Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 113
Complete Works of Euripides Page 113

by Euripides


  τὸν κατθανόντα δ’ ἐχθρόν· εἰ δὲ σοὶ φίλος

  [860] ὅδ’ ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῷ.

  Πρὸς ταῦτα φρόντιζ’· ὡς θέλοντα μέν μ’ ἔχεις

  σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι,

  βραδὺν δ’, Ἀχαιοῖς εἰ διαβληθήσομαι.

  Ἑκάβη

  [864] Φεῦ.

  Οὐκ ἔστι θνητῶν ὅστις ἔστ’ ἐλεύθερος·

  [865] ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης,

  ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ

  εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.

  Ἐπεὶ δὲ ταρβεῖς τῷ τ’ ὄχλῳ πλέον νέμεις,

  ἐγώ σε θήσω τοῦδ’ ἐλεύθερον φόβου.

  [870] Σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν

  τῷ τόνδ’ ἀποκτείναντι, συνδράσῃς δὲ μή.

  Ἢν δ’ ἐξ Ἀχαιῶν θόρυβος ἢ ‘πικουρία

  πάσχοντος ἀνδρὸς Θρῃκὸς οἷα πείσεται

  φανῇ τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.

  [875] Τὰ δ’ ἄλλα θάρσει πάντ’ ἐγὼ θήσω καλῶς.

  Ἀγαμέμνων

  [877] Πῶς οὖν; Τί δράσεις; Πότερα φάσγανον χερὶ

  λαβοῦσα γραίᾳ φῶτα βάρβαρον κτενεῖς,

  ἢ φαρμάκοισιν ἢ ‘πικουρίᾳ τινί;

  Τίς σοι ξυνέσται χείρ; Πόθεν κτήσῃ φίλους;

  Ἑκάβη

  [880] Στέγαι κεκεύθασ’ αἵδε Τρῳάδων ὄχλον.

  Ἀγαμέμνων

  Τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν;

  Ἑκάβη

  Σὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι.

  Ἀγαμέμνων

  Καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;

  Ἑκάβη

  Δεινὸν τὸ πλῆθος σὺν δόλῳ τε δύσμαχον.

  Ἀγαμέμνων

  [885] Δεινόν· τὸ μέντοι θῆλυ μέμφομαι γένος.

  Ἑκάβη

  Τί δ’; Οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα

  καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν;

  Ἀλλ’ ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον,

  πέμψον δέ μοι τήνδ’ ἀσφαλῶς διὰ στρατοῦ

  [890] γυναῖκα. Καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳ

  λέξον· Καλεῖ σ’ ἄνασσα δή ποτ’ Ἰλίου

  Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος,

  καὶ παῖδας· ὡς δεῖ καὶ τέκν’ εἰδέναι λόγους

  τοὺς ἐξ ἐκείνης. Τὸν δὲ τῆς νεοσφαγοῦς

  [895] Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον,

  ὡς τώδ’ ἀδελφὼ πλησίον μιᾷ φλογί,

  δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.

  Ἀγαμέμνων

  [897] Ἔσται τάδ’ οὕτω· καὶ γὰρ εἰ μὲν ἦν στρατῷ

  πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν·

  [900] νῦν δ’, οὐ γὰρ ἵησ’ οὐρίους πνοὰς θεός,

  μένειν ἀνάγκη πλοῦν ὁρῶντ’ ἐς ἥσυχον.

  Γένοιτο δ’ εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε,

  ἰδίᾳ θ’ ἑκάστῳ καὶ πόλει, τὸν μὲν κακὸν

  κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.

  Χορός

  [905] Σὺ μέν, ὦ πατρὶς Ἰλιάς,

  τῶν ἀπορθήτων πόλις οὐκέτι λέξῃ·

  τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτει

  [909] δορὶ δὴ δορὶ πέρσαν.

