Book Read Free

Complete Works of Euripides

Page 110

by Euripides


  σφάξαι πρὸς ὀρθὸν χῶμ’ Ἀχιλλείου τάφου.

  Ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης

  τάσσουσιν εἶναι· θύματος δ’ ἐπιστάτης

  ἱερεύς τ’ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.

  [225] Οἶσθ’ οὖν ὃ δρᾶσον; Μήτ’ ἀποσπασθῇς βίᾳ

  μήτ’ ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί·

  γίγνωσκε δ’ ἀλκὴν καὶ παρουσίαν κακῶν

  τῶν σῶν. Σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν.

  Ἑκάβη

  [229] Αἰαῖ· παρέστηχ’, ὡς ἔοικ’, ἀγὼν μέγας,

  [230] πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός.

  Κἄγωγ’ ἄρ’ οὐκ ἔθνῃσκον οὗ μ’ ἐχρῆν θανεῖν,

  οὐδ’ ὤλεσέν με Ζεύς, τρέφει δ’, ὅπως ὁρῶ

  κακῶν κάκ’ ἄλλα μείζον’ ἡ τάλαιν’ ἐγώ.

  Εἰ δ’ ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους

  [235] μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια

  ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,

  ἡμᾶς δ’ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.

  Ὀδυσσεύς

  Ἔξεστ’, ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.

  Ἑκάβη

  Οἶσθ’ ἡνίκ’ ἦλθες Ἰλίου κατάσκοπος,

  [240] δυσχλαινίᾳ τ’ ἄμορφος, ὀμμάτων τ’ ἄπο

  φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;

  Ὀδυσσεύς

  Οἶδ’· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.

  Ἑκάβη

  Ἔγνω δέ σ’ Ἑλένη καὶ μόνῃ κατεῖπ’ ἐμοί;

  Ὀδυσσεύς

  Μεμνήμεθ’ ἐς κίνδυνον ἐλθόντες μέγαν.

  Ἑκάβη

  [245] Ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;

  Ὀδυσσεύς

  Ὥστ’ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρ’ ἐμήν.

  Ἑκάβη

  Ἔσωσα δῆτά σ’ ἐξέπεμψά τε χθονός;

  Ὀδυσσεύς

  Ὥστ’ εἰσορᾶν γε φέγγος ἡλίου τόδε.

  Ἑκάβη

  Τί δῆτ’ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;

  Ὀδυσσεύς

  [250] Πολλῶν λόγων εὑρήμαθ’, ὥστε μὴ θανεῖν.

  Ἑκάβη

  [251] Οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν,

  ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν,

  δρᾷς δ’ οὐδὲν ἡμᾶς εὖ, κακῶς δ’ ὅσον δύνῃ;

  Ἀχάριστον ὑμῶν σπέρμ’, ὅσοι δημηγόρους

  [255] ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι,

  οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,

  ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.

  Ἀτὰρ τί δὴ σόφισμα τοῦθ’ ἡγούμενοι

  ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;

  [260] Πότερα τὸ χρῆν σφ’ ἐπήγαγ’ ἀνθρωποσφαγεῖν

  πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;

  Ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων

  ἐς τήνδ’ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;

  Ἀλλ’ οὐδὲν αὐτὸν ἥδε γ’ εἴργασται κακόν.

  [265] Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα·

  κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τ’ ἄγει.

  Εἰ δ’ αἰχμαλώτων χρή τιν’ ἔκκριτον θανεῖν

  κάλλει θ’ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε·

  ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,

  [270] ἀδικοῦσά θ’ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.

  Τῷ μὲν δικαίῳ τόνδ’ ἁμιλλῶμαι λόγον·

  ἃ δ’ ἀντιδοῦναι δεῖ σ’ ἀπαιτούσης ἐμοῦ,

  ἄκουσον. Ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸς

  καὶ τῆσδε γραίας προσπίτνων παρηίδος·

  [275] ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ

  χάριν τ’ ἀπαιτῶ τὴν τόθ’ ἱκετεύω τέ σε,

  μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς,

  μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.

  Ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν·

  [280] ἥδ’ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,

  πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.

  Οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεών,

  οὐδ’ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί·

  κἀγὼ γὰρ ἦ ποτ’, ἀλλὰ νῦν οὐκ εἴμ’ ἔτι,

  [285] τὸν πάντα δ’ ὄλβον ἦμαρ ἕν μ’ ἀφείλετο.

