Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 114
Complete Works of Euripides Page 114

by Euripides

τάνδε γυναικῶν. Πᾷ πόδ’ ἐπᾴξας

  σαρκῶν ὀστέων τ’ ἐμπλησθῶ,

  θοίναν ἀγρίων θηρῶν τιθέμενος,

  ἀρνύμενος λώβαν

  [1075] λύμας ἀντίποιν’ ἐμᾶς; Ὦ τάλας.

  ποῖ πᾷ φέρομαι τέκν’ ἔρημα λιπὼν

  Βάκχαις Ἅιδου διαμοιρᾶσαι,

  σφακτά, κυσίν τε φοινίαν δαῖτ’ ἀνή-

  μερον τ’ οὐρείαν ἐκβολάν;

  [1080] Πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ,

  ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον

  φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς

  τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;

  Χορός

  [1085] Ὦ τλῆμον, ὥς σοι δύσφορ’ εἴργασται κακά·

  δράσαντι δ’ αἰσχρὰ δεινὰ τἀπιτίμια.

  Δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς.

  Πολυμήστωρ

  [1089] Αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο-

  [1090] πλον εὔιππον Ἄρει κάτοχον γένος.

  Ἰὼ Ἀχαιοί. ἰὼ Ἀτρεῖδαι. βοὰν βοὰν ἀυτῶ, βοάν.

  ὢ ἴτε· μόλετε πρὸς θεῶν.

  Κλύει τις ἢ οὐδεὶς ἀρκέσει; Τί μέλλετε;

  Γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες· δεινὰ

  [1095] δεινὰ πεπόνθαμεν.

  [1098] Ὤμοι ἐμᾶς λώβας.

  ποῖ τράπωμαι, ποῖ πορευθῶ;

  [1100] Ἀμπτάμενος οὐράνιον

  ὑψιπετὲς ἐς μέλαθρον,

  Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη-

  [1105] σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδα

  μελάγχρωτα πορθμὸν ᾄξω τάλας;

  Χορός

  Συγγνώσθ’, ὅταν τις κρείσσον’ ἢ φέρειν κακὰ

  πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.

  Ἀγαμέμνων

  Κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος

  [1110] πέτρας ὀρείας παῖς λέλακ’ ἀνὰ στρατὸν

  Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν

  πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί,

  φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος.

  Πολυμήστωρ

  Ὦ φίλτατ’· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν

  [1115] φωνῆς ἀκούσας· εἰσορᾷς ἃ πάσχομεν;

  Ἀγαμέμνων

  Ἔα·

  Πολυμῆστορ· ὦ δύστηνε, τίς σ’ ἀπώλεσεν;

  Τίς ὄμμ’ ἔθηκε τυφλὸν αἱμάξας κόρας,

  παῖδάς τε τούσδ’ ἔκτεινεν; Ἦ μέγαν χόλον

  σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.

  Πολυμήστωρ

  [1120] Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν

  ἀπώλεσ’ οὐκ ἀπώλεσ’, ἀλλὰ μειζόνως.

  Ἀγαμέμνων

  Τί φῄς; Σὺ τοὔργον εἴργασαι τόδ’, ὡς λέγει;

  Σὺ τόλμαν, Ἑκάβη, τήνδ’ ἔτλης ἀμήχανον;

  Πολυμήστωρ

  Ὤμοι, τί λέξεις; Ἦ γὰρ ἐγγύς ἐστί που;

  [1125] Σήμηνον, εἰπὲ ποῦ ‘σθ’, ἵν’ ἁρπάσας χεροῖν

  διασπάσωμαι καὶ καθαιμάξω χρόα.

  Ἀγαμέμνων

  Οὗτος, τί πάσχεις;

  Πολυμήστωρ

  Πρὸς θεῶν σε λίσσομαι,

  μέθες μ’ ἐφεῖναι τῇδε μαργῶσαν χέρα.

  Ἀγαμέμνων

  Ἴσχ’· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον

  [1130] λέγ’, ὡς ἀκούσας σοῦ τε τῆσδέ τ’ ἐν μέρει

  κρίνω δικαίως ἀνθ’ ὅτου πάσχεις τάδε.

  Πολυμήστωρ

  [1132] Λέγοιμ’ ἄν. Ἦν τις Πριαμιδῶν νεώτατος,

  Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ

  πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,

  [1135] ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως.

  Τοῦτον κατέκτειν’· ἀνθ’ ὅτου δ’ ἔκτεινά νιν,

  ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ.

  Ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς ὁ παῖς

  Τροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν,

  [1140] γνόντες δ’ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα

  Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,

  κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε

  λεηλατοῦντες, γείτοσιν δ’ εἴη κακὸν

  Τρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.

  [1145] Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον

  λόγῳ με τοιῷδ’ ἤγαγ’, ὡς κεκρυμμένας

  θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίῳ

  χρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μ’ εἰσάγει

  δόμους, ἵν’ ἄλλος μή τις εἰδείη τάδε.

