Book Read Free

Complete Works of Euripides

Page 123

by Euripides


  Ἰλιόθεν δ’ ἔκλυόν τινος ἐν λιμέσιν {[στρ.}

  Ναυπλίοισι βεβῶτος

  τᾶς σᾶς, ὦ Θέτιδος παῖ,

  κλεινᾶς ἀσπίδος ἐν κύκλῳ

  τοιάδε σήματα, δείματα

  Φρύγια, τετύχθαι·

  περιδρόμῳ μὲν ἴτυος ἕδρᾳ

  Περσέα λαιμοτόμαν ὑπὲρ

  ἁλὸς ποτανοῖσι πεδί-

  λοισι φυὰν Γοργόνος ἴ- 460

  σχειν, Διὸς ἀγγέλῳ σὺν Ἑρ-

  μᾷ, τῷ Μαί-

  ας ἀγροτῆρι κούρῳ·

  ἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθων {[ἀντ.}

  κύκλος ἀελίοιο

  ἵπποις ἂμ πτεροέσσαις

  ἄστρων τ’ αἰθέριοι χοροί,

  Πλειάδες, Ὑάδες, Ἕκτορος

  ὄμμασι τροπαῖοι·

  ἐπὶ δὲ χρυσοτύπῳ κράνει 470

  Σφίγγες ὄνυξιν ἀοίδιμον

  ἄγραν φέρουσαι· περιπλεύ-

  ρῳ δὲ κύτει πύρπνοος ἔ-

  σπευδε δρόμῳ λέαινα χαλ-

  αῖς Πειρη-

  ναῖον ὁρῶσα πῶλον.

  ἄορι δ’ ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ-

  λον, κελαινὰ δ’ ἀμφὶ νῶθ’ ἵετο κόνις.

  τοιῶνδ’ ἄνακτα δοριπόνων

  ἔκανεν ἀνδρῶν, Τυνδαρίς, 480

  σὰ λέχεα, κακόφρων κούρα.

  τοιγάρ σέ ποτ’ οὐρανίδαι

  πέμψουσιν θανάτοις· ἦ σὰν

  ἔτ’ ἔτι φόνιον ὑπὸ δέραν

  ὄψομαι αἷμα χυθὲν σιδάρῳ.

  ΠΡΕΣΒΥΣ

  ποῦ ποῦ νεᾶνις πότνι’ ἐμὴ δέσποινά τε,

  Ἀγαμέμνονος παῖς, ὅν ποτ’ ἐξέθρεψ’ ἐγώ;

  ὡς πρόσβασιν τῶνδ’ ὀρθίαν οἴκων ἔχει

  ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί. 490

  ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον

  διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.

  ὦ θύγατερ-ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ-

  ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων

  ποίμνης νεογνὸν θρέμμ’ ὑποσπάσας τόδε

  στεφάνους τε τευχέων τ’ ἐξελὼν τυρεύματα,

  παλαιόν τε θησαύρισμα Διονύσου τόδε

  ὀσμῇ κατῆρες, μικρόν, ἀλλ’ ἐπεσβαλεῖν

  ἡδὺ σκύφον τοῦδ’ ἀσθενεστέρῳ ποτῷ.

  ἴτω φέρων τις τοῖς ξένοις τάδ’ ἐς δόμους· 500

  ἐγὼ δὲ τρύχει τῷδ’ ἐμῶν πέπλων κόρας

  δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.

  ΗΛΕΚΤΡΑ

  τί δ’, ὦ γεραιέ, διάβροχον τόδ’ ὄμμ’ ἔχεις;

  μῶν τἀμὰ διὰ χρόνου σ’ ἀνέμνησεν κακά;

  ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις

  καὶ πατέρα τὸν ἐμόν, ὅν ποτ’ ἐν χεροῖν ἔχων

  ἀνόνητ’ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις;

  ΠΡΕΣΒΥΣ

  ἀνόνηθ’· ὅμως δ’ οὖν τοῦτό γ’ οὐκ ἠνεσχόμην.

  ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργ’ ὁδοῦ

  καὶ προσπεσὼν ἔκλαυσ’ ἐρημίας τυχών, 510

  σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,

  ἔσπεισα, τύμβῳ δ’ ἀμφέθηκα μυρσίνας.

  πυρᾶς δ’ ἐπ’ αὐτῆς οἶν μελάγχιμον πόκῳ

  σφάγιον ἐσεῖδον αἷμά τ’ οὐ πάλαι χυθὲν

  ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.

  κἀθαύμασ’, ὦ παῖ, τίς ποτ’ ἀνθρώπων ἔτλη

  πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.

  ἀλλ’ ἦλθ’ ἴσως που σὸς κασίγνητος λάθρᾳ,

  μολὼν δ’ ἐθαύμασ’ ἄθλιον τύμβον πατρός.

  σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ, 520

  εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός·

  φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός,

  τὰ πόλλ’ ὅμοια σώματος πεφυκέναι.

  {Ηλ.} οὐκ ἄξι’ ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις,

  εἰ κρυπτὸν ἐς γῆν τήνδ’ ἂν Αἰγίσθου φόβῳ

  δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.

  ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,

  ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,

  ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλ’ ἀμήχανον.

  πολλοῖς δ’ ἂν εὕροις βοστρύχους ὁμοπτέρους 530

  καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.

  ΠΡΕΣΒΥΣ

  σὺ δ’ εἰς ἴχνος βᾶσ’ ἀρβύλης σκέψαι βάσιν

  εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον.

  ΗΛΕΚΤΡΑ

  πῶς δ’ ἂν γένοιτ’ ἂν ἐν κραταιλέῳ πέδῳ

  γαίας ποδῶν ἔκμακτρον; εἰ δ’ ἔστιν τόδε,

  δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτ’ ἴσος

  ἀνδρός τε καὶ γυναικός, ἀλλ’ ἅρσην κρατεῖ.

  ΠΡΕΣΒΥΣ

  οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών,

  . . . . . . .

  κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς,

  ἐν ᾧ ποτ’ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν; 540

  {ΗΛΕΚΤΡΑ

  οὐκ οἶσθ’, Ὀρέστης ἡνίκ’ ἐκπίπτει χθονός,

  νέαν μ’ ἔτ’ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,

  πῶς ἂν τότ’ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,

  εἰ μὴ ξυναύξοινθ’ οἱ πέπλοι τῷ σώματι;

  ἀλλ’ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος

  † ἐκείρατ’, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς † . . .

  ΠΡΕΣΒΥΣ

  οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν

  αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.

  ΗΛΕΚΤΡΑ

  οἵδ’ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.

  ΠΡΕΣΒΥΣ />
  ἀλλ’ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε· 550

  πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.

  ὅμως δέ. -χαίρειν τοὺς ξένους προσεννέπω.

  ΟΡΕΣΤΗΣ

  χαῖρ’, ὦ γεραιέ. -τοῦ ποτ’, Ἠλέκτρα, τόδε

  παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;

  ΗΛΕΚΤΡΑ

  οὗτος τὸν ἁμὸν πατέρ’ ἔθρεψεν, ὦ ξένε.

  ΟΡΕΣΤΗΣ

  τί φῄς; ὅδ’ ὃς σὸν ἐξέκλεψε σύγγονον;

  ΗΛΕΚΤΡΑ

  ὅδ’ ἔσθ’ ὁ σώσας κεῖνον, εἴπερ ἔστ’ ἔτι.

  ΟΡΕΣΤΗΣ

  ἔα·

  τί μ’ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν

  λαμπρὸν χαρακτῆρ’; ἢ προσεικάζει μέ τῳ;

  ΗΛΕΚΤΡΑ

  ἴσως Ὀρέστου σ’ ἥλιχ’ ἥδεται βλέπων. 560

  ΟΡΕΣΤΗΣ

  φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;

  ΗΛΕΚΤΡΑ καὐτὴ τόδ’ εἰσορῶσα θαυμάζω, ξένε.

  ΠΡΕΣΒΥΣ

  ὦ πότνι’, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.

  ΗΛΕΚΤΡΑ

  τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι;

  ΠΡΕΣΒΥΣ

  λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.

