Book Read Free

Complete Works of Euripides

Page 115

by Euripides


  Πολυμήστωρ

  Καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασ’ ἄνω.

  Ἀγαμέμνων

  [1280] Οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν;

  Πολυμήστωρ

  [1281] Κτεῖν’, ὡς ἐν Ἄργει φόνια λουτρά σ’ ἀμμένει.

  Ἀγαμέμνων

  Οὐχ ἕλξετ’ αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ;

  Πολυμήστωρ

  Ἀλγεῖς ἀκούων;

  Ἀγαμέμνων

  Οὐκ ἐφέξετε στόμα;

  Πολυμήστωρ

  Ἐγκλῄετ’· εἴρηται γάρ.

  Ἀγαμέμνων

  [1284] Οὐχ ὅσον τάχος

  [1285] νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που,

  ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;

  Ἑκάβη, σὺ δ’, ὦ τάλαινα, διπτύχους νεκροὺς

  στείχουσα θάπτε· δεσποτῶν δ’ ὑμᾶς χρεὼν

  σκηναῖς πελάζειν, Τρῳάδες· καὶ γὰρ πνοὰς

  [1290] πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ.

  εὖ δ’ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις

  ἔχοντ’ ἴδοιμεν τῶνδ’ ἀφειμένοι πόνων.

  Χορός

  Ἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι,

  τῶν δεσποσύνων πειρασόμεναι

  [1295] μόχθων· στερρὰ γὰρ ἀνάγκη.

  THE SUPPLIANTS

  Αἴθρα

  Δήμητερ ἑστιοῦχ’ Ἐλευσῖνος χθονὸς

  τῆσδ’, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,

  εὐδαιμονεῖν με Θησέα τε παῖδ’ ἐμὸν

  πόλιν τ’ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα,

  5 ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν

  Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος

  Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν.

  Ἐς τάσδε γὰρ βλέψασ’ ἐπηυξάμην τάδε

  γραῦς, αἳ λιποῦσαι δώματ’ Ἀργείας χθονὸς

  10 ἱκτῆρι θαλλῷ προσπίτνουσ’ ἐμὸν γόνυ,

  πάθος παθοῦσαι δεινόν: ἀμφὶ γὰρ πύλας

  Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων

  ἄπαιδές εἰσιν, οὕς ποτ’ Ἀργείων ἄναξ

  Ἄδραστος ἤγαγ’, Οἰδίπου παγκληρίας

  15 μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων

  γαμβρῷ. Νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ

  θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ

  εἴργουσιν οἱ κρατοῦντες οὐδ’ ἀναίρεσιν

  δοῦναι θέλουσι, νόμιμ’ ἀτίζοντες θεῶν.

  20 Κοινὸν δὲ φόρτον ταῖσδ’ ἔχων χρείας ἐμῆς

  Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε

  κεῖται, τό τ’ ἔγχος τήν τε δυστυχεστάτην

  στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων:

  ὅς μ’ ἐξοτρύνει παῖδ’ ἐμὸν πεῖσαι λιταῖς

  25 νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς

  ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον,

  μόνον τόδ’ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ

  πόλει τ’ Ἀθηνῶν. Τυγχάνω δ’ ὑπὲρ χθονὸς

  ἀρότου προθύουσ’, ἐκ δόμων ἐλθοῦσ’ ἐμῶν

  30 πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται

  φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.

  Δεσμὸν δ’ ἄδεσμον τόνδ’ ἔχουσα φυλλάδος

  μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν

  Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν

  35 πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων,

  σέβουσα δ’ ἱερὰ στέμματ’. Οἴχεται δέ μοι

  κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,

  ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός,

  ἢ τάσδ’ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς

  40 ὅσιόν τι δράσας: πάντα γὰρ δι’ ἀρσένων

  γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.

  Χορός

  Ἱκετεύω σε, γεραιά,

  γεραιῶν ἐκ στομάτων, πρὸς

  γόνυ πίπτουσα τὸ σόν:

  45 ἄνομοι — τέκνα λῦσαι. — Φθιμένων

  νεκύων οἳ καταλείπουσι μέλη

  θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν:Χορός

  ἐσιδοῦσ’ οἰκτρὰ μὲν ὄσσων

  δάκρυ’ ἀμφὶ βλεφάροις, ῥυ-

  50 σὰ δὲ σαρκῶν πολιᾶν

  καταδρύμματα χειρῶν: τί γάρ; ἃ

  φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις

  προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.

  Ἔτεκες καὶ σύ ποτ’, ὦ πότνια, κοῦρον

  55 φίλα ποιησαμένα λέ-

  κτρα πόσει σῷ: μετά νυν

  δὸς ἐμοὶ σᾶς διανοίας,

  μετάδος δ’, ὅσσον ἐπαλγῶ μελέα <‘gw>

  φθιμένων οὓς ἔτεκον:

  60 παράπεισον δὲ σόν, ὤ, λισσόμεθ’, ἐλθεῖν

  τέκνον Ἰσμηνὸν ἐμάν τ’ ἐς χέρα θεῖναι

  νεκύων θαλερᾷ σώματ’ ἀλαίνοντ’ ἄταφα.

  Ὁσίως οὔχ, ὑπ’ ἀνάγκας δὲ προπίπτου-

  σα προσαιτοῦσ’ ἔμολον δε-

  ξιπύρους θεῶν θυμέλας:

  65 ἔχομεν δ’ ἔνδικα, καὶ σοί

  τι πάρεστι σθένος ὥστ’ εὐτεκνία+ͅ δυσ-

  τυχίαν τὰν παρ’ ἐμοὶ

  καθελεῖν: οἰκτρὰ δὲ πάσχουσ’ ἱκετεύω

  σὸν ἐμοὶ παῖδα ταλαίνᾳ ‘ν χερὶ θεῖναι

  70 νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ.

  Ἀγὼν ὅδ’ ἄλλος ἔρχεται γόων γόων

  διάδοχος, ἀχοῦσι προσπόλων χέρες.

  Ἴτ’ ὦ ξυνῳδοὶ κτύποι,

  ἴτ’ ὦ ξυναλγηδόνες,

  75 χορὸν τὸν Ἅιδας σέβει,

  διὰ παρῇδος ὄνυχα λευκὸν

  αἱματοῦτε χρῶτά τε φόνιον:

  τὰ γὰρ φθι
τῶν

  78β τοῖς ὁρῶσι κόσμος.

  Ἄπληστος ἅδε μ’ ἐξάγει χάρις γόων

  80 πολύπονος, ὡς ἐξ ἀλιβάτου πέτρας

  ὑγρὰ ῥέουσα σταγὼν

  ἄπαυστος αἰεί: γόων,

  τὸ γὰρ θανόντων τέκνων

  ἐπιπονόν τι κατὰ γυναῖκας

  85 ἐς γόους πέφυκε πάθος. Ἒ ἔ.

  Θανοῦσα τῶνδ’

  86β ἀλγέων λαθοίμαν.

  Θησεύς

  τίνων γόων ἤκουσα καὶ στέρνων κτύπον

  νεκρῶν τε θρήνους, τῶνδ’ ἀνακτόρων ἄπο

  ἠχοῦς ἰούσης; ὡς φόβος μ’ ἀναπτεροῖ

  90 μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί,

  χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον.

  Ἔα:

  τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων:

  μητέρα γεραιὰν βωμίαν ἐφημένην

  ξένους θ’ ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸν

  95 κακῶν ἐχούσας: ἔκ τε γὰρ γερασμίων

  ὄσσων ἐλαύνουσ’ οἰκτρὸν ἐς γαῖαν δάκρυ,

  κουραί τε καὶ πεπλώματ’ οὐ θεωρικά.

  Τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί,

  ἡμῶν δ’ ἀκούειν: προσδοκῶ τι γὰρ νέον.

  Αἴθρα

  100 Ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων

  τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας

  ἑπτὰ στρατηγῶν: ἱκεσίοις δὲ σὺν κλάδοις

  φρουροῦσί μ’, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον.

  Θησεύς

  Τίς δ’ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;

  Αἴθρα

  105 Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ.

  Θησεύς

  Οἱ δ’ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα;

  Αἴθρα

  Οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.

  Θησεύς

  Τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί;

  Αἴθρα

  Οἶδ’: ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.

  Θησεύς

  110 Σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ.

  Λέγ’ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον:

  πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.

  Ἄδραστος

  Ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ,

  Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.

  Θησεύς

  115 Τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;

  Ἄδραστος

  Οἶσθ’ ἣν στρατείαν ἐστράτευσ’ ὀλεθρίαν.

  Θησεύς

  Οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα.

  Ἄδραστος

  Ἐνταῦθ’ ἀπώλεσ’ ἄνδρας Ἀργείων ἄκρους.

  Θησεύς

  Τοιαῦθ’ ὁ τλήμων πόλεμος ἐξεργάζεται.

  Ἄδραστος

  120 Τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν.

  Θησεύς

  Κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς;

  Ἄδραστος

  Κἄπειτά γ’ οἱ κτανόντες οὐκ ἐῶσί με.

