Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 143
Complete Works of Euripides Page 143

by Euripides


  πλὴν ἕν· τὰ γὰρ τῶν βασιλέων παθήματα 670

  ἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν.

  Ἀτὰρ διῆλθον χἅτερον λόγον τινά.

  Ὀρέστης

  Τίν᾽; Ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.

  Πυλάδης

  Αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος· [674]

  κοινῇ τ᾽ ἔπλευσα . . . δεῖ με καὶ κοινῇ θανεῖν. 675

  Καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι

  Ἄργει τε Φωκέων τ᾽ ἐν πολυπτύχῳ χθονί,

  δόξω δὲ τοῖς πολλοῖσι — πολλοὶ γὰρ κακοί —

  προδοὺς σεσῷσθαί σ᾽ αὐτὸς εἰς οἴκους μόνος

  ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασι 680

  ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν,

  ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.

  Ταῦτ᾽ οὖν φοβοῦμαι καὶ δι᾽ αἰσχύνης ἔχω,

  κοὐκ ἔσθ᾽ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι

  καὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας, 685

  φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.

  Ὀρέστης

  Εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά, [687]

  ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.

  Ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις,

  ταὔτ᾽ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντ᾽ ἐμοὶ 690

  κτενῶ· τὸ μὲν γὰρ εἰς ἔμ᾽ οὐ κακῶς ἔχει,

  πράσσονθ᾽ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον.

  Σὺ δ᾽ ὄλβιός τ᾽ εἶ, καθαρά τ᾽, οὐ νοσοῦντ᾽, ἔχεις

  μέλαθρ᾽, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.

  Σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου 695

  κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτ᾽ ἔχειν —

  ὄνομά τ᾽ ἐμοῦ γένοιτ᾽ ἄν, οὐδ᾽ ἄπαις δόμος

  πατρῷος οὑμὸς ἐξαλειφθείη ποτ᾽ ἄν.

  Ἀλλ᾽ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.

  Ὅταν δ᾽ ἐς Ἑλλάδ᾽ ἵππιόν τ᾽ Ἄργος μόλῃς, 700

  πρὸς δεξιᾶς σε τῆσδ᾽ ἐπισκήπτω τάδε·

  τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι,

  καὶ δάκρυ᾽ ἀδελφὴ καὶ κόμας δότω τάφῳ.

  Ἄγγελλε δ᾽ ὡς ὄλωλ᾽ ὑπ᾽ Ἀργείας τινὸς

  γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ. 705

  Καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ,

  ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.

  Καὶ χαῖρ᾽· ἐμῶν γὰρ φίλτατόν σ᾽ ηὗρον φίλων,

  ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί,

  ὦ πόλλ᾽ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν. 710

  Ἡμᾶς δ᾽ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο·

  τέχνην δὲ θέμενος ὡς προσώταθ᾽ Ἑλλάδος

  ἀπήλασ᾽, αἰδοῖ τῶν πάρος μαντευμάτων.

  ᾯ πάντ᾽ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις,

  μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι. 715

  Πυλάδης

  Ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος [716]

  οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί σ᾽ ἐγὼ

  θανόντα μᾶλλον ἢ βλέπονθ᾽ ἕξω φίλον.

  Ἀτὰρ τὸ τοