν δύστηνον ἀμφιβᾶσ’ ἔχεις.

  πῶς δ’ οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος;

  σήμαιν’· ἀκοῦσαι δ’ οὐκ ἀκούσθ’ ὅμως θέλω.

  1085 Ἄγγελος

  Ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον,

  τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους

  θέᾳ διδόντες ὄμματ’ ἐξεπίμπλαμεν.

  Καὶ τοῦθ’ ὕποπτον ἦν ἄρ’· ἐς δὲ συστάσεις

  κύκλους τ’ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ.

  Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν 1090

  ἐς οὖς ἑκάστῳ δυσμενεῖς ηὔδα λόγους·

  Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ

  χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν,

  τὸ δεύτερον παρόντ’ ἐφ’ οἷσι καὶ πάρος

  δεῦρ’ ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων; 1095

  Κἀκ τοῦδ’ ἐχώρει ῥόθιον ἐν πόλει κακόν·

  ἀρχαὶ δ’ ἐπληροῦντ’ ἐς τὰ βουλευτήρια,

  ἰδίᾳ θ’ ὅσοι θεοῦ χρημάτων ἐφέστασαν,

  φρουρὰν ἐτάξαντ’ ἐν περιστύλοις δόμοις.

  Ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίας 1100

  παιδεύματ’, οὐδὲν τῶνδέ πω πεπυσμένοι,

  λαβόντες ᾖμεν ἐσχάραις τ’ ἐφέσταμεν

  σὺν προξένοισι μάντεσίν τε Πυθικοῖς.

  Καί τις τόδ’ εἶπεν· “Ὦ” νεανία, τί σοι

  θεῷ κατευξώμεσθα; τίνος ἥκεις χάριν; 1105

  Ὁ δ’ εἶπε· Φοίβῳ τῆς πάροιθ’ ἁμαρτίας

  δίκας παρασχεῖν βουλόμεσθ’· ᾔτησα γὰρ

  πατρός ποτ’ αὐτὸν αἵματος δοῦναι δίκην.

  Κἀνταῦθ’ Ὀρέστου μῦθος ἰσχύων μέγα

  ἐφαίνεθ’, ὡς ψεύδοιτο δεσπότης ἐμός, 1110

  ἥκων ἐπ’ αἰσχροῖς. Ἔρχεται δ’ ἀνακτόρων

  κρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίων

  εὔξαιτο Φοίβῳ· τυγχάνει δ’ ἐν ἐμπύροις·

  τῷ δὲ ξιφήρης ἆρ’ ὑφειστήκει λόχος

  δάφνῃ σκιασθείς· ὧν Κλυταιμήστρας τόκος 1115

  εἷς ἦν ἁπάντων τῶνδε μηχανορράφος.

  Χὠ μὲν κατ’ ὄμμα στὰς προσεύχεται θεῷ:

  οἱ δ’ ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι 1120

  κεντοῦσ’ ἀτευχῆ παῖδ’ Ἀχιλλέως λάθρᾳ.

  Χωρεῖ δὲ πρύμναν: οὐ γὰρ εἰς καιρὸν τυπεὶς

  ἐτύγχαν’: ἐξέλκει δὲ κἀκ παραστάδος

  κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας

  ἔστη ‘πὶ βωμοῦ γοργὸς ὁ
πλίτης ἰδεῖν,

  βοᾷ δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε·

  Τίνος μ’ ἕκατι κτείνετ’ εὐσεβεῖς ὁδοὺς 1125

  ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;

  τῶν δ’ οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλας

  ἐφθέγξατ’, ἀλλ’ ἔβαλλον ἐκ χερῶν πέτροις.

  Πυκνῇ δὲ νιφάδι πάντοθεν σποδούμενος

  προύτεινε τεύχη κἀφυλάσσετ’ ἐμβολὰς 1130

  ἐκεῖσε κἀκεῖσ’ ἀσπίδ’ ἐκτείνων χερί.

  Ἀλλ’ οὐδὲν ἦνον· ἀλλὰ πόλλ’ ὁμοῦ βέλη,

  οἰστοί, μεσάγκυλ’ ἔκλυτοί τ’ ἀμφώβολοι

  σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος.