  ΗΛΕΚΤΡΑ

  ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον;

  ΠΡΕΣΒΥΣ

  βλέψον νυν ἐς τόνδ’, ὦ τέκνον, τὸν φίλτατον.

  ΗΛΕΚΤΡΑ

  πάλαι δέδορκα, μὴ σύ γ’ οὐκέτ’ εὖ φρονῇς.

  ΠΡΕΣΒΥΣ

  οὐκ εὖ φρονῶ ‘γὼ σὸν κασίγνητον βλέπων; 570

  ΗΛΕΚΤΡΑ

  πῶς εἶπας, ὦ γεραί’, ἀνέλπιστον λόγον;

  ΠΡΕΣΒΥΣ

  ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.

  ΗΛΕΚΤΡΑ

  ποῖον χαρακτῆρ’ εἰσιδών, ᾧ πείσομαι;

  ΠΡΕΣΒΥΣ

  οὐλὴν παρ’ ὀφρύν, ἥν ποτ’ ἐν πατρὸς δόμοις

  νεβρὸν διώκων σοῦ μέθ’ ᾑμάχθη πεσών.

  ΗΛΕΚΤΡΑ

  πῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον.

  ΠΡΕΣΒΥΣ

  ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;

  ΗΛΕΚΤΡΑ

  ἀλλ’ οὐκέτ’, ὦ γεραιέ· συμβόλοισι γὰρ

  τοῖς σοῖς πέπεισμαι θυμόν. -ὦ χρόνῳ φανείς,

  ἔχω σ’ ἀέλπτως . . .

  ΟΡΕΣΤΗΣ

  κἀξ ἐμοῦ γ’ ἔχῃ χρόνῳ.

  ΗΛΕΚΤΡΑ

  οὐδέποτε δόξασα.

  ΟΡΕΣΤΗΣ

  οὐδ’ ἐγὼ γὰρ ἤλπισα. 580

  ΗΛΕΚΤΡΑ

  ἐκεῖνος εἶ σύ;

  ΟΡΕΣΤΗΣ

  σύμμαχός γέ σοι μόνος.

  ἢν δ’ ἀνσπάσωμαί γ’ ὃν μετέρχομαι βόλον . . .

  πέποιθα δ’· ἢ χρὴ μηκέθ’ ἡγεῖσθαι θεούς,

  εἰ τἄδικ’ ἔσται τῆς δίκης ὑπέρτερα.

  ΧΟΡΟΣ

  ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα,

  κατέλαμψας, ἔδειξας ἐμφανῆ

  πόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷ

  πατρίων ἀπὸ δωμάτων τάλας

  ἀλαίνων ἔβα.

  θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει 590

  νίκαν, ὦ φίλα.

  ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς

  ἐς θεούς, τύχᾳ σοι τύχᾳ

  κασίγνητον ἐμβατεῦσαι πόλιν.

  ΟΡΕΣΤΗΣ

  εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων

  ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν.

  σὺ δ’, ὦ γεραιέ-καίριος γὰρ ἤλυθες-

  λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός;

  [μητέρα τε κοινωνὸν ἀνοσίων γάμων;] 600

  ἔστιν τί μοι κατ’ Ἄργος εὐμενὲς φίλων;

  ἢ πάντ’ ἀνεσκευάσμεθ’, ὥσπερ αἱ τύχαι;

  τῷ ξυγγένωμαι; νύχιος ἢ καθ’ ἡμέραν;

  ποίαν ὁδὸν τραπώμεθ’ εἰς ἐχθροὺς ἐμούς;

  ΠΡΕΣΒΥΣ

  ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.

  εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,

  κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.

  σὺ δ’-ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις

  οὐδ’ ἐλλέλοιπας ἐλπίδ’-ἴσθι μου κλύων,

  ἐν χειρὶ τῇ σῇ πάντ’ ἔχεις καὶ τῇ τύχῃ, 610

  πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.

  ΟΡΕΣΤΗΣ

  τί δῆτα δρῶντες τοῦδ’ ἂν ἐξικοίμεθα;

  ΠΡΕΣΒΥΣ

  κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.