  [910] Ἀπὸ δὲ στεφάναν κέκαρ-

  σαι πύργων, κατὰ δ’ αἰθάλου

  κηλῖδ’ οἰκτροτάταν κέχρω-

  σαι· τάλαιν’,

  [913β] οὐκέτι σ’ ἐμβατεύσω.

  Μεσονύκτιος ὠλλύμαν,

  [915] ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπ’ ὄσσοις

  σκίδναται, μολπᾶν δ’ ἄπο καὶ χοροποιῶν

  [918] θυσιᾶν καταλύσας

  πόσις ἐν θαλάμοις ἔκει-

  [920] το, ξυστὸν δ’ ἐπὶ πασσάλῳ,

  ναύταν οὐκέθ’ ὁρῶν ὅμι-

  λον Τροίαν

  [922β] Ἰλιάδ’ ἐμβεβῶτα.

  Ἐγὼ δὲ πλόκαμον ἀναδέτοις

  μίτραισιν ἐρρυθμιζόμαν

  [925] χρυσέων ἐνόπτρων λεύσ-

  σουσ’ ἀτέρμονας εἰς αὐγάς,

  ἐπιδέμνιος ὡς πέσοιμ’ ἐς εὐνάν.

  ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν·

  κέλευσμα δ’ ἦν κατ’ ἄστυ Τροί-

  ας τόδ’· Ὦ

  [930] παῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν

  Ἰλιάδα σκοπιὰν

  πέρσαντες ἥξετ’ οἴκους;

  [933] Λέχη δὲ φίλια μονόπεπλος

  λιποῦσα, Δωρὶς ὡς κόρα,

  [935] σεμνὰν προσίζουσ’ οὐκ

  ἤνυσ’ Ἄρτεμιν ἁ τλάμων·

  ἄγομαι δὲ θανόντ’ ἰδοῦσ’ ἀκοίταν

  τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος,

  πόλιν τ’ ἀποσκοποῦσ’, ἐπεὶ

  νόστιμον

  [940] ναῦς ἐκίνησεν πόδα καί μ’ ἀπὸ γᾶς

  ὥρισεν Ἰλιάδος·

  τάλαιν’, ἀπεῖπον ἄλγει,

  τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν

  Ἰδαῖόν τε βούταν

  [945] αἰνόπαριν κατάρᾳ

  διδοῦσ’, ἐπεί με γᾶς ἐκ

  πατρῴας ἀπώλεσεν

  ἐξῴκισέν τ’ οἴκων γάμος, οὐ γάμος ἀλλ’ ἀ-

  λάστορός τις οἰζύς·

  [950] ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν,

  μήτε πα-

  τρῷον ἵκοιτ’ ἐς οἶκον.

  Πολυμήστωρ

  [953] Ὦ φίλτατ’ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,

  Ἑκάβη, δακρύω σ’ εἰσορῶν πόλιν τε σὴν

  [955] τήν τ’ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.

  Φεῦ·

  οὐκ ἔστι πιστὸν οὐδέν, οὔτ’ εὐδοξία

  οὔτ’ αὖ καλῶς πράσσον
τα μὴ πράξειν κακῶς.

  Φύρουσι δ’ αὐτοὶ θεοὶ πάλιν τε καὶ πρόσω

  ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳ

  [960] σέβωμεν αὐτούς. Ἀλλὰ ταῦτα μὲν τί δεῖ

  θρηνεῖν, προκόπτοντ’ οὐδὲν ἐς πρόσθεν κακῶν;

  Σὺ δ’, εἴ τι μέμφῃ τῆς ἐμῆς ἀπουσίας,

  σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροις

  ἀπών, ὅτ’ ἦλθες δεῦρ’· ἐπεὶ δ’ ἀφικόμην,

  [965] ἤδη πόδ’ ἔξω δωμάτων αἴροντί μοι

  ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν

  λέγουσα μύθους, ὧν κλύων ἀφικόμην.

  Ἑκάβη

  [968] Αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,

  Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.

  [970] Ἅτῳ γὰρ ὤφθην εὐτυχοῦσ’, αἰδώς μ’ ἔχει

  ἐν τῷδε πότμῳ τυγχάνουσ’ ἵν’ εἰμὶ νῦν

  κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.

