Book Read Free

Complete Works of Euripides

Page 137

by Euripides


  [675] ἀκήρατον δέ μ’ ἐκ πατρὸς λαβὼν δόμων

  πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.

  Καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δ’ ἐγὼ

  πρὸς Ἑλλάδ’ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.

  Ἆρ’ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν

  [680] Πολυξένης ὄλεθρος, ἣν καταστένεις;

  Ἐμοὶ γὰρ οὐδ’ ὃ πᾶσι λείπεται βροτοῖς

  ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας

  πράξειν τι κεδνόν· ἡδὺ δ’ ἐστὶ καὶ δοκεῖν.

  Χορός

  Ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ

  [685] τὸ σὸν διδάσκεις μ’ ἔνθα πημάτων κυρῶ.

  Ἑκάβη

  [686] Αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,

  γραφῇ δ’ ἰδοῦσα καὶ κλύουσ’ ἐπίσταμαι.

  Ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν,

  προθυμίαν ἔχουσι σωθῆναι πόνων,

  [690] ὁ μὲν παρ’ οἴαχ’, ὁ δ’ ἐπὶ λαίφεσιν βεβώς,

  ὁ δ’ ἄντλον εἴργων ναός· ἢν δ’ ὑπερβάλῃ

  πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ

  παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν.

  Οὕτω δὲ κἀγὼ πόλλ’ ἔχουσα πήματα

  [695] ἄφθογγός εἰμι καὶ παρεῖσ’ ἐῶ στόμα·

  νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.

  Ἀλλ’, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας

  ἔασον· οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά·

  τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,

  [700] φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.

  Κἂν δρᾷς τάδ’, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους

  καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν

  Τροίᾳ μέγιστον ὠφέλημ’, ἵν’ εἴ ποτε

  ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν

  [705] κατοικίσειαν, καὶ πόλις γένοιτ’ ἔτι.

  Ἀλλ’ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,

  τίν’ αὖ δέδορκα τόνδ’ Ἀχαιι¨κὸν λάτριν

  στείχοντα καινῶν ἄγγελον βουλευμάτων;

  Ταλθύβιος

  [709] Φρυγῶν ἀρίστου πρίν ποθ’ Ἕκτορος δάμαρ,

  [710] μή με στυγήσῃς· οὐχ ἑκὼν γὰρ ἀγγελῶ.

  Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τ’ ἀγγέλματα. . . .

  Ἀνδρομάχη

  Τί δ’ ἔστιν; Ὥς μοι φροιμίων ἄρχῃ κακῶν.

  Ταλθύβιος

  Ἔδοξε τόνδε παῖδα . . . πῶς εἴπω λόγον;

  Ἀνδρομάχη

  Μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;

  Ταλθύβιος

  [715] Οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.

  Ἀνδρομάχη

  Ἀλλ’ ἐνθάδ’ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν;

  Ταλθύβιος

  Οὐκ οἶδ’ ὅπως σοι ῥᾳδίως εἴπω κακά.

  Ἀνδρομάχη

  Ἐπῄνεσ’ αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά.

  Ταλθύβιος

  Κτενοῦσι σὸν παῖδ’, ὡς πύθῃ κακὸν μέγα.

  Ἀνδρομάχη

  [720] Οἴμοι, γάμων τόδ’ ὡς κλύω μεῖζον κακόν.

  Ταλθύβιος

  Νικᾷ δ’ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων . . .

  Ἀνδρομάχη

  Αἰαῖ μάλ’· οὐ γὰρ μέτρια πάσχομεν κακά.

  Ταλθύβιος

  Λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς . . .

  Ἀνδρομάχη

  Τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.

  Ταλθύβιος

  [725] Ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο.

  Ἀλλ’ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ·

  μήτ’ ἀντέχου τοῦδ’, εὐγενῶς δ’ ἄλγει κακοῖς,

  μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.

  Ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. Σκοπεῖν δὲ χρή·

  [730] πόλις τ’ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ,

  ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν

  οἷοί τε. Τούτων οὕνεκ’ οὐ μάχης ἐρᾶν

  οὐδ’ αἰσχρὸν οὐδὲν οὐδ’ ἐπίφθονόν σε δρᾶν,

  οὐδ’ αὖ σ’ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.

  [735] Εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός,

  οὔτ’ ἂν ταφείη παῖς ὅδ’ οὔτ’ οἴκτου τύχοι.

  Σιγῶσα δ’ εὖ τε τὰς τύχας κεκτημένη

  τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις

  αὐτή τ’ Ἀχαιῶν πρευμενεστέρων τύχοις.

  Ἀνδρομάχη

  [740] Ὦ φίλτατ’, ὦ περισσὰ τιμηθεὶς τέκνον,

  θανῇ πρὸς ἐχθρῶν μητέρ’ ἀθλίαν λιπών,

  ἡ τοῦ πατρὸς δέ σ’ εὐγένει’ ἀποκτενεῖ,

  ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,

  τὸ δ’ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός.