  [1150] Ἵζω δὲ κλίνης ἐν μέσῳ κάμψας γόνυ·

  πολλαὶ δὲ χεῖρες, αἳ μὲν ἐξ ἀριστερᾶς,

  αἳ δ’ ἔνθεν, ὡς δὴ παρὰ φίλῳ, Τρώων κόραι

  θάκους ἔχουσαι, κερκίδ’ Ἠδωνῆς χερὸς

  ᾔνουν, ὑπ’ αὐγὰς τούσδε λεύσσουσαι πέπλους·

  [1155] ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι

  γυμνόν μ’ ἔθηκαν διπτύχου στολίσματος.

  Ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι

  τέκν’ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς

  γένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν·

  [1160] κᾆτ’ ἐκ γαληνῶν πῶς δοκεῖς; Προσφθεγμάτων

  εὐθὺς λαβοῦσαι φάσγαν’ ἐκ πέπλων ποθὲν

  κεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκην

  ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας

  καὶ κῶλα· παισὶ δ’ ἀρκέσαι χρῄζων ἐμοῖς,

  [1165] εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν,

  κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας,

  πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας.

  Τὸ λοίσθιον δέ, πῆμα πήμ�
�τος πλέον,

  ἐξειργάσαντο δείν’· ἐμῶν γὰρ ὀμμάτων,

  [1170] πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόρας

  κεντοῦσιν, αἱμάσσουσιν· εἶτ’ ἀνὰ στέγας

  φυγάδες ἔβησαν· ἐκ δὲ πηδήσας ἐγὼ

  θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,

  ἅπαντ’ ἐρευνῶν τοῖχον ὡς κυνηγέτης

  [1175] βάλλων ἀράσσων. Τοιάδε σπεύδων χάριν

  πέπονθα τὴν σὴν πολέμιόν τε σὸν κτανών,

  Ἀγάμεμνον. Ὡς δὲ μὴ μακροὺς τείνω λόγους,

  εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς

  ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν,

  [1180] ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω·

  γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει

  τοιόνδ’· ὁ δ’ αἰεὶ ξυντυχὼν ἐπίσταται.

  Χορός

  Μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς

  τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος.

  [1185] Πολλαὶ γὰρ ἡμῶν, αἳ μέν εἰσ’ ἐπίφθονοι,

  αἳ δ’ εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν.

  Ἑκάβη

  [1187] Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε

  τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον:

  ἀλλ’, εἴτε χρήστ’ ἔδρασε, χρήστ’ ἔδει λέγειν,

  [1190] εἴτ’ αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς,

  καὶ μὴ δύνασθαι τἄδικ’ εὖ λέγειν ποτέ.

  Σοφοὶ μὲν οὖν εἰσ’ οἱ τάδ’ ἠκριβωκότες,

  ἀλλ’ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,

  κακῶς δ’ ἀπώλοντ’: οὔτις ἐξήλυξέ πω.

  [1195] Καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει:

  πρὸς τόνδε δ’ εἶμι καὶ λόγοις ἀμείψομαι:

  ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν

  Ἀγαμέμνονός θ’ ἕκατι παῖδ’ ἐμὸν κτανεῖν.

  Ἀλλ’, ὦ κάκιστε, πρῶτον οὔποτ’ ἂν φίλον

  [1200] τὸ βάρβαρον γένοιτ’ ἂν Ἕλλησιν γένος

  οὐδ’ ἂν δύναιτο. Τίνα δὲ καὶ σπεύδων χάριν

  πρόθυμος ἦσθα; Πότερα κηδεύσων τινὰ

  ἢ συγγενὴς ὤν, ἢ τίν’ αἰτίαν ἔχων;

  Ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα

  [1205] πλεύσαντες αὖθις; Τίνα δοκεῖς πείσειν τάδε;

  Ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,

  ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά.

  Ἐπεὶ δίδαξον τοῦτο: πῶς, ὅτ’ εὐτύχει

  Τροία, πέριξ δὲ πύργος εἶχ’ ἔτι πτόλιν,

  [1210] ἔζη τε Πρίαμος Ἕκτορός τ’ ἤνθει δόρυ,

  τί δ’ οὐ τότ’, εἴπερ τῷδ’ ἐβουλήθης χάριν

  θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων

  ἔκτεινας ἢ ζῶντ’ ἦλθες Ἀργείοις ἄγων;

  Ἀλλ’ ἡνίχ’ ἡμεῖς οὐκέτ’ ἐσμὲν ἐν φάει

  [1215] καπνῷ δ’ ἐσήμην’ ἄστυ πολεμίων ὕπο,

  ξένον κατέκτας σὴν μολόντ’ ἐφ’ ἑστίαν.

  Πρὸς τοῖσδε νῦν ἄκουσον, ὡς φανῇς κακός.

  Χρῆν σ’, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,

  τὸν χρυσὸν ὃν φῂς οὐ σὸν ἀλλὰ τοῦδ’ ἔχειν

  [1220] δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον

  πολὺν πατρῴας γῆς ἀπεξενωμένοις·

  σὺ δ’ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς

  τολμᾷς, ἔχων δὲ καρτερεῖς ἔτ’ ἐν δόμοις.

