Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 140
Complete Works of Euripides Page 140

by Euripides


  Ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλον 10

  Ἑλληνικὸν συνήγαγ᾽ Ἀγαμέμνων ἄναξ,

  τὸν καλλίνικον στέφανον Ἰλίου θέλων

  λαβεῖν Ἀχαιοῖς τούς θ᾽ ὑβρισθέντας γάμους

  Ἑλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων.

  Δεινῆς δ᾽ ἀπλοίας πνευμάτων τε τυγχάνων, 15

  ἐς ἔμπυρ᾽ ἦλθε, καὶ λέγει Κάλχας τάδε·

  ὦ τῆσδ᾽ ἀνάσσων Ἑλλάδος στρατηγίας,

  Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός,

  πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις

  λάβῃ σφαγεῖσαν· ὅ τι γὰρ ἐνιαυτὸς τέκοι 20

  κάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ.

  Παῖδ᾽ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ

  τίκτει — τὸ καλλιστεῖον εἰς ἔμ᾽ ἀναφέρων —

  ἣν χρή σε θῦσαι. Καί μ᾽ Ὀδυσσέως τέχναις

  μητρὸς παρείλοντ᾽ ἐπὶ γάμοις Ἀχιλλέως. 25

  Ἐλθοῦσα δ᾽ Αὐλίδ᾽ ἡ τάλαιν᾽ ὑπὲρ πυρᾶς

  μεταρσία ληφθεῖσ᾽ ἐκαινόμην ξίφει·

  ἀλλ᾽ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου

  Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα

  πέμψασά μ᾽ ἐς τήνδ᾽ ᾤκισεν Ταύρων χθόνα, 30

  οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος

  Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς

  ἐς τοὔνομ᾽ ἦλθε τόδε ποδωκείας χάριν.

  Ναοῖσι δ᾽ ἐν τοῖσδ᾽ ἱερέαν τίθησί με·

  ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ 35

  Ἄρτεμις, ἑορτῆς, τοὔνομ᾽ ἧς καλὸν μόνον —

  τὰ δ᾽ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη —

  [θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει,

  ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ.]

  Κατάρχομαι μέν, σφάγια δ᾽ ἄλλοισιν μέλει 40

  ἄρρητ᾽ ἔσωθεν τῶνδ᾽ ἀνακτόρων θεᾶς.

  Ἃ καινὰ δ᾽ ἥκει νὺξ φέρουσα φάσματα,

  λέξω πρὸς αἰθέρ᾽, εἴ τι δὴ τόδ᾽ ἔστ᾽ ἄκος.

  Ἔδοξ᾽ ἐν ὕπνῳ τῆσδ᾽ ἀπαλλαχθεῖσα γῆς

  οἰκεῖν ἐν Ἄργει, παρθένοισι δ᾽ ἐν μέσαις 45

  εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ,

  φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν

  δόμων πίτνοντα, πᾶν δ᾽ ἐρείψιμον στέγος

  βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν.

  Μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοι 50

  δόμων πατρῴων, ἐκ δ᾽ ἐπικράνων κόμας

  ξανθὰς καθεῖναι, φθέγμα δ᾽ ἀνθρώπου λαβεῖν,

  κἀγὼ τέχνην τήνδ᾽ ἣν ἔχω ξενοκτόνον

  τιμῶσ᾽ ὑδραίνειν αὐτὸν ὡς θανούμενον,

  κλαίουσα. Τοὔναρ δ᾽ ὧδε συμβάλλω τόδε· 55

  τέθνηκ᾽ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ.

  Στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες·

  θνῄσκουσι δ᾽ οὓς ἂν χέρνιβες βάλωσ᾽ ἐμαί.

  [Οὐδ᾽ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω·

  Στροφίῳ γὰρ οὐκ ἦν παῖς, ὅτ᾽ ὠλλύμην ἐγώ.] 60

  Νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰς

  παροῦσ᾽ ἀπόντι — ταῦτα γὰρ δυναίμεθ᾽ ἄν —

  σὺν προσπόλοισιν, ἃς ἔδωχ᾽ ἡμῖν ἄναξ

  Ἑλληνίδας γυναῖκας. Ἀλλ᾽ ἐξ αἰτίας

  οὔπω τίνος πάρεισιν; Εἶμ᾽ ἔσω δόμων 65

  ἐν οἷσι ναίω τῶνδ᾽ ἀνακτόρων θεᾶς.

