Book Read Free

Complete Works of Euripides

Page 118

by Euripides


  600 — τίν’ αὐδὰν τάνδε προσφέρεις νέαν;

  — στράτευμα πᾷ Παλλάδος κριθήσεται;

  — διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς;

  — γένοιτ’ ἂν κέρδος: εἰ δ’ ἀρείφατοι

  φόνοι μάχαι στερνοτυπεῖς τ’ ἀνὰ πτόλιν

  605 κτύποι φανήσονται, τάλαι-

  να, τίνα λόγον, τίν’ ἂν τῶνδ’ αἰτία λάβοιμι

  Χορός

  — ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν ἄν τις αἱροῖ

  μοῖρα πάλιν: τόδε μοι θράσος ἀμφιβαίνει.

  610 — Δικαίους δαίμονας σύ γ’ ἐννέπεις.

  — Τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;

  — διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.

  — Φόβῳ γὰρ τῷ πάρος διόλλυσαι:

  δίκα δίκαν δ’ ἐκάλεσε καὶ φόνος φόνον,

  615 κακῶν δ’ ἀναψυχὰς θεοὶ

  617 βροτοῖς νέμουσι, πάντων τέρμ’ ἔχοντες αὐτοί.

  Χορός

  — Τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθ’ ἄν,

  Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι —

  620 — ποτανὰν εἴ σέ τις θεῶν κτίσαι.

  — Διπόταμον ἵνα πόλιν μόλω.

  — Εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας.

  — Τίς ποτ’ αἶσα, τίς ἄρα πότμος

  ἐπιμένει τὸν ἄλκιμον

  625 τᾶσδε γᾶς ἄνακτα;

  Χορός

  — Κεκλημένους μὲν ἀνακαλούμεθ’ αὖ θεούς:

  — ἀλλὰ φόβων πίστις ἅδε πρώτα.

  — Ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος

  παιδογόνε πόριος Ἰνάχου.

  630 — Πόλει μοι ξύμμαχος γενοῦ τᾷδ’ εὐμενής.

  — Τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα

  πόλεος, ἐκκομίζομαι

  πρὸς πυρὰν ὑβρισθέν.

  Ἄγγελος

  Γυναῖκες, ἥκω πόλλ’ ἔχων λέγειν φίλα,

  635 αὐτός τε σωθείς: ᾑρέθην γὰρ ἐν μάχῃ,

  ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοι

  ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα:

  νίκην τε Θησέως ἀγγελῶν. Λόγου δέ σε

  μακροῦ ἀποπαύσω: Καπανέως γὰρ ἦ λάτρις,

  640 ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ.

  Χορός

  Ὦ φίλτατ’, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν

  τήν τ’ ἀμφὶ Θησέως βάξιν: εἰ δὲ καὶ στρατὸς

  σῶς ἐστ’ Ἀθηνῶν, πάντ’ ἂν ἀγγέλλοις φίλα.

  Ἄγγελος

  Σῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν

  645 πρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπ’ Ἰνάχου

  στείλας ἐπεστράτευσε Καδμείων πόλιν.

  Χορός

  Πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος

  ἔστησεν οἵ τε συμμετασχόντες δορός;

  λέξον: παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.

  Ἄγγελος

  650 Λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,

  ἔβαλλε γαῖαν: ἀμφὶ δ’ Ἠλέκτρας πύλας

  ἔστην θεατὴς πύργον εὐαγῆ λαβών.

  Ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων:

  τευχεσφόρον μὲν λαὸν ἐκτείνοντ’ ἄνω

  655 Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,

  αὐτόν τ’ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,

  καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένους

  κέρας, παλαιᾶς Κεκροπίας οἰκήτορας,

  662 ἴσους ἀριθμόν: ἁρμάτων δ’ ὀχήματα

  659 αὐτόν τε Πάραλον ἐστολισμένον δορὶ

  660 κρήνην παρ’ αὐτὴν Ἄρεος: ἱππότην δ’ ὄχλον

  πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον.

  664 Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων,

  665 νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτ’ ἀγών,

  663 ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.

  666 Ἱππεῦσι δ’ ἱππῆς ἦσαν ἀνθωπλισμένοι

  τετραόροισί τ’ ἀντί’ ἅρμαθ’ ἅρμασιν.

  Κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε:

  Σιγᾶτε, λαοί: σῖγα, Καδμείων στίχες,

  670 ἀκούσαθ’: ἡμεῖς ἥκομεν νεκροὺς μέτα,

  θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον

  σῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.

  Κοὐδὲν Κρέων τοῖσδ’ ἀντεκήρυξεν λόγοις,

  ἀλλ’ ἧστ’ ἐφ’ ὅπλοις σῖγα. Ποιμένες δ’ ὄχων

  675 τετραόρων κατῆρχον ἐντεῦθεν μάχης:

  πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους,

  παραιβάτας ἔστησαν ἐς τάξιν δορός.

  Χοἳ μὲν σιδήρῳ διεμάχονθ’, οἳ δ’ ἔστρεφον

  πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.

  680 Ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ

  ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον,

  οἵ τ’ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν,

  συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.

  Λεύσσων δὲ ταῦτα κοὐ κλύων — ἐκεῖ γὰρ ἦ

  685 ἔνθ’ ἅρματ’ ἠγωνίζεθ’ οἵ τ’ ἐπεμβάται —

  τἀκεῖ παρόντα πολλὰ πήματ’, οὐκ ἔχω

  τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν

  κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,

  ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους

  690 ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς,

  τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων

  ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ

  πρὸς ἁρμάτων τ’ ἀγαῖσι λειπόντων βίον;

  νικῶντα δ’ ἵπποις ὡς ὑπείδετο στρατὸν

  695 Κρέων τὸν ἐνθένδ’, ἰτέαν λαβὼν χερὶ

  χωρεῖ, πρ�
�ν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.

  699 Καὶ συμπατάξαντες μέσον πάντα στρατὸν

  700 ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων

  κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ:

  Θεῖν’: ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.

  697 Καὶ μὴν τὰ Θησέως γ’ οὐκ ὄκνῳ διεφθάρη,

  ἀλλ’ ἵετ’ εὐθὺς λάμπρ’ ἀναρπάσας ὅπλα:

  703 λόχος δ’ ὀδόντων ὄφεος ἐξηνδρωμένος

  δεινὸς παλαιστὴς ἦν: ἔκλινε γὰρ κέρας

  705 τὸ λαιὸν ἡμῶν: δεξιοῦ δ’ ἡσσώμενον

  φεύγει τὸ κείνων: ἦν δ’ ἀγὼν ἰσόρροπος.

  Κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν:

  οὐ γὰρ τὸ νικῶν τοῦτ’ ἐκέρδαινεν μόνον,

  ἀλλ’ ᾤχετ’ ἐς τὸ κάμνον οἰκείου στρατοῦ.

  710 Ἔρρηξε δ’ αὐδήν, ὥσθ’ ὑπηχῆσαι χθόνα:

  Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ

  σπαρτῶν τόδ’ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.

  Θάρσος δ’ ἐνῶρσε παντὶ Κραναι¨δῶν στρατῷ.

  Αὐτός θ’ ὅπλισμα τοὐπιδαύριον λαβὼν

  715 δεινῆς κορύνης διαφέρων ἐσφενδόνα

  ὁμοῦ τραχήλους κἀπικείμενον κάρα,

  κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ.

  Μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.

  Ἐγὼ δ’ ἀνηλάλαξα κἀνωρχησάμην

  720 κἄκρουσα χεῖρας. Οἳ δ’ ἔτεινον ἐς πύλας.

  Βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν

  νέων γερόντων, ἱερά τ’ ἐξεπίμπλασαν

  φόβῳ. Παρὸν δὲ τειχέων ἔσω μολεῖν,

  Θησεὺς ἐπέσχεν: οὐ γὰρ ὡς πέρσων πόλιν

  725 μολεῖν ἔφασκεν, ἀλλ’ ἀπαιτήσων νεκρούς

  Τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών,

  ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος

  μισεῖ θ’ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς

  ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα

  730 ζητῶν ἀπώλεσ’ ὄλβον ᾧ χρῆσθαι παρῆν.

  .

  Χορός

  Νῦν τήνδ’ ἄελπτον ἡμέραν ἰδοῦσ’ ἐγὼ

  θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς

  ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.

  Ἄδραστος

  Ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς

  735 φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα

  δρῶμέν τε τοιαῦθ’ ἃν σὺ τυγχάνῃς θέλων.

  Ἡμῖν γὰρ ἦν τό τ’ Ἄργος οὐχ ὑποστατόν,

  αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν:

  Ἐτεοκλέους τε σύμβασιν ποιουμένου,

  740 μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν,

  κἄπειτ’ ἀπωλόμεσθα. Ὁ δ’ αὖ τότ’ εὐτυχής,

  λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,

  ὕβριζ’, ὑβρίζων τ’ αὖθις ἀνταπώλετο

  Κάδμου κακόφρων λαός. Ὦ καιροῦ πέρα

  745 τὸ τόξον ἐντείνοντες: ὦ κενοὶ βροτῶν,

  καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά,

  φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν:

  πόλεις τ’, ἔχουσαι διὰ λόγου κάμψαι κακά,

  φόνῳ καθαιρεῖσθ’, οὐ λόγῳ, τὰ πράγματα.

  750 Ἀτὰρ τί ταῦτα; Κεῖνο βούλομαι μαθεῖν,

  πῶς ἐξεσώθης: εἶτα τἄλλ’ ἐρήσομαι.

  Ἄγγελος

  Ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί,

  πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός.

  Ἄδραστος

  Ὧν δ’ οὕνεχ’ ἁγὼν ἦν, νεκροὺς κομίζετε;

  Ἄγγελος

  755 ὅσοι γε κλεινοῖς ἕπτ’ ἐφέστασαν δόμοις.

  Ἄδραστος

  Πῶς φῄς; ὁ δ’ ἄλλος ποῦ κεκμηκότων ὄχλος;

  Ἄγγελος

  Τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.

  Ἄδραστος

  Τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δ’ ἔθαψέ νιν;

  Ἄγγελος

  Θησεύς, σκιώδης ἔνθ’ Ἐλευθερὶς πέτρα.

  Ἄδραστος

  760 Οὓς δ’ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;

  Ἄγγελος

  Ἐγγύς: πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται.

  Ἄδραστος

  Ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;

  Ἄγγελος

  Οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ.

  Ἄδραστος

  <

  * >

  Ἄγγελος

  Φαίης ἄν, εἰ παρῆσθ’ ὅτ’ ἠγάπα νεκρούς.

  Ἄδραστος

  765 Ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;

  Ἄγγελος

  Κἄστρωσέ γ’ εὐνὰς κἀκάλυψε σώματα.

  Ἄδραστος

  Δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον.

  Ἄγγελος

  Τί δ’ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;

  Ἄδραστος

  Οἴμοι: πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον.

  Ἄγγελος

  770 Ἄκραντ’ ὀδύρῃ ταῖσδέ τ’ ἐξάγεις δάκρυ.

  Ἄδραστος

  Δοκῶ μέν, αὐταί γ’ εἰσὶν αἱ διδάσκαλοι.

  ἀλλ’ εἶἑν: αἴρω χεῖρ’ ἀπαντήσας νεκροῖς

  Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους,

  φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας

  775 ἔρημα κλαίω: τοῦτο γὰρ μόνον βροτοῖς

  οὐκ ἔστι τἀνάλωμ’ ἀναλωθὲν λαβεῖν,

  ψυχὴν βροτείαν: χρημάτων δ’ εἰσὶν πόροι.

  Χορός

  Τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.

  πόλει μὲν εὐδοξία

  780 καὶ στρατηλάταις δορὸς

  διπλάζεται τιμά:

  ἐμοὶ δὲ παίδ
ων μὲν εἰσιδεῖν μέλη

  πικρόν, καλὸν θέαμα δ’, εἴπερ ὄψομαι,

  τὰν ἄελπτον ἁμέραν

  785 ἰδοῦσα, πάντων μέγιστον ἄλγος.Χορός

  ἄγαμόν μ’ ἔτι δεῦρ’ ἀεὶ

  Χρόνος παλαιὸς πατὴρ

  ὤφελ’ ἁμερᾶν κτίσαι.

  τί γάρ μ’ ἔδει παίδων;

  790 Τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι

  πάθος περισσόν, εἰ γάμων ἀπεζύγην,

  νῦν δ’ ὁρῶ σαφέστατον

  κακόν, τέκνων φιλτάτων στερεῖσα.

  Χορός

  ἀλλὰ τάδ’ ἤδη σώματα λεύσσω

  795 τῶν οἰχομένων παίδων: μελέα

  πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις

  κοινὸν ἐς Ἅιδην καταβᾶσα;

  Ἄδραστος

  Στεναγμόν, ὦ ματέρες,

  τῶν κατὰ χθονὸς νεκρῶν

  800 ἀύσατ’ ἀπύσατ’ ἀντίφων’ ἐμῶν

  στεναγμάτων κλύουσαι.

  Χορός

  Ὦ παῖδες, ὦ πικρὸν φίλων

  προσηγόρημα ματέρων,

  προσαυδῶ σε τὸν θανόντα.

  Ἄδραστος

  805 Ἰὼ ἰώ.

  Χορός

  Τῶν γ’ ἐμῶν κακῶν ἐγώ.

  Ἄδραστος

  Αἰαῖ.

  Χορός

  . . . . .

  Ἄδραστος

  Ἐπάθομεν ὤ . . . .

  Χορός

  Τὰ κύντατ’ ἄλγη κακῶν.

  Ἄδραστος

  Ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;

  Χορός

  Ὁρῶσι κἀμὲ τὰν τάλαι-

  810 ναν, τέκνων ἄπαιδα.

  Ἄδραστος

  Προσάγετε δυσπότμων

  σώμαθ’ αἱματοσταγῆ,

  σφαγέντας οὐκ ἄξι’ οὐδ’ ὑπ’ ἀξίων,

  ἐν οἷς ἀγὼν ἐκράνθη.

  Χορός

  815 Δόθ’, ὡς περιπτυχαῖσι δὴ

 

‹ Prev