  Καὶ μὴν τρέφων μὲν ὥς σε παῖδ’ ἐχρῆν τρέφειν

  [1225] σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος·

  ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι

  φίλοι· τὰ χρηστὰ δ’ αὔθ’ ἕκαστ’ ἔχει φίλους.

  Εἰ δ’ ἐσπάνιζες χρημάτων, ὃ δ’ εὐτύχει,

  θησαυρὸς ἄν σοι παῖς ὑπῆρχ’ οὑμὸς μέγας·

  [1230] νῦν δ’ οὔτ’ ἐκεῖνον ἄνδρ’ ἔχεις σαυτῷ φίλον,

  χρυσοῦ τ’ ὄνησις οἴχεται παῖδές τε σοί,

  αὐτός τε πράσσεις ὧδε. Σοὶ δ’ ἐγὼ λέγω,

  Ἀγάμεμνον, εἰ τῷδ’ ἀρκέσεις, κακὸς φανῇ·

  οὔτ’ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,

  [1235] οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον·

  αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεν

  τοιοῦτον ὄντα . . . δεσπότας δ’ οὐ λοιδορῶ.

  Χορός

  Φεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα

  χρηστῶν ἀφορμὰς ἐνδίδωσ’ ἀεὶ λόγων.

  Ἀγαμέμνων

  [1240] Ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά,

  ὅμως δ’ ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει,

  πρᾶγμ’ ἐς χέρας λαβόντ’ ἀπώσασθαι τόδε.

  Ἐμοὶ δ’, ἵν’ εἰδῇς, οὔτ’ ἐμὴν δοκεῖς χάριν

  οὔτ’ οὖν Ἀχαιῶν ἄνδρ’ ἀποκτεῖναι ξένον,

  [1245] ἀλλ’ ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς.

  Λέγεις δὲ σαυτῷ πρόσφορ’ ἐν κακοῖσιν ὤν.

  Τάχ’ οὖν παρ’ ὑμῖν ῥᾴδιον ξενοκτονεῖν·

  ἡμῖν δέ γ’ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.

  Πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;

  [1250] Οὐκ ἂν δυναίμην. Ἀλλ’ ἐπεὶ τὰ μὴ καλὰ

  πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.

  Πολυμήστωρ

  Οἴμοι, γυναικός, ὡς ἔοιχ’, ἡσσώμενος

  δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.

  Ἀγαμέμνων

  Οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;

  Πολυμήστωρ

  [1255] Οἴμοι τέκνων τῶνδ’ ὀμμάτων τ’ ἐμῶν, τάλας.

  Ἑκάβη

&nb
sp; Ἀλγεῖς· τί δ’; Ἦ ‘μὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;

  Πολυμήστωρ

  Χαίρεις ὑβρίζουσ’ εἰς ἔμ’, ὦ πανοῦργε σύ;

  Ἑκάβη

  Οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;

  Πολυμήστωρ

  Ἀλλ’ οὐ τάχ’, ἡνίκ’ ἄν σε ποντία νοτὶς

  Ἑκάβη

  [1260] Μῶν ναυστολήσῃ γῆς ὅρους Ἑλληνίδος;

  Πολυμήστωρ

  Κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.

  Ἑκάβη

  Πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;

  Πολυμήστωρ

  Αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί.

  Ἑκάβη

  Ὑποπτέροις νώτοισιν ἢ ποίῳ τρόπῳ;

  Πολυμήστωρ

  [1265] Κύων γενήσῃ πύρσ’ ἔχουσα δέργματα.

  Ἑκάβη

  Πῶς δ’ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;

  Πολυμήστωρ

  Ὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε.

  Ἑκάβη

  Σοὶ δ’ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;

  Πολυμήστωρ

  Οὐ γάρ ποτ’ ἂν σύ μ’ εἷλες ὧδε σὺν δόλῳ.

  Ἑκάβη

  [1270] Θανοῦσα δ’ ἢ ζῶσ’ ἐνθάδ’ ἐκπλήσω βίον;

  Πολυμήστωρ

  Θανοῦσα· τύμβῳ δ’ ὄνομα σῷ κεκλήσεται

  Ἑκάβη

  Μορφῆς ἐπῳδόν, ἢ τί, τῆς ἐμῆς ἐρεῖς;

  Πολυμήστωρ

  Κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.

  Ἑκάβη

  Οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην.

  Πολυμήστωρ

  [1275] Καὶ σήν γ’ ἀνάγκη παῖδα Κασάνδραν θανεῖν.

  Ἑκάβη

  Ἀπέπτυσ’· αὐτῷ ταῦτα σοὶ δίδωμ’ ἔχειν.

  Πολυμήστωρ

  Κτενεῖ νιν ἡ τοῦδ’ ἄλοχος, οἰκουρὸς πικρά.

  Ἑκάβη

  Μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.

 

‹ Prev