Book Read Free

Complete Works of Euripides

Page 112

by Euripides


  [653] πολιάν τ’ ἐπὶ κρᾶτα μάτηρ

  τέκνων θανόντων

  [655] τίθεται χέρα δρύπτεται παρειάν,

  δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς.

  Θεράπαινα

  [658] Γυναῖκες, Ἑκάβη ποῦ ποθ’ ἡ παναθλία,

  ἡ πάντα νικῶσ’ ἄνδρα καὶ θῆλυν σπορὰν

  [660] κακοῖσιν; Οὐδεὶς στέφανον ἀνθαιρήσεται.

  Χορός

  Τί δ’, ὦ τάλαινα σῆς κακογλώσσου βοῆς;

  Ὡς οὔποθ’ εὕδει λυπρά σου κηρύγματα.

  Θεράπαινα

  Ἑκάβῃ φέρω τόδ’ ἄλγος· ἐν κακοῖσι δὲ

  οὐ ῥᾴδιον βροτοῖσιν εὐφημεῖν στόμα.

  Χορός

  [665] Καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπερ

  ἥδ’, ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.

  Θεράπαινα

  Ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω,

  δέσποιν’, ὄλωλας κοὐκέτ’ εἶ, βλέπουσα φῶς,

  ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.

  Ἑκάβη

  [670] Οὐ καινὸν εἶπας, εἰδόσιν δ’ ὠνείδισας.

  Ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης

  ἥκεις κομίζουσ’, ἧς ἀπηγγέλθη τάφος

  πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;

  Θεράπαινα

  Ἥδ’ οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην

  [675] θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται.

  Ἑκάβη

  Οἲ ‘γὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρα

  τῆς θεσπιῳδοῦ δεῦρο Κασάνδρας φέρεις;

  Θεράπαινα

  Ζῶσαν λέλακας, τὸν θανόντα δ’ οὐ στένεις

  τόνδ’· ἀλλ’ ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,

  [680] εἴ σοι φανεῖται θαῦμα καὶ παρ’ ἐλπίδας.

  Ἑκάβη

  [681] Οἴμοι, βλέπω δὴ παῖδ’ ἐμὸν τεθνηκότα,

  Πολύδωρον, ὅν μοι Θρῂξ ἔσῳζ’ οἴκοις ἀνήρ.

  Ἀπωλόμην δύστηνος, οὐκέτ’ εἰμὶ δή.

  Ὦ τέκνον τέκνον,

  [685] αἰαῖ, κατάρχομαι γόων,

  βακχεῖον ἐξ ἀλάστορος

  ἀρτιμαθῆ νόμον.

  Θεράπαινα

  Ἐγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ;

  Ἑκάβη

  Ἄπιστ’ ἄπιστα, καινὰ καινὰ δέρκομαι.

  [690] Ἕτερα δ’ ἀφ’ ἑτέρων κακὰ κακῶν κυρεῖ·

  οὐδέ ποτ’ ἀστένακτος ἀδάκρυτος ἁ-

  μέρα μ’ ἐπισχήσει.

  Χορός

  Δείν’, ὦ τάλαινα, δεινὰ πάσχομεν κακά.

  Ἑκάβη

  Ὦ τέκνον τέκνον ταλαίνας ματρός,

  [695] τίνι μόρῳ θνῄσκεις,

  τίνι πότμῳ κεῖσαι;

  Πρὸς τίνος ἀνθρώπων;

  Θεράπαινα

  Οὐκ οἶδ’· ἐπ’ ἀκταῖς νιν κυρῶ θαλασσίαις . . .

  Ἑκάβη

  Ἔκβλητον, ἢ πέσημα φοινίου δορός,

  [700] ἐν ψαμάθῳ λευρᾷ;

  Θεράπαινα

  Πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.

  Ἑκάβη

  [703] Ὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτων

  [704] ἐμῶν ὄψιν· οὔ με παρέβα

  [705] φάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ,

  ὦ τέκνον, οὐκέτ’ ὄντα Διὸς ἐν φάει.

  Χορός

  [709] Τίς γάρ νιν ἔκτειν’; Οἶσθ’ ὀνειρόφρων φράσαι;

  Ἑκάβη

  [710] Ἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας,

  ἵν’ ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας.

  Χορός

  [713] Οἴμοι, τί λέξεις; Χρυσὸν ὡς ἔχοι κτανών;

  Ἑκάβη

  Ἄρρητ’ ἀνωνόμαστα, θαυμάτων πέρα,

  [715] οὐχ ὅσι’ οὐδ’ ἀνεκτά. Ποῦ δίκα ξένων;

  Ὦ κατάρατ’ ἀνδρῶν, ὡς διεμοιράσω

  [718] χρόα, σιδαρέῳ τεμὼν φασγάνῳ

  [720] μέλεα τοῦδε παιδὸς οὐδ’ ᾤκτισας.