  Δεινὰς δ’ ἂν εἶδες πυρρίχας φρουρουμένου 1135

  βέλεμνα παιδός. Ὡς δέ νιν περισταδὸν

  κύκλῳ κατεῖχον οὐ διδόντες ἀμπνοάς,

  βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν,

  τὸ Τρωικὸν πήδημα πηδήσας ποδοῖν

  χωρεῖ πρὸς αὐτούς· οἱ δ’ ὅπως πελειάδες 1140

  ἱέρακ’ ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν.

  Πολλοὶ δ’ ἔπιπτον μιγάδες ἔκ τε τραυμάτων

  αὐτοί θ’ ὑπ’ αὐτῶν στενοπόρους κατ’ ἐξόδους,

  κραυγὴ δ’ ἐν εὐφήμοισι δύσφημος δόμοις

  πέτραισιν ἀντέκλαγξ’· ἐν εὐδίᾳ δέ πως 1145

  ἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις·

  πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο

  δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν

  στρέψας πρὸς ἀλκήν. Ἔνθ’ Ἀχιλλέως πίτνει

  παῖς ὀξυθήκτῳ πλευρὰ φασγάνῳ τυπεὶς 1150

  [Δελφοῦ πρὸς ἀνδρός, ὅσπερ αὐτὸν ὤλεσε]

  πολλῶν μετ’ ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει,

  τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον,

  βάλλων ἀράσσων; πᾶν δ’ ἀνήλωται δέμας

  τὸ καλλίμορφον τραυμάτων ὕπ’ ἀγρίων. 1155

  Νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας

  ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων.

  Ἡμεῖς δ’ ἀναρπάσαντες ὡς τάχος χεροῖν

  κομίζομέν νίν σοι κατοιμῶξαι γόοις

  κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ. 1160

  Τοιαῦθ’ ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ,

  ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής,

  δίκας διδόντα παῖδ’ ἔδρασ’ Ἀχιλλέως.

  Ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακός,

  παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός; 1165

  Πηλεύς

  Ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε

  καὶ δέχομαι χερὶ δώμασί τ’ ἀμοῖς.

  Ἰώ μοί μοι, αἰαῖ,

  ὦ πόλι Θεσσαλία, διολώλαμεν,

  οἰχόμεθ’: οὐκέτι μοι γένος, οὐκέτι μοι τέκνα λείπεται οἴκοις: 1170

  ὦ σχέτλιος παθέων ἐγώ: †εἰς τίνα

  δὴ φίλον αὐγὰς βαλὼν τέρψομαι;†

  ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες,

  εἴθε σ’ ὑπ’ Ἰλίῳ ἤναρε δαίμων

  Σιμοεντίδα παρ’ ἀκτάν. 1175

  Χορός

  Οὗτός γ’ ἂν ὡς ἐκ τῶνδ’ ἐτιμᾶτ’ ἄν, γέρον,

  θανών, τὸ σὸν δ’ ἦν ὧδ’ ἂν εὐτυχέστερον.

  Πηλεύς

  Ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματα

  καὶ πόλιν ὤλεσας ὤλεσας ἁμάν.

  Αἰαῖ, ἒ ἒ, ὦ παῖ: 1180

  †μήποτε σῶν λεχέων τὸ δυσώνυμον

  ὤφελ’ ἐμὸν γένος εἰς τέκνα καὶ δόμον ἀμφιβαλέσθαι

  Ἑρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον,†

  ἀλλὰ κεραυνῷ πρόσθεν ὀλέσθαι:

  μηδ’ ἐπὶ τοξοσύνᾳ φονίῳ πατρὸς 1185

  αἷμα τὸ διογενές ποτε Φοῖβον

  βροτὸς εἰς θεὸν ἀνάψαι.

  Χορός

  Ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις

  νόμῳ τῷ νερτέρων κατάρξω.

  1190 Πηλεύς

  Ὀττοτοτοτοῖ, διάδοχά <σοι> τάλας ἐγὼ

  γέρων καὶ δυστυχὴς δακρύω.