  [745] Ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι,

  οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,

  οὐ σφάγιον υἱὸν Δαναί¨δαις τέξουσ’ ἐμόν,

  ἀλλ’ ὡς τύραννον Ἀσιάδος πολυσπόρου.

  Ὦ παῖ, δακρύεις· αἰσθάνῃ κακῶν σέθεν;

  [750] Τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων,

  νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;

  Οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ

  γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,

  οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·

  [755] λυγρὸν δὲ πήδημ’ ἐς τράχηλον ὑψόθεν

  πεσὼν ἀνοίκτως, πνεῦμ’ ἀπορρήξεις σέθεν.

  Ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,

  ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα

  ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψ’ ὅδε,

  [
760] μάτην δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις.

  Νῦν οὔποτ’ αὖθις μητέρ’ ἀσπάζου σέθεν,

  πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δ’ ὠλένας

  ἕλισσ’ ἐμοῖς νώτοισι καὶ στόμ’ ἅρμοσον.

  Ὦ βάρβαρ’ ἐξευρόντες Ἕλληνες κακά,

  [765] τί τόνδε παῖδα κτείνετ’ οὐδὲν αἴτιον;

  Ὦ Τυνδάρειον ἔρνος, οὔποτ’ εἶ Διός,

  πολλῶν δὲ πατέρων φημί σ’ ἐκπεφυκέναι,

  Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου,

  Φόνου τε Θανάτου θ’ ὅσα τε γῆ τρέφει κακά.

  [770] Οὐ γάρ ποτ’ αὐχῶ Ζῆνά γ’ ἐκφῦσαί σ’ ἐγώ,

  πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.

  Ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο

  αἰσχρῶς τὰ κλεινὰ πεδί’ ἀπώλεσας Φρυγῶν.

  <Ἀλλ’> ἄγετε φέρετε ῥίπτετ’, εἰ ῥίπτειν δοκεῖ·

  [775] δαίνυσθε τοῦδε σάρκας. Ἔκ τε γὰρ θεῶν

  διολλύμεσθα, παιδί τ’ οὐ δυναίμεθ’ ἂν

  θάνατον ἀρῆξαι. Κρύπτετ’ ἄθλιον δέμας

  καὶ ῥίπτετ’ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι

  ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.

  Χορός

  [780] Τάλαινα Τροία, μυρίους ἀπώλεσας

  μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.

  Ταλθύβιος

  Ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς

  μητρὸς μογερᾶς, βαῖνε πατρῴων

  πύργων ἐπ’ ἄκρας στεφάνας, ὅθι σοι

  [785] πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη.

  Λαμβάνετ’ αὐτόν. Τὰ δὲ τοιάδε χρὴ

  κηρυκεύειν, ὅστις ἄνοικτος

  καὶ ἀναιδείᾳ τῆς ἡμετέρας

  γνώμης μᾶλλον φίλος ἐστίν.

  Ἑκάβη

  [790] Ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ,

  συλώμεθα σὴν ψυχὴν ἀδίκως

  μήτηρ κἀγώ. Τί πάθω; Τί σ’ ἐγώ,

  δύσμορε, δράσω; Τάδε σοι δίδομεν

  πλήγματα κρατὸς στέρνων τε κόπους·

  [795] τῶνδε γὰρ ἄρχομεν. Οἲ ‘γὼ πόλεως,

  οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν;

  Τίνος ἐνδέομεν μὴ οὐ πανσυδίᾳ

  χωρεῖν ὀλέθρου διὰ παντός;

  Χορός

  [799] Μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών,

  [800] νάσου περικύμονος οἰκήσας ἕδραν

  τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵν’ ἐλαίας

  πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα,

  οὐράνιον στέφανον λιπαραῖσί <τε> κόσμον Ἀθήναις,

  ἔβας ἔβας τῷ τοξοφόρῳ συναρι-

  [805] στεύων ἅμ’ Ἀλκμήνας γόνῳ

  Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν

  [807] ἁμετέραν τὸ πάροιθεν ὅτ’ ἔβας ἀφ’ Ἑλλάδος·

  Ὅθ’ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενος

  [810] πώλων, Σιμόεντι δ’ ἐπ’ εὐρείτᾳ πλάταν

  ἔσχασε ποντοπόρον καὶ ναύδετ’ ἀνήψατο πρυμνᾶν

  καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν,

  [814] Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου

  [815] . . πυρὸς φοίνικι πνοᾷ καθελὼν

  Τροίας ἐπόρθησε χθόνα.

  [818] Δὶς δὲ δυοῖν πιτύλοιν τείχη περὶ

  Δαρδανίας φοινία κατέλυσεν αἰχμά.