  Ἀλλ’ αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν,

  Πολυμῆστορ· ἄλλως δ’ αἴτιόν τι καὶ νόμος,

  [975] γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον.

  Πολυμήστωρ

  Καὶ θαῦμά γ’ οὐδέν. Ἀλλὰ τίς χρεία σ’ ἐμοῦ;

  Τί χρῆμ’ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα·

  Ἑκάβη

  Ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι

  καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι

  [980] χωρὶς κέλευσον τῶνδ’ ἀποστῆναι δόμων.

  Πολυμήστωρ

  Χωρεῖτ’· ἐν ἀσφαλεῖ γὰρ ἥδ’ ἐρημία.

  Φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε

  στράτευμ’ Ἀχαιῶν. Ἀλλὰ σημαίνειν σὲ χρῆν·

  τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ

  [985] φίλοις ἐπαρκεῖν; Ὡς ἕτοιμός εἰμ’ ἐγώ.

  Ἑκάβη

  [986] Πρῶτον μὲν εἰπὲ παῖδ’ ὃν ἐξ ἐμῆς χερὸς

  Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,

  εἰ ζῇ· τὰ δ’ ἄλλα δεύτερόν σ’ ἐρήσομαι.

  Πολυμήστωρ

  Μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.

  Ἑκάβη

  [990] Ὦ φίλταθ’, ὡς εὖ κἀξίως λέγεις σέθεν.

  Πολυμήστωρ

  Τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ;

  Ἑκάβη

  Εἰ τῆς τεκούσης τῆσδε . . . μέμνηταί τί μου;

  Πολυμήστωρ

  Καὶ δεῦρό γ’ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.

  Ἑκάβη

  Χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;

  Πολυμήστωρ

  [995] Σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.

  Ἑκάβη

  Σῶσόν νυν αὐτὸν μηδ’ ἔρα τῶν πλησίον.

  Πολυμήστωρ

  Ἥκιστ’· ὀναίμην τοῦ παρόντος, ὦ γύναι.

  Ἑκάβη

  Οἶσθ’ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;

  Πολυμήστωρ

  Οὐκ οἶδα· τῷ σῷ τοῦτο σημανεῖς λόγῳ.

  Ἑκάβη

  [1000] Ἔστ’, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ

  Πολυμήστωρ

  Τί χρῆμ’ ὃ κἀμὲ καὶ τέκν’ εἰδέναι χρεών;

  Ἑκάβη

  Χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.

  Πολυμήστωρ

  Ταῦτ’ ἔσθ’ ἃ βούλῃ παιδὶ σημῆναι σέθεν;

  Ἑκάβη

  Μάλιστα, διὰ σοῦ γ’· εἶ γὰρ εὐσεβὴς ἀνήρ.

  Πολυμήστωρ

  [1005] Τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;

  Ἑκάβη

  Ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδ’ εἰδέναι.

  Πολυμήστωρ

  Καλῶς ἔλεξας· τῇδε καὶ σοφώτερον.

  Ἑκάβη

  Οἶσθ’ οὖν Ἀθάνας Ἰλίας ἵνα στέγαι;

  Πολυμήστωρ

  Ἐνταῦθ’ ὁ χρυσός ἐστι; Σημεῖον δὲ τί;

  Ἑκάβη

  [1010] Μέλαινα πέτρα γῆς ὑπερτέλλουσ’ ἄνω.

  Πολυμήστωρ

  Ἔτ’ οὖν τι βούλῃ τῶν ἐκεῖ φράζειν ἐμοί;

  Ἑκάβη

  Σῶσαί σε χρήμαθ’ οἷς συνεξῆλθον θέλω.

  Πολυμήστωρ

  Ποῦ δῆτα; Πέπλων ἐντὸς ἢ κρύψασ’ ἔχεις;

  Ἑκάβη

  Σκύλων ἐν ὄχλῳ ταῖσδε σῴζεται στέγαις.

