by Euripides
Ἰφιγένεια
Πῶς δ᾽ εἴδετ᾽ αὐτοὺς κἀντυχόντες εἵλετε;
Βουκόλος
Ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου —
Ἰφιγένεια
Καὶ τίς θαλάσσης βουκόλοις κοινωνία;
Βουκόλος
Βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ. 255
Ἰφιγένεια
Ἐκεῖσε δὴ ᾽πάνελθε, πῶς νιν εἵλετε [256]
τρόπῳ θ᾽ ὁποίῳ· τοῦτο γὰρ μαθεῖν θέλω.
Χρόνιοι γὰρ ἥκουσ᾽· οὐδέ πω βωμὸς θεᾶς
Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.
Βουκόλος
Ἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδων [260]
βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν,
ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳ
κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι.
Ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας
βουφορβὸς ἡμῶν, κἀπεχώρησεν πάλιν 265
ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος.
Ἔλεξε δ᾽· Οὐχ ὁρᾶτε; Δαίμονές τινες
θάσσουσιν οἵδε. — Θεοσεβὴς δ᾽ ἡμῶν τις ὢν
ἀνέσχε χεῖρα καὶ προσηύξατ᾽ εἰσιδών·
ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ, 270
δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ,
εἴτ᾽ οὖν ἐπ᾽ ἀκταῖς θάσσετον Διοσκόρω,
ἢ Νηρέως ἀγάλμαθ᾽, ὃς τὸν εὐγενῆ
ἔτικτε πεντήκοντα Νηρῄδων χορόν.
Ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς, 275
ἐγέλασεν εὐχαῖς, ναυτίλους δ᾽ ἐφθαρμένους
θάσσειν φάραγγ᾽ ἔφασκε τοῦ νόμου φόβῳ,
κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.
Ἔδοξε δ᾽ ἡμῶν εὖ λέγειν τοῖς πλείοσι,
θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια. 280
Κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοιν
ἔστη κάρα τε διετίναξ᾽ ἄνω κάτω
κἀπεστέναξεν ὠλένας τρέμων ἄκρας,
μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς·
Πυλάδη, δέδορκας τήνδε; Τήνδε δ᾽ οὐχ ὁρᾷς 285
Ἅιδου δράκαιναν, ὥς με βούλεται κτανεῖν
δειναῖς ἐχίδναις εἰς ἔμ᾽ ἐστομωμένη;
Ἣ δ᾽ ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον
πτεροῖς ἐρέσσει, μητέρ᾽ ἀγκάλαις ἐμὴν
ἔχουσα — πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ. 290
Οἴμοι, κτενεῖ με· ποῖ φύγω;
Παρῆν δ᾽ ὁρᾶν 291a
οὐ ταῦτα μορφῆς σχήματ᾽, ἀλλ᾽ ἠλλάσσετο
φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα,
ἃς φᾶσ᾽ Ἐρινῦς ἱέναι μιμήματα.
Ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι, 295
σιγῇ καθήμεθ᾽· ὃ δὲ χερὶ σπάσας ξίφος,
μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως,
παίει σιδήρῳ λαγόνας ἐς πλευράς θ᾽ ἱείς,
δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε,
ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός. 300
Κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια
πίπτοντα καὶ πορθούμεν᾽, ἐξωπλίζετο,
κόχλους τε φυσῶν συλλέγων τ᾽ ἐγχωρίους·
πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους
φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα. 305
Πολλοὶ δ᾽ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ.
Πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς,
στάζων ἀφρῷ γένειον· ὡς δ᾽ ἐσείδομεν
προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον
βάλλων ἀράσσων. Ἅτερος δὲ τοῖν ξένοιν 310
ἀφρόν τ᾽ ἀπέψη σώματός τ᾽ ἐτημέλει
πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς,
καραδοκῶν μὲν τἀπιόντα τραύματα,
φίλον δὲ θεραπείαισιν ἄνδρ᾽ εὐεργετῶν.
Ἔμφρων δ᾽ ἀνᾴξας ὁ ξένος πεσήματος 315
ἔγνω κλύδωνα πολεμίων προσκείμενον
καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας,
ᾤμωξέ θ᾽· ἡμεῖς δ᾽ οὐκ ἀνίεμεν πέτροις
βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.
Οὗ δὴ τὸ δεινὸν παρακέλευσμ᾽ ἠκούσαμεν· 320
Πυλάδη, θανούμεθ᾽, ἀλλ᾽ ὅπως θανούμεθα
κάλλισθ᾽· ἕπου μοι, φάσγανον σπάσας χερί. —
Ὡς δ᾽ εἴδομεν δίπαλτα πολεμίων ξίφη,
φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας.
Ἀλλ᾽, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι 325
ἔβαλλον αὐτούς· εἰ δὲ τούσδ᾽ ὠσαίατο,
αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις.
Ἀλλ᾽ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν
οὐδεὶς τὰ τῆς θεοῦ θύματ᾽ εὐτύχει βαλών.
Μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα, 330
κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν
πέτροισι χειρῶν φάσγαν᾽, ἐς δὲ γῆν γόνυ
καμάτῳ καθεῖσαν. Πρὸς δ᾽ ἄνακτα τῆσδε γῆς
κομίζομέν νιν. Ὃ δ᾽ ἐσιδὼν ὅσον τάχος
ἐς χέρνιβάς τε καὶ σφαγεῖ᾽ ἔπεμπέ σοι. 335
Ηὔχου δὲ τοιάδ᾽, ὦ νεᾶνί, σοι ξένων
σφάγια παρεῖναι· κἂν ἀναλίσκῃς ξένους
τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον
δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.
Χορός
Θαυμάστ᾽ ἔλεξας τὸν μανένθ᾽, ὅστις ποτὲ [340]
Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.
Ἰφιγένεια
Εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών, [342]
> τὰ δ᾽ ἐνθάδ᾽ ἡμεῖς ὅσια φροντιούμεθα —
ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους
γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί,
ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ,
Ἕλληνας ἄνδρας ἡνίκ᾽ ἐς χέρας λάβοις.
Νῦν δ᾽ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα,
δοκοῦσ᾽ Ὀρέστην μηκέθ᾽ ἥλιον βλέπειν,
δύσνουν με λήψεσθ᾽, οἵτινές ποθ᾽ ἥκετε. 350
Καὶ τοῦτ᾽ ἄρ᾽ ἦν ἀληθές, ᾐσθόμην, φίλαι·
οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις
αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.
Ἀλλ᾽ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε,
οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας 355
Ἑλένην ἀπήγαγ᾽ ἐνθάδ᾽, ἥ μ᾽ ἀπώλεσεν,
Μενέλεών θ᾽, ἵν᾽ αὐτοὺς ἀντετιμωρησάμην,
τὴν ἐνθάδ᾽ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ,
οὗ μ᾽ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι
ἔσφαζον, ἱερεὺς δ᾽ ἦν ὁ γεννήσας πατήρ. 360
Οἴμοι — κακῶν γὰρ τῶν τότ᾽ οὐκ ἀμνημονῶ —
ὅσας γενείου χεῖρας ἐξηκόντισα
γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη,
λέγουσα τοιάδ᾽· ὦ πάτερ, νυμφεύομαι
νυμφεύματ᾽ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δ᾽ ἐμὲ 365
σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν
ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν
μέλαθρον· ἡμεῖς δ᾽ ὀλλύμεσθα πρὸς σέθεν.
Ἅιδης Ἀχιλλεὺς ἦν ἄρ᾽, οὐχ ὁ Πηλέως,
ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις 370
ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ.
Ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων
ἔχουσ᾽, ἀδελφόν τ᾽ οὐκ ἀνειλόμην χεροῖν,
— ὃς νῦν ὄλωλεν — οὐ κασιγνήτῃ στόμα
συνῆψ᾽ ὑπ᾽ αἰδοῦς, ὡς ἰοῦσ᾽ ἐς Πηλέως 375
μέλαθρα· πολλὰ δ᾽ ἀπεθέμην ἀσπάσματα
ἐς αὖθις, ὡς ἥξουσ᾽ ἐς Ἄργος αὖ πάλιν.
Ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν
ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων —
τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα, 380
ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου,
ἢ καὶ λοχείας ἢ νεκροῦ θίγῃ χεροῖν,
βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη,
αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.
Οὐκ ἔσθ᾽ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ 385
Λητὼ τοσαύτην ἀμαθίαν. Ἐγὼ μὲν οὖν
τὰ Ταντάλου θεοῖσιν ἑστιάματα
ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ,
τοὺς δ᾽ ἐνθάδ᾽, αὐτοὺς ὄντας ἀνθρωποκτόνους,
ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ· 390
οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.
Χορός
Κυάνεαι κυάνεαι [392]
σύνοδοι θαλάσσας, ἵν᾽ οἶ-
στρος ὁ πετόμενος Ἀργόθεν ἄ-
ξενον ἐπ᾽ οἶδμα διεπέρασεν . . . 395
Ἀσιήτιδα γαῖαν
Εὐρώπας διαμείψας.