  Ἀλλ’, ὦ φίλον γένειον, αἰδέσθητί με,

  οἴκτιρον· ἐλθὼν δ’ εἰς Ἀχαιικὸν στρατὸν

  παρηγόρησον, ὡς ἀποκτείνειν φθόνος

  γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε

  [290] βωμῶν ἀποσπάσαντες, ἀλλ’ ᾠκτίρατε.

  Νόμος δ’ ἐν ὑμῖν τοῖς τ’ ἐλευθέροις ἴσος

  καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.

  Τὸ δ’ ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸν

  πείσει· λόγος γὰρ ἔκ τ’ ἀδοξούντων ἰὼν

  [295] κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.

  Χορός

  [296] Οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις,

  ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων

  κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.

  Ὀδυσσεύς

  Ἑκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳ

  [300] τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.

  Ἐγὼ τὸ μὲν σὸν σῶμ’ ὑφ’ οὗπερ εὐτύχουν

  σῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω·

  ἃ δ’ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,

  Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ

  [305] σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ.

  Ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,

  ὅταν τις ἐσθλὸς κα�
�� πρόθυμος ὢν ἀνὴρ

  μηδὲν φέρηται τῶν κακιόνων πλέον.

  Ἡμῖν δ’ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,

  [310] θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστ’ ἀνήρ.

  Οὔκουν τόδ’ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ

  χρώμεσθ’, ἐπεὶ δ’ ὄλωλε, μὴ χρώμεσθ’ ἔτι;

  Εἶεν· τί δῆτ’ ἐρεῖ τις, ἤν τις αὖ φανῇ

  στρατοῦ τ’ ἄθροισις πολεμίων τ’ ἀγωνία;

  [315] Πότερα μαχούμεθ’ ἢ φιλοψυχήσομεν,

  τὸν κατθανόνθ’ ὁρῶντες οὐ τιμώμενον;

  Καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθ’ ἡμέραν

  κεἰ σμίκρ’ ἔχοιμι, πάντ’ ἂν ἀρκούντως ἔχοι·

  τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον

  [320] τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.

  Εἰ δ’ οἰκτρὰ πάσχειν φῄς, τάδ’ ἀντάκουέ μου·

  εἰσὶν παρ’ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι

  γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,

  νύμφαι τ’ ἀρίστων νυμφίων τητώμεναι,

  [325] ὧν ἥδε κεύθει σώματ’ Ἰδαία κόνις.

  Τόλμα τάδ’. Ἡμεῖς δ’, εἰ κακῶς νομίζομεν

  τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·

  οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους

  ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας

  [330] θαυμάζεθ’, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῇ,

  ὑμεῖς δ’ ἔχηθ’ ὅμοια τοῖς βουλεύμασιν.

  Χορός

  [332] Αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκ’ ἀεὶ

  τολμᾷ θ’ ἃ μὴ χρή, τῇ βίᾳ νικώμενον.

  Ἑκάβη

  Ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα

  [335] φροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου·

  σὺ δ’, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις,

  σπούδαζε πάσας ὥστ’ ἀηδόνος στόμα

  φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.

  Πρόσπιπτε δ’ οἰκτρῶς τοῦδ’ Ὀδυσσέως γόνυ

  [340] καὶ πεῖθ’ ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα

  καὶ τῷδε τὴν σὴν ὥστ’ ἐποικτῖραι τύχην.

  Πολυξένη

  [342] Ὁρῶ σ’, Ὀδυσσεῦ, δεξιὰν ὑφ’ εἵματος

  κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν

  στρέφοντα, μή σου προσθίγω γενειάδος.

  [345] Θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·

  ὡς ἕψομαί γε τοῦ τ’ ἀναγκαίου χάριν

  θανεῖν τε χρῄζουσ’· εἰ δὲ μὴ βουλήσομαι,

  κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.

  Τί γάρ με δεῖ ζῆν; ᾟ πατὴρ μὲν ἦν ἄναξ

  [350] Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου·

  ἔπειτ’ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο

  βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων

  ἔχουσ’, ὅτου δῶμ’ ἑστίαν τ’ ἀφίξομαι·

  δέσποινα δ’ ἡ δύστηνος Ἰδαίαισιν ἦ

  [355] γυναιξὶ παρθένοις τ’ ἀπόβλεπτος μέτα,

  ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον·

  νῦν δ’ εἰμὶ δούλη. Πρῶτα μέν με τοὔνομα

  θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·

  ἔπειτ’ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας

  [360] τύχοιμ’ ἄν, ὅστις ἀργύρου μ’ ὠνήσεται,

  τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν,

  προσθεὶς δ’ ἀνάγκην σιτοποιὸν ἐν δόμοις,

  σαίρειν τε δῶμα κερκίσιν τ’ ἐφεστάναι

  λυπρὰν ἄγουσαν ἡμέραν μ’ ἀναγκάσει·

  [365] λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν

  χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.