  Ὀρέστης

  Ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν. 67

  Πυλάδης

  Ὁρῶ, σκοποῦμαι δ᾽ ὄμμα πανταχῆ στρέφων.

  Ὀρέστης

  Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτ᾽ εἶναι θεᾶς

  ἔνθ᾽ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν; 70

  Πυλάδης

  Ἔμοιγ᾽, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών.

  Ὀρέστης

  Καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;

  Πυλάδης

  Ἐξ αἱμάτων γοῦν ξάνθ᾽ ἔχει τριχώματα.

  Ὀρέστης

  Θριγκοῖς δ᾽ ὑπ᾽ αὐτοῖς σκῦλ᾽ ὁρᾷς ἠρτημένα;

  Πυλάδης

  Τῶν κατθανόντων γ᾽ ἀκροθίνια ξένων. 75

  Ἀλλ᾽ ἐγκυκλοῦντ᾽ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.

  Ὀρέστης

  Ὦ Φοῖβε, ποῖ μ᾽ αὖ τήνδ᾽ ἐς ἄρκυν ἤγαγες 77

  χρήσας, ἐπειδὴ πατρὸς αἷμ᾽ ἐτεισάμην,

  μητέρα κατακτάς, διαδοχαῖς δ᾽ Ἐρινύων

  ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς 80

  δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους,

  ἐλθὼν δέ σ᾽ ἠρώτησα πῶς τροχηλάτου

  μανίας ἂν ἔλθοιμ᾽ ἐς τέλος πόνων τ᾽ ἐμῶν,

  οὓς ἐξεμόχθουν περιπολῶν καθ᾽ Ἑλλάδα —

  σὺ δ᾽ εἶπας ἐλθεῖν Ταυρικῆς μ᾽ ὅρους χθονός, 85

  ἔνθ᾽ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι,

  λαβεῖν τ᾽ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε

  ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο·

  λαβόντα δ᾽ ἢ τέχναισιν ἢ τύχῃ τινί,

  κίνδυνον ἐκπλήσαντ᾽, Ἀθηναίων χθονὶ 90

  δοῦναι — τὸ δ᾽ ἐνθένδ᾽ οὐδὲν ἐρρήθη πέρα —

  καὶ ταῦτα δράσαντ᾽ ἀμπνοὰς ἕξειν πόνων.

  Ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε

  ἄγνωστον ἐς γῆν, ἄξενον. Σὲ δ᾽ ἱστορῶ,

  Πυλάδη — σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου — 95

  τί δρῶμεν; Ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς

  ὑψηλά· πότερα δωμάτων προσαμβάσεις

  ἐκβησόμεσθα; Πῶς ἂν οὖν λ�
�θοιμεν ἄν;

  Ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς —

  ὧν οὐδὲν ἴσμεν; Ἢν δ᾽ ἀνοίγοντες πύλας 100

  ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι,

  θανούμεθ᾽. Ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι

  φεύγωμεν, ᾗπερ δεῦρ᾽ ἐναυστολήσαμεν.

  Πυλάδης

  Φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδ᾽ εἰώθαμεν, 104

  τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον· 105

  ναοῦ δ᾽ ἀπαλλαχθέντε κρύψωμεν δέμας

  κατ᾽ ἄντρ᾽ ἃ πόντος νοτίδι διακλύζει μέλας —

  νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος

  βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ.

  Ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ, 110

  τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν

  ἄγαλμα πάσας προσφέροντε μηχανάς.

  Ὅρα δέ γ᾽ εἴσω τριγλύφων ὅποι κενὸν

  δέμας καθεῖναι· τοὺς πόνους γὰρ ἁγαθοὶ

  τολμῶσι, δειλοὶ δ᾽ εἰσὶν οὐδὲν οὐδαμοῦ. 115

  Ὀρέστης

  Οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον,

  ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.

  Ἀλλ᾽ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν

  ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.