Τίνες ποτ᾽ ἄρα τὸν εὔυδρον δονακόχλοα 399
λιπόντες Εὐρώταν ἢ 400
ῥεύματα σεμνὰ Δίρκας
ἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούρᾳ
δίᾳ τέγγει
βωμοὺς καὶ περικίονας 405
ναοὺς αἷμα βρότειον;
Ἦ ῥοθίοις εἰλατίνας
δικρότοισι κώπας ἔπλευ-
σαν ἐπὶ πόντια κύματα, νά-
ιον ὄχημα λινοπόροις αὔραις, 410
φιλόπλουτον ἅμιλλαν
αὔξοντες μελάθροισιν;
Φίλα γὰρ ἐλπίς γ᾽, ἐπί τε πήμασιν βροτῶν 410
ἄπληστος ἀνθρώποις, ὄλ- 415
βου βάρος οἳ φέρονται
πλάνητες ἐπ᾽ οἶδμα πόλεις τε βαρβάρους περῶντες,
κοινᾷ δόξᾳ·
γνώμα δ᾽ οἷς μὲν ἄκαιρος ὄλ-
βου, τοῖς δ᾽ ἐς μέσον ἥκει. 420
Πῶς πέτρας τὰς συνδρομάδας,
πῶς Φινεϊδᾶν ἀΰ-
πνους ἀκτὰς ἐπέρασαν
παρ᾽ ἅλιον
αἰγιαλὸν ἐπ᾽ Ἀμφιτρί- 425
τας ῥοθίῳ δραμόντες,
ὅπου πεντήκοντα κορᾶν
Νηρῄδων . . . . χοροὶ
μέλπουσιν ἐγκύκλιοι,
πλησιστίοισι πνοαῖς 430
συριζόντων κατὰ πρύμναν
εὐναίων πηδαλίων
αὔραις <σὺν> νοτίαις
ἢ πνεύμασι Ζεφύρου,
τὰν πολυόρνιθον ἐπ᾽ αἶ- 435
αν, λευκὰν ἀκτάν, Ἀχιλῆ-
ος δρόμους καλλισταδίους,
ἄξεινον κατὰ πόντον;
Εἴθ᾽ εὐχαῖσιν δεσποσύνοις
Λήδας Ἑλένα φίλα
παῖς ἐλθοῦσα τύχοι τὰν 440
Τρῳάδα λι-
ποῦσα πόλιν, ἵν᾽ ἀμφὶ χαί-
τᾳ δρόσον αἱματηρὰν
ἑλιχθεῖσα λαιμοτόμῳ
δεσποίνας χειρὶ θάνοι 445
ποινὰς δοῦσ᾽ ἀντιπάλους.
Ἁδίσταν δ᾽ ἀγγελίαν
δεξαίμεσθ᾽, Ἑλλάδος ἐκ γᾶς
πλωτήρων εἴ τις ἔβα,
δουλείας ἐμέθεν 450
δειλαίας παυσίπονος·
κἀν γὰρ ὀνείροισι συνεί-
ην δόμοις πόλει τε πατρῴ-
ᾳ, τερπνῶν ὕπνων ἀπόλαυ-
σιν, κοινὰν χάριν ὄλβου. 455
Ἀλλ᾽ οἵδε χέρας δεσμοῖς δίδυμοι
συνερεισθέντες χωροῦσι, νέον
πρόσ
φαγμα θεᾶς· σιγᾶτε, φίλαι.
Τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ
ναοῖσι πέλας τάδε βαίνει· 460
οὐδ᾽ ἀγγελίας ψευδεῖς ἔλακεν
βουφορβὸς ἀνήρ.
Ὦ πότνι᾽, εἴ σοι τάδ᾽ ἀρεσκόντως
πόλις ἥδε τελεῖ, δέξαι θυσίας,
ἃς ὁ παρ᾽ ἡμῖν νόμος οὐχ ὁσίας 465
[Ἕλλησι διδοὺς] ἀναφαίνει.
Ἰφιγένεια
Εἶἑν· [466]
τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃ
φροντιστέον μοι. Μέθετε τῶν ξένων χέρας,
ὡς ὄντες ἱεροὶ μηκέτ᾽ ὦσι δέσμιοι.
Ναοῦ δ᾽ ἔσω στείχοντες εὐτρεπίζετε 470
ἃ χρὴ ᾽πὶ τοῖς παροῦσι καὶ νομίζεται.
Φεῦ·
τίς ἆρα μήτηρ ἡ τεκοῦσ᾽ ὑμᾶς ποτε
πατήρ τ᾽; Ἀδελφή τ᾽, εἰ γεγῶσα τυγχάνει . . .
Οἵων στερεῖσα διπτύχων νεανιῶν
ἀνάδελφος ἔσται. — Τὰς τύχας τίς οἶδ᾽ ὅτῳ 475
τοιαίδ᾽ ἔσονται; Πάντα γὰρ τὰ τῶν θεῶν
ἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδ᾽ οὐδεὶς κακὸν
<*>
ἡ γὰρ τύχη παρήγαγ᾽ ἐς τὸ δυσμαθές.
Πόθεν ποθ᾽ ἥκετ᾽, ὦ ταλαίπωροι ξένοι;
Ὡς διὰ μακροῦ μὲν τήνδ᾽ ἐπλεύσατε χθόνα, 480
μακρὸν δ᾽ ἀπ᾽ οἴκων χρόνον ἔσεσθ᾽ ἀεὶ κάτω.
Ὀρέστης
Τί ταῦτ᾽ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷν [483]
κακοῖσι λυπεῖς, ἥτις εἶ ποτ᾽, ὦ γύναι;
Οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖν
οἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ. 485
Οὐχ ὅστις Ἅιδην ἐγγὺς ὄντ᾽ οἰκτίζεται
σωτηρίας ἄνελπις· ὡς δύ᾽ ἐξ ἑνὸς
κακὼ συνάπτει, μωρίαν τ᾽ ὀφλισκάνει