  Χορός

  Θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν.

  Πηλεύς

  Ὦ φίλος, δόμον ἔλιπες ἔρημον,

  [ὤμοι μοι, ταλαίπωρον ἐμὲ]

  γέροντ’ ἄπαιδα νοσφίσας. 1195

  Χορός

  Θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων.

  Πηλεύς

  Οὐ σπαράξομαι κόμαν,

  οὐκ ἐμῷ ‘πιθήσομαι

  κάρᾳ κτύπημα χειρὸς ὀλοόν; ὦ πόλις,

  διπλῶν τέκνων 1200

  μ’ ἐστέρησε Φοῖβος.

  Χορός

  Ὦ κακὰ παθὼν ἰδών τε δυστυχὲς γέρον,

  τίν’ αἰῶν’ ἐς τὸ λοιπὸν ἕξεις;

  Πηλεύς

  Ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶν

  διαντλήσω πόνους ἐς Ἅιδαν. 1205

  Χορός

  Μάτην δέ σ’ ἐν γάμοισιν ὤλβισαν θεοί.

  Πηλεύς

  Ἀμπτάμενα φροῦδα πάντ’ ἐκεῖνα

  κόμπων μεταρσίων πρόσω.

  Χορός

  Μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφῃ.

  1210 Πηλεύς

  Οὐκέτ’ εἴμ’, οἴμοι, πόλις,

  σκῆπτρά τ’ ἐρρέτω τάδε [ἐπὶ γαῖαν]·

  σύ τ’, ὦ κατ’ ἄντρα νύχια Νηρέως κόρη,

  πανώλεθρόν μ’ ὄψεαι πίτνοντα [πρὸς γᾶν].

  Χορός

  Ἰὼ ἰώ·

  τί κεκίνηται; τίνος αἰσθάνομαι 1215

  θείου; κοῦραι, λεύσσετ’ ἀθρήσατε·

  δαίμων ὅδε τις λευκὴν αἰθέρα

  πορθμευόμενος τῶν ἱπποβότων

 
Φθίας πεδίων ἐπιβαίνει.

  1220 Θέτις

  Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων

  ἥκω Θέτις λιποῦσα Νηρέως δόμους.

  Καὶ πρῶτα μέν σοι τοῖς παρεστῶσιν κακοῖς

  μηδέν τι λίαν δυσφορεῖν παρῄνεσα:

  κἀγὼ γάρ, ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα,

  θεὰν γεγῶσαν καὶ θεοῦ πατρὸς τέκος, 1225

  ἀπώλεσ’ ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας

  Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος.

  Ὧν δ’ οὕνεκ’ ἦλθον σημανῶ, σὺ δ’ ἐνδέχου.

  Τὸν μὲν θανόντα τόνδ’ Ἀχιλλέως γόνον

  θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν, 1230

  Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλλῃ τάφος

  φόνον βίαιον τῆς Ὀρεστείας χερός·

  γυναῖκα δ’ αἰχμάλωτον, Ἀνδρομάχην λέγω,

  Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον,

  Ἑλένῳ συναλλαχθεῖσαν εὐναίοις γάμοις, 1235

  καὶ παῖδα τόνδε, τῶν ἀπ’ Αἰακοῦ μόνον

  λελειμμένον δή. Βασιλέα δ’ ἐκ τοῦδε χρὴ

  ἄλλον δι’ ἄλλου διαπερᾶν Μολοσσίας

  εὐδαιμονοῦντας· οὐ γὰρ ὧδ’ ἀνάστατον

  γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον, 1240

  Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει,

  καίπερ πεσούσης Παλλάδος προθυμίᾳ.

  Σὲ δ’, ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν,

  κακῶν ἀπαλλάξασα τῶν βροτησίων

  ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν. 1245

  Κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα

  τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾷ·

  ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα

  τὸν φίλτατον σοὶ παῖδ’ ἐμοί τ’ Ἀχιλλέα

  ὄψῃ δόμους ναίοντα νησιωτικοὺς 1250

 

‹ Prev