  Πολυμήστωρ

  [1015] Ποῦ δ’; Αἵδ’ Ἀχαιῶν ναύλοχοι περιπτυχαί.

  Ἑκάβη

  Ἰδίᾳ γυναικῶν αἰχμαλωτίδων στέγαι.

  Πολυμήστωρ

  Τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;

  Ἑκάβη

  Οὐδεὶς Ἀχαιῶν ἔνδον, ἀλλ’ ἡμεῖς μόναι.

  ἀλλ’ ἕρπ’ ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶν

  [1020] λῦσαι ποθοῦσιν οἴκαδ’ ἐκ Τροίας πόδα·

  ὡς πάντα πράξας ὧν σε δεῖ στείχῃς πάλιν

  ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον.

  Χορός

  [1024] Οὔπω δέδωκας, ἀλλ’ ἴσως δώσεις δίκην·

  [1025] Ἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼν

  λέχριος ἐκπεσῇ φίλας καρδίας,

  ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυον

  [1029] Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει·

  [1030] ὀλέθριον ὀλέθριον κακόν.

  Ψεύσει σ’ ὁδοῦ τῆσδ’ ἐλπὶς ἥ σ’ ἐπήγαγεν

  θανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας·

  ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.

  Πολυμήστωρ

  Ἔσωθε

  [1035] ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας.

  Χορός

  Ἠκούσατ’ ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι;

  Πολυμήστωρ

  Ὤμοι μάλ’ αὖθις, τέκνα, δυστήνου σφαγῆς.


  Χορός

  Φίλαι, πέπρακται καίν’ ἔσω δόμων κακά.

  Πολυμήστωρ

  Ἀλλ’ οὔτι μὴ φύγητε λαιψηρῷ ποδί·

  [1040] βάλλων γὰρ οἴκων τῶνδ’ ἀναρρήξω μυχούς.

  Χορός

  Ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.

  Βούλεσθ’ ἐπεσπέσωμεν; Ὡς ἀκμὴ καλεῖ

  Ἑκάβῃ παρεῖναι Τρῳάσιν τε συμμάχους.

  Ἑκάβη

  [1044] Ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας·

  [1045] οὐ γάρ ποτ’ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις,

  οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτειν’ ἐγώ.

  Χορός

  Ἦ γὰρ καθεῖλες Θρῇκα, καὶ κρατεῖς, ξένον,

  δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;

  Ἑκάβη

  Ὄψῃ νιν αὐτίκ’ ὄντα δωμάτων πάρος

  [1050] τυφλὸν τυφλῷ στείχοντα παραφόρῳ ποδί,

  παίδων τε δισσῶν σώμαθ’, οὓς ἔκτειν’ ἐγὼ

  σὺν ταῖς ἀρίσταις Τρῳάσιν· δίκην δέ μοι

  δέδωκε. χωρεῖ δ’, ὡς ὁρᾷς, ὅδ’ ἐκ δόμων.

  ἀλλ’ ἐκποδὼν ἄπειμι κἀποστήσομαι

  [1055] θυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ.

  Πολυμήστωρ

  [1056] Ὤμοι ἐγώ, πᾷ βῶ,

  πᾷ στῶ, πᾷ κέλσω;

  Τετράποδος βάσιν θηρὸς ὀρεστέρου

  τιθέμενος ἐπίχειρα κατ’ ἴχνος; Ποίαν

  [1060] ἢ ταύταν ἢ τάνδ’ ἐξαλλάξω, τὰς

  ἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας,

  αἵ με διώλεσαν;

  [1064] Τάλαιναι κόραι τάλαιναι Φρυγῶν,

  [1065] ὦ κατάρατοι,

  ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν;

  Εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον

  ἀκέσαι’ ἀκέσαιο τυφλόν, Ἅλιε,

  φέγγος ἐπαλλάξας.

  [1070] Ἆ ἆ,

  σίγα· κρυπτὰν βάσιν αἰσθάνομαι

 

‹ Prev