  Οὐ δῆτ’· ἀφίημ’ ὀμμάτων ἐλευθέρων

  φέγγος τόδ’, Ἅιδῃ προστιθεῖσ’ ἐμὸν δέμας.

  Ἄγου μ’, Ὀδυσσεῦ, καὶ διέργασαί μ’ ἄγων·

  [370] οὔτ’ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ

  θάρσος παρ’ ἡμῖν ὥς ποτ’ εὖ πρᾶξαί με χρή.

  Μῆτερ, σὺ δ’ ἡμῖν μηδὲν ἐμποδὼν γένῃ,

  λέγουσα μηδὲ δρῶσα· συμβούλου δέ μοι

  θανεῖν πρὶν αἰσχρῶν μὴ κατ’ ἀξίαν τυχεῖν.

  [375] Ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν,

  φέρει μέν, ἀλγεῖ δ’ αὐχέν’ ἐντιθεὶς ζυγῷ·

  θανὼν δ’ ἂν εἴη μᾶλλον εὐτυχέστερος

  ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.

  Χορός

  [379] Δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς

  [380] ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται

  τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.

  Ἑκάβη

  Καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ

  λύπη πρόσεστιν. Εἰ δὲ δεῖ τῷ Πηλέως

  χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν

  [385] ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,

  ἡμᾶς δ’ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως

  κεντεῖτε, μὴ φείδεσθ’· ἐγὼ ̓´τεκον Πάριν,

  ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.

  Ὀδυσσεύς

  Οὐ σ’, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως

  [390] φάντασμ’ Ἀχαιούς, ἀλλὰ τήνδ’, ᾐτήσατο.

  Ἑκάβη

  [391] Ὑμεῖς δέ μ’ ἀλλὰ θυγατρὶ συμφονεύσατε,

  καὶ δὶς τόσον πῶμ’ αἵματος γενήσεται

  γαίᾳ νεκρῷ τε τῷ τάδ’ ἐξαιτουμένῳ.

  Ὀδυσσεύς

  Ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος

  [395] ἄλλος πρὸς ἄλλῳ· μηδὲ τόνδ’ ὠφείλομεν.

  Ἑκάβη

  Πολλή γ’ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.

 
Ὀδυσσεύς

  Πῶς; Οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.

  Ἑκάβη

  Ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδ’ ἕξομαι.

  Ὀδυσσεύς

  Οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.

  Ἑκάβη

  [400] Ὡς τῆσδ’ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.

  Ὀδυσσεύς

  Ἀλλ’ οὐδ’ ἐγὼ μὴν τήνδ’ ἄπειμ’ αὐτοῦ λιπών.

  Πολυξένη

  [402] Μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,

  χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,

  σύ τ’, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.

  [405] Βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν

  γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,

  ἀσχημονῆσαί τ’ ἐκ νέου βραχίονος

  σπασθεῖσ’, ἃ πείσῃ; Μὴ σύ γ’· οὐ γὰρ ἄξιον.

  Ἀλλ’, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα

  [410] δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·

  ὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον

  ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψομαι.

  Τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.

  Ὦ μῆτερ, ὦ τεκοῦσ’, ἄπειμι δὴ κάτω.

  Ἑκάβη

  [415] Ὦ θύγατερ, ἡμεῖς δ’ ἐν φάει δουλεύσομεν.

  Πολυξένη

  Ἀνυμφος ἀνυμέναιος ὧν μ’ ἐχρῆν τυχεῖν.

  Ἑκάβη

  Οἰκτρὰ σύ, τέκνον, ἀθλία δ’ ἐγὼ γυνή.

  Πολυξένη

  [418] Ἐκεῖ δ’ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.

  Ἑκάβη

  Οἴμοι· τί δράσω; Ποῖ τελευτήσω βίον;

  Πολυξένη

  [420] Δούλη θανοῦμαι, πατρὸς οὖσ’ ἐλευθέρου.

  Ἑκάβη

  Ἡμεῖς δὲ πεντήκοντά γ’ ἄμμοροι τέκνων.

  Πολυξένη

  Τί σοι πρὸς Ἕκτορ’ ἢ γέροντ’ εἴπω πόσιν;

 

‹ Prev