  Χορός

  [722] Ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν

  δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.

  Ἀλλ’ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας

  [725] Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.

  Ἀγαμέμνων

  [726] Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ

  ἐλθοῦσ’, ἐφ’ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι

  μὴ θιγγάνειν σῆς μηδέν’ Ἀργείων κόρης;

  Ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδ’ ἐψαύομεν·

  [730] σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.

  Ἥκω δ’ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ

  πεπραγμέν’ ἐστίν εἴ τι τῶνδ’ ἐστὶν καλῶς.

  Ἔα· τίν’ ἄνδρα τόνδ’ ἐπὶ σκηναῖς ὁρῶ

  θανόντα Τρώων; Οὐ γὰρ Ἀργεῖον πέπλοι

  [735] δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.

  Ἑκάβη

  [736] Δύστην’, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,

  Ἑκάβη, τί δράσω; Πότερα προσπέσω γόνυ

  Ἀγαμέμνονος τοῦδ’ ἢ φέρω σιγῇ κακά;

  Ἀγαμέμνων

  Τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν

  [740] δύρῃ, τὸ πραχθὲν δ’ οὐ λέγεις; Τίς ἔσθ’ ὅδε;

  Ἑκάβη

  Ἀλλ’, εἴ με δούλην πολεμίαν θ’ ἡγούμενος

  γονάτων ἀπώσαιτ’, ἄλγος ἂν προσθείμεθ’ ἄν.

  Ἀγαμέμνων

  Οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων

  ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.

  Ἑκάβη

  [745] Ἆρ’ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς

  μᾶλλον φρένας τοῦδ’, ὄντος οὐχὶ δυσμενοῦς;

  Ἀγαμέμνων

  Εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι
,

  ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδ’ ἐγὼ κλύειν.

  Ἑκάβη

  Οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ

  [750] τέκνοισι τοῖς ἐμοῖσι. Τί στρέφω τάδε;

  Τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω.

  Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων

  καὶ σοῦ γενείου δεξιᾶς τ’ εὐδαίμονος . . .

  Ἀγαμέμνων

  Τί χρῆμα μαστεύουσα; Μῶν ἐλεύθερον

  [755] αἰῶνα θέσθαι; Ῥᾴδιον γάρ ἐστί σοι.

  Ἑκάβη

  Οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη

  αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.

  Ἀγαμέμνων

  Καὶ δὴ τίν’ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;

  Ἑκάβη

  [759] Οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ.

  [760] ὁρᾷς νεκρὸν τόνδ’, οὗ καταστάζω δάκρυ;

  Ἀγαμέμνων

  Ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.

  Ἑκάβη

  Τοῦτόν ποτ’ ἔτεκον κἄφερον ζώνης ὕπο.

  Ἀγαμέμνων

  Ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;

  Ἑκάβη

  Οὐ τῶν θανόντων Πριαμιδῶν ὑπ’ Ἰλίῳ.

  Ἀγαμέμνων

  [765] Ἦ γάρ τιν’ ἄλλον ἔτεκες ἢ κείνους, γύναι;

  Ἑκάβη

  Ἀνόνητά γ’, ὡς ἔοικε, τόνδ’ ὃν εἰσορᾷς.

  Ἀγαμέμνων

  Ποῦ δ’ ὢν ἐτύγχαν’, ἡνίκ’ ὤλλυτο πτόλις;

  Ἑκάβη

  Πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.

  Ἀγαμέμνων

  Ποῖ τῶν τότ’ ὄντων χωρίσας τέκνων μόνον;

  Ἑκάβη

  [770] Ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών.

  Ἀγαμέμνων

  [771] Πρὸς ἄνδρ’ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;

  Ἑκάβη

  Ἐνταῦθ’ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.

  Ἀγαμέμνων

  Θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;

  Ἑκάβη

  Τίνος γ’ ὑπ’ ἄλλου; Θρῄξ νιν ὤλεσε ξένος.

  Ἀγαμέμνων

  [775] Ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν;

  Ἑκάβη

  Τοιαῦτ’, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.

  Ἀγαμέμνων

  Ηὗρες δὲ ποῦ νιν; Ἢ τίς ἤνεγκεν νεκρόν;

  Ἑκάβη

  Ἥδ’, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι.

  Ἀγαμέμνων

  Τοῦτον ματεύουσ’ ἢ πονοῦσ’ ἄλλον πόνον;

  Ἑκάβη

  [780] Λούτρ’ ᾤχετ’ οἴσουσ’ ἐξ ἁλὸς Πολυξένῃ.