  Οὐ γὰρ τὸ τοῦ θεοῦ γ᾽ αἴτιον γενήσεται 120

  πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον·

  μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.

  Χορός

  Εὐφαμεῖτ᾽, ὦ [123]

  πόντου δισσὰς συγχωρούσας

  πέτρας Ἀξείνου ναίοντες. 125

  Ὦ παῖ τᾶς Λατοῦς,

  Δίκτυνν᾽ οὐρεία,

  πρὸς σὰν αὐλάν, εὐστύλων

  ναῶν χρυσήρεις θριγκούς,

  πόδα παρθένιον ὅσιον ὁσίας 130

  κλῃδούχου δούλα πέμπω,

  Ἑλλάδος εὐίππου πύργους

  καὶ τείχη χόρτων τ᾽ εὐδένδρων 134

  ἐξαλλάξασ᾽ Εὐρώπαν, 135

  πατρῴων οἴκων ἕδρας.

  Ἔμολον· τί νέον; Τίνα φροντίδ᾽ ἔχεις;

  Τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες,

  ὦ παῖ τοῦ τᾶς Τροίας πύργους

  ἐλθόντος κλεινᾷ σὺν κώπᾳ 140

  χιλιοναύτα

  μυριοτευχοῦς Ἀτρείδα; [Τῶν κλεινῶν;]

  Ἰφιγένεια

  Ἰὼ δμωαί, [143]

  δυσθρηνήτοις ὡς θρήνοις

  ἔγκειμαι, τᾶς οὐκ εὐμούσου 145

  μολπᾶς [βοὰν] ἀλύροις ἐλέγοις, αἰαῖ,

  αἰαῖ, κηδείοις οἴκτοισιν·

  αἵ μοι συμβαίνουσ᾽ ἆται,

  σύγγονον ἁμὸν κατακλαιομένα

  ζωᾶς, οἵαν <οἵαν> ἰδόμαν 150

  ὄψιν ὀνείρων

  νυκτός, τᾶς ἐξῆλθ᾽ ὄρφνα.

  Ὀλόμαν ὀλόμαν·

  οὐκ εἴσ᾽ οἶκοι πατρῷοι·

  οἴμοι <μοι> φροῦδος γέννα.

  Φεῦ φεῦ τῶν Ἄργει μόχθων. 155

  Ἰὼ δαῖμον,

  μόνον ὅς με κασίγνητον συλᾷς

  Ἀίδᾳ πέμψας, ᾧ τάσδε χοὰς 159

  μέλλω κρατῆρά τε τὸν φθιμένων 160

  ὑδραίνειν γαίας ἐν νώτοις

  πηγάς τ᾽ οὐρείων ἐκ μόσχων

  Βάκχου τ᾽ οἰνηρὰς λοιβὰς 164

  ξουθᾶν τε πόνημα μελισσᾶν, 165

  ἃ νεκροῖς θελκτήρια κεῖται.

  Ἀλλ᾽ ἔνδος μοι πάγχρυσον 168

  τεῦχος καὶ λοιβὰν Ἅιδα.

  Ὦ κατὰ γαίας Ἀγαμεμνόνιον 170

  θάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω·

  δέξαι δ᾽· οὐ γὰρ πρὸς τύμβον σοι

  ξανθὰν χαίταν, οὐ δάκρυ᾽ οἴσω.

  Τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην 175

  πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι

  κεῖμαι σφαχθεῖσ᾽ ἁ τλάμων.

  Χορός

  Ἀντιψάλμους ᾠδὰς ὕμνων τ᾽ [179]

  Ἀσιητᾶν σοι βάρβαρον ἀχὰν 180

  δεσποίνᾳ γ᾽ ἐξαυδάσω,

  τὰν ἐν θρήνοισιν μοῦσαν 183

  νέκυσι μελομέναν, τὰν ἐν μολπαῖς

  Ἅιδας ὑμνεῖ δίχα παιάνων. 185

  Οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων·

  ἔρρει φῶς σκήπτρων, οἴμοι,

  πατρῴων οἴκων.