  Θησεύς

  Τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν;

  Ἄδραστος

  Τί δ’; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.

  Θησεύς

  125 Ξύμβουλον οὖν μ’ ἐπῆλθες; ἢ τίνος χάριν;

  Ἄδραστος

  Κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.

  Θησεύς

  Τὸ δ’ Ἄργος ἡμῖν ποῦ ‘στιν; ἢ κόμποι μάτην;

  Ἄδραστος

  Σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δ’ ἥκομεν.

  Θησεύς

  Ἰδίᾳ δοκῆσάν σοι τόδ’ ἢ πάσῃ πόλει;

  Ἄδραστος

  130 Πάντες ἱκνοῦνται Δαναί¨δαι θάψαι νεκρούς.

  Θησεύς

  Ἐκ τοῦ δ’ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;

  Ἄδραστος

  Δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.

  Θησεύς

  Τῷ δ’ ἐξέδωκας παῖδας Ἀργείων σέθεν;

  Ἄδραστος

  Οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.

  Θησεύς

  135 Ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;

  Ἄδραστος

  Τυδεῖ Πολυνείκει τε τῷ Θηβαιγενεῖ.

  Θησεύς

  Τίν’ εἰς ἔρωτα τῆσδε κηδείας μολών;

  Ἄδραστος

  Φοίβου μ’ ὑπῆλθε δυστόπαστ’ αἰνίγματα.

  Θησεύς

  Τί δ’ εἶπ’ Ἀπόλλων παρθένοις κραίνων γάμον;

  Ἄδραστος

  140 Κάπρῳ με δοῦναι καὶ λέοντι παῖδ’ ἐμώ.

  Θησεύς

  Σὺ δ’ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;

  Ἄδραστος

  Ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας —

  Θησεύς

  Τίς καὶ τίς; εἰπέ: δύο γὰρ ἐξαυδᾷς ἅμα.

  Ἄδραστος

  Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θ’ ἅμα.

  Θησεύς

  145 Ἦ τοῖσδ’ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;

  Ἄδραστος

  Μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.

  Θησεύς

  Ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθ’ ὅρους;

  Ἄδραστος

  Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.

  Θησεύς

  Ὁ δ’ Οἰδίπου , τίνι τρόπῳ Θήβας λιπών;

  Ἄδραστος

  150 Ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι.

  Θησεύς

  Σοφήν γ’ ἔλεξας τήνδ’ ἑκούσιον φυγήν.

  Ἄδραστος

  Ἀλλ’ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.

  Θησεύς

  Οὔ πού σφ’ ἀδελφὸς χρημάτων νοσφίζεται;

  Ἄδραστος

  Ταύτῃ δικάζων ἦλθον: εἶτ’ ἀπωλόμην.

>   Θησεύς

  155 Μμάντεις δ’ ἐπῆλθες ἐμπύρων τ’ εἶδες φλόγα;

  Ἄδραστος

  Οἴμοι; διώκεις μ’ ᾗ μάλιστ’ ἐγὼ ‘σφάλην.

  Θησεύς

  Οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.

  Ἄδραστος

  Τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.

  Θησεύς

  Οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης;

  Ἄδραστος

  160 Νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.

  Θησεύς

  Εὐψυχίαν ἔσπευσας ἀντ’ εὐβουλίας.

  Ἄδραστος

  Ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.

  Ἀλλ’, ὦ καθ’ Ἑλλάδ’ ἀλκιμώτατον κάρα,

  ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω

  165 πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,

  πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος:

  ὅμως δ’ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.

  Σῶσον νεκρούς μοι, τἀμά τ’ οἰκτίρας κακὰ

  καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,

  170 αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,

  ἐλθεῖν δ’ ἔτλησαν δεῦρο καὶ ξένον πόδα

  θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,

  πρεσβεύματ’ οὐ Δήμητρος ἐς μυστήρια,

  ἀλλ’ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν

  175 κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.

  Σοφὸν δὲ πενίαν τ’ εἰσορᾶν τὸν ὄλβιον,

  πένητά τ’ εἰς τοὺς πλουσίους ἀποβλέπειν

  ζηλοῦνθ’, ἵν’ αὐτὸν χρημάτων ἔρως ἔχῃ,

  τά τ’ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι.

  . . . . . . . .

  180 Τόν θ’ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέλη

  χαίροντα τίκτειν: ἢν δὲ μὴ πάσχῃ τόδε,

  οὔτοι δύναιτ’ ἂν οἴκοθέν γ’ ἀτώμενος

 

‹ Prev