  ΟΡΕΣΤΗΣ

  ἥκω ‘πὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;

  ΠΡΕΣΒΥΣ

  τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδ’ ἂν εἰ θέλοις.

  ΟΡΕΣΤΗΣ

  φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;

  ΠΡΕΣΒΥΣ

  ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.

  ΟΡΕΣΤΗΣ

  εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.

  ΠΡΕΣΒΥΣ

  κἀμοῦ γ’ ἄκουσον· ἄρτι γάρ μ’ ἐσῆλθέ τι.

  ΟΡΕΣΤΗΣ

  ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ’ ἐγώ. 620

  ΠΡΕΣΒΥΣ

  Αἴγισθον εἶδον, ἡνίχ’ εἷρπον ἐνθάδε.

  {ΟΡΕΣΤΗΣ

  προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;

  ΠΡΕΣΒΥΣ

  ἀγρῶν πέλας τῶνδ’ ἱπποφορβίων ἔπι.

  ΟΡΕΣΤΗΣ

  τί δρῶνθ’; ὁρῶ γὰρ ἐλπίδ’ ἐξ ἀμηχάνων.

  ΠΡΕΣΒΥΣ

  Νύμφαις ἐπόρσυν’ ἔροτιν, ὡς ἔδοξέ μοι.

  ΟΡΕΣΤΗΣ

  τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;

  ΠΡΕΣΒΥΣ

  οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.

  ΟΡΕΣΤΗΣ

  πόσων μετ’ ἀνδρῶν; ἢ μόνος
δμώων μέτα;

  ΠΡΕΣΒΥΣ

  οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.

  ΟΡΕΣΤΗΣ

  οὔ πού τις ὅστις γνωριεῖ μ’ ἰδών, γέρον; 630

  ΠΡΕΣΒΥΣ

  δμῶες μέν εἰσιν, οἳ σέ γ’ οὐκ εἶδόν ποτε.

  ΟΡΕΣΤΗΣ

  ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;

  ΠΡΕΣΒΥΣ

  δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.

  ΟΡΕΣΤΗΣ

  πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;

  ΠΡΕΣΒΥΣ

  στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.

  ΟΡΕΣΤΗΣ

  ὁδὸν παρ’ αὐτήν, ὡς ἔοικ’, ἀγροὺς ἔχει;

  ΠΡΕΣΒΥΣ

  ὅθεν γ’ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.

  ΟΡΕΣΤΗΣ

  πικρόν γε συνθοινάτορ’, ἢν θεὸς θέλῃ.

  ΠΡΕΣΒΥΣ

  τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.

  ΟΡΕΣΤΗΣ

  καλῶς ἔλεξας. -ἡ τεκοῦσα δ’ ἐστὶ ποῦ; 640

  ΠΡΕΣΒΥΣ

  Ἄργει· παρέσται δ’ οὖν πόσει θοίνην ἔπι.

  ΟΡΕΣΤΗΣ

  τί δ’ οὐχ ἅμ’ ἐξωρμᾶτ’ ἐμὴ μήτηρ πόσει;

  ΠΡΕΣΒΥΣ

  ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.

  ΟΡΕΣΤΗΣ

  ξυνῆχ’· ὕποπτος οὖσα γιγνώσκει πόλει.

  ΠΡΕΣΒΥΣ

  τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.

  ΟΡΕΣΤΗΣ

  πῶς οὖν ἐκείνην τόνδε τ’ ἐν ταὐτῷ κτενῶ;

  ΗΛΕΚΤΡΑ

  ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.

  ΟΡΕΣΤΗΣ

  καὶ μὴν ἐκεῖνά γ’ ἡ τύχη θήσει καλῶς.

  ΗΛΕΚΤΡΑ

  ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.

  ΠΡΕΣΒΥΣ

  ἔσται τάδ’· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον; 650

  ΗΛΕΚΤΡΑ

  λέγ’, ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών·

  λεχώ μ’ ἀπάγγελλ’ οὖσαν ἄρσενος τόκῳ.

 

‹ Prev