  Ἦν ἐκ τῶν εὐόλβων Ἄργει

  βασιλέων ἀρχά, 190

  μόχθος δ᾽ ἐκ μόχθων ᾄσσει·

  δινευούσαις ἵπποισι <ῥιφαὶ

  Πέλοπος> πταναῖς· ἀλλάξας δ᾽ ἐξ

  ἕδρας ἱερὸν <ἱερὸν> ὄμμ᾽ αὐγᾶς

  ἅλιος. Ἄλλαις δ᾽ ἄλλα προσέβα 195

  χρυσέας ἀρνὸς μελάθροις ὀδύνα,

  φόνος ἐπὶ φόνῳ, ἄχεα ἄχεσιν

  ἔνθεν τῶν πρόσθεν δμαθέντων 199

  Τανταλιδᾶν ἐκβαίνει ποινά γ᾽ 200

  εἰς οἴκους, σπεύδει δ᾽ ἀσπούδαστ᾽

  ἐπὶ σοὶ δαίμων.

  Ἰφιγένεια

  Ἐξ ἀρχᾶς μοι δυσδαίμων [203]

  δαίμων τᾶς ματρὸς ζώνας

  καὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶς 205

  λόχιαι στερρὰν παιδείαν

  Μοῖραι ξυντείνουσιν θεαί,

  τᾷ μναστευθείσᾳ ᾽ξ Ἑλλάνων,

  ἃν πρωτόγονον θάλος ἐν θαλάμοις

  Λήδας ἁ τλάμων κούρα 210

  σφάγιον πατρῴᾳ λώβᾳ

  καὶ θῦμ᾽ οὐκ εὐγάθητον

  ἔτεκεν, ἔτρεφεν εὐκταίαν·

  ἱππείοις δ᾽ ἐν δίφροισι

  ψαμάθων Αὐλίδος ἐπέβασαν 215

  νύμφαιον, οἴμοι, δύσνυμφον

  τῷ τᾶς Νηρέως κούρας, αἰαῖ.

  Νῦν δ᾽ ἀξείνου πόντου ξείνα

  δυσχόρτους οἴκους ναίω,

  ἄγα�
�ος ἄτεκνος ἄπολις ἄφιλος, 220

  οὐ τὰν Ἄργει μέλπουσ᾽ Ἥραν

  οὐδ᾽ ἱστοῖς ἐν καλλιφθόγγοις

  κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ

  <καὶ> Τιτάνων ποικίλλουσ᾽, ἀλλ᾽

  αἱμόρραντον δυσφόρμιγγα 225

  ξείνων αἱμάσσουσ᾽ ἄταν βωμούς,

  οἰκτράν τ᾽ αἰαζόντων αὐδὰν

  οἰκτρόν τ᾽ ἐκβαλλόντων δάκρυον.

  Καὶ νῦν κείνων μέν μοι λάθα,

  τὸν δ᾽ Ἄργει δμαθέντα κλαίω 230

  σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον, 232

  ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος

  ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τ᾽

  Ἄργει σκηπτοῦχον Ὀρέσταν. 235

  Χορός

  Καὶ μὴν ὅδ᾽ ἀκτὰς ἐκλιπὼν θαλασσίους [236]

  βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.

  Βουκόλος

  Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον,

  ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων.

  Ἰφιγένεια

  Τί δ᾽ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου; 240

  Βουκόλος

  Ἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδα

  πλάτῃ φυγόντες, δίπτυχοι νεανίαι,

  θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριον

  Ἀρτέμιδι. Χέρνιβας δὲ καὶ κατάργματα

  οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη. 245

  Ἰφιγένεια

  Ποδαποί; Τίνος γῆς σχῆμ᾽ ἔχουσιν οἱ ξένοι;

  Βουκόλος

  Ἕλληνες· ἓν τοῦτ᾽ οἶδα κοὐ περαιτέρω.

  Ἰφιγένεια

  Οὐδ᾽ ὄνομ᾽ ἀκούσας οἶσθα τῶν ξένων φράσαι;

  Βουκόλος

  Πυλάδης ἐκλῄζεθ᾽ ἅτερος πρὸς θατέρου.

  Ἰφιγένεια

  Τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομ᾽ ἦν; 250

  Βουκόλος

  Οὐδεὶς τόδ᾽ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν.

 

‹ Prev