  [820] Μάταν ἄρ’, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,

  Λαομεδόντιε παῖ,

  [823] Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν·

  [825] ἁ δέ σε γειναμένα πυρὶ δαίεται·

  ἠιόνες δ’ ἅλιαι

  [829] ἴακχον οἰωνὸς οἷ-

  [830] ον τεκέων ὕπερ βοᾷ,

  ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας,

  ᾇ δὲ ματέρας γεραιάς.

  Τὰ δὲ σὰ δροσόεντα λουτρὰ

  γυμνασίων τε δρόμοι

  [835] βεβᾶσι, σὺ δὲ πρόσωπα νεα-

  ρὰ χάρισι παρὰ Διὸς θρόνοις

  καλλιγάλανα τρέφεις· Πριάμοιο δὲ γαῖαν

  Ἑλλὰς ὤλεσ’ αἰχμά.

  [840] Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτ’ ἦλθες

  [842] οὐρανίδαισι μέλων,

  [844] ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι

  [845] κῆδος ἀναψάμενος. Τὸ μὲν οὖν Διὸς

  οὐκέτ’ ὄνειδος ἐρῶ·

  τὸ τᾶς δὲ λευκοπτέρου

  [849] φίλιον Ἁμέρας βροτοῖς

  [850] φέγγος ὀλοὸν εἶδε γαῖαν,

  εἶδε περγάμων ὄλεθρον,

  τεκνοποιὸν ἔχουσα τᾶσδε

  [854] γᾶς πόσιν ἐν θαλάμοις,

  [855] ὃν ἀστέρων τέθριππος ἔλα-

  βε χρύσεος ὄχος ἀναρπάσας,

  ἐλπίδα γᾷ πατρίᾳ μεγάλαν· τὰ θεῶν δὲ

  φίλτρα φροῦδα Τροίᾳ.

  Μενέλαος

  [860] Ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε,

  ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι

  Ἑλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ

  Μενέλαός εἰμι καὶ στράτευμ’ Ἀχαιι¨κόν.

  Ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με

  [865] γυναικὸς οὕνεκ’, ἀλλ’ ἐπ’ ἄνδρ’ ὃς ἐξ ἐμῶν

  δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο.

  Κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην

  αὐτός τε καὶ γῆ δορὶ πεσοῦσ’ Ἑλληνικῷ.

  Ἥκω δὲ τὴν τάλαιναν οὐ γὰρ ἡδέως

  [870] ὄνομα δάμαρτος ἥ ποτ’ ἦν ἐμὴ λέγω

  ἄξων· δόμοις γὰρ τοῖσδ’ ἐν αἰχμαλωτικοῖς

  κατηρίθμηται Τρῳάδων ἄλλων μέτα.

  Οἵπερ γὰρ αὐτὴν ἐξε
μόχθησαν δορί,

  κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν

  [875] θέλοιμ’ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα.

  Ἐμοὶ δ’ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον

  Ἑλένης ἐᾶσαι, ναυπόρῳ δ’ ἄγειν πλάτῃ

  Ἑλληνίδ’ ἐς γῆν κᾆτ’ ἐκεῖ δοῦναι κτανεῖν,

  ποινὰς ὅσοις τεθνᾶσ’ ἐν Ἰλίῳ φίλοι.

  [880] Ἀλλ’ εἶα χωρεῖτ’ ἐς δόμους, ὀπάονες,

  κομίζετ’ αὐτὴν τῆς μιαιφονωτάτης

  κόμης ἐπισπάσαντες· οὔριοι δ’ ὅταν

  πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.

  Ἑκάβη

  [884] Ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,

  [885] ὅστις ποτ’ εἶ σύ, δυστόπαστος εἰδέναι,

  Ζεύς, εἴτ’ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,

  προσηυξάμην σε· πάντα γὰρ δι’ ἀψόφου

  βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ’ ἄγεις.

  Μενέλαος

  Τί δ’ ἔστιν; Εὐχὰς ὡς ἐκαίνισας θεῶν.

  Ἑκάβη

  [890] Αἰνῶ σε, Μενέλα’, εἰ κτενεῖς δάμαρτα σήν.

  Ὁρᾶν δὲ τήνδε φεῦγε, μή σ’ ἕλῃ πόθῳ.

  Αἱρεῖ γὰρ ἀνδρῶν ὄμματ’, ἐξαιρεῖ πόλεις,

  πίμπρησιν οἴκους· ὧδ’ ἔχει κηλήματα.

  Ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες.

  Ἑλένη

  [895] Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου

  τόδ’ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν

  βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.

  Ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη,

  ὅμως δ’ ἐρέσθαι βούλομαι· γνῶμαι τίνες

  [900] Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;

  Μενέλαος

  Οὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλ’ ἅπας στρατὸς

  κτανεῖν ἐμοί σ’ ἔδωκεν, ὅνπερ ἠδίκεις.

 

‹ Prev