  Ἀγαμέμνων

  Κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.

  Ἑκάβη

  Θαλασσόπλαγκτόν γ’, ὧδε διατεμὼν χρόα.

  Ἀγαμέμνων

  Ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων.

  Ἑκάβη

  Ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.

  Ἀγαμέμνων

  [785] Φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή;

  Ἑκάβη

  [786] Οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.

  Ἀλλ’ ὧνπερ οὕνεκ’ ἀμφὶ σὸν πίπτω γόνυ

  ἄκουσον. Εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,

  στέργοιμ’ ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ

  [790] τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου,

  ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω

  δείσας δέδρακεν ἔργον ἀνοσιώτατον,

  κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί,

  ξενίας τ’ ἀριθμῷ πρῶτ’ ἔχων ἐμῶν φίλων,

  [795] τυχὼν δ’ ὅσων δεῖ . Καὶ λαβὼν προμηθίαν

  ἔκτεινε· τύμβου δ’, εἰ κτανεῖν ἐβούλετο,

  οὐκ ἠξίωσεν, ἀλλ’ ἀφῆκε πόντιον.

  Ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως·

  ἀλλ’ οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶν

  [800] Νόμος· νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα

  καὶ ζῶμεν ἄδικα καὶ δίκαι’ ὡρισμένοι·

  ὃς ἐς σ’ ἀνελθὼν εἰ διαφθαρήσεται,

  καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους

  κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν,

  [805] οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον.

  Ταῦτ’ οὖν ἐν αἰσχρῷ θέμενος αἰδέσθητί με·

  οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τ’ ἀποσταθεὶς

  ἰδοῦ με κἀνάθρησον οἷ’ ἔχω κακά.

  Τύραννος ἦ ποτ’, ἀλλὰ νῦν δούλη σέθεν,

  [810] εὔπαις ποτ’ οὖσα, νῦν δὲ γραῦς ἄπαις θ’ ἅμα,

  ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶν . . .

  Οἴμοι τάλαινα, ποῖ μ’ ὑπεξάγεις πόδα;

  Ἔοικα πράξειν οὐδέν· ὦ τάλαιν’ ἐγώ.

  Τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα

  [815] μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν,

  Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην

  οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν

  μισθοὺς διδόντες μανθάνειν, ἵν’ ἦν ποτε

  πείθειν ἅ τις βούλοιτο τυγχάνειν θ’ ἅμα;

  [820] Πῶς οὖν ἔτ’ ἄν τις ἐλπίσαι πράξειν καλῶς;

  Οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτ’ εἰσί μοι,

  αὕτη δ’ ἐπ’ αἰσχροῖς αἰχμάλωτος. Οἴχομαι·

  καπνὸν δὲ πόλεως τόνδ’ ὑπερθρῴσκονθ’ ὁρῶ.

  Καὶ μήν ἴσως μὲν τοῦ λόγου κενὸν τόδε,

  [825] Κύπριν προβάλλειν· ἀλλ’ ὅμως εἰρήσεται·

  πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται

  ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες.

  Ποῦ τὰς φίλας δῆτ’ ε�
�φρόνας δείξεις, ἄναξ,

  ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων

  [830] χάριν τίν’ ἕξει παῖς ἐμή, κείνης δ’ ἐγώ;

  Ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων

  φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.

  Ἄκουε δή νυν· τὸν θανόντα τόνδ’ ὁρᾷς;

  Τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν

  [835] δράσεις. Ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.

  Εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι

  καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει

  ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος,

  ὡς πάνθ’ ὁμαρτῇ σῶν ἔχοιντο γουνάτων

  [840] κλαίοντ’, ἐπισκήπτοντα παντοίους λόγους.

  Ὦ δέσποτ’, ὦ μέγιστον Ἕλλησιν φάος,

  πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδι

  τιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλ’ ὅμως.

  Ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃ θ’ ὑπηρετεῖν

  [845] καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.

  Χορός

  Δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει,

  καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν,

  φίλους τιθέντες τούς γε πολεμιωτάτους

  ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.

  Ἀγαμέμνων

  [850] Ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν,

  Ἑκάβη, δι’ οἴκτου χεῖρά θ’ ἱκεσίαν ἔχω,

  καὶ βούλομαι θεῶν θ’ οὕνεκ’ ἀνόσιον ξένον

  καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,

  εἴ πως φανείη γ’ ὥστε σοί τ’ ἔχειν καλῶς,

  [855] στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάριν

  Θρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον.

  Ἔστιν γὰρ ᾗ ταραγμὸς ἐμπέπτωκέ μοι·

  Τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,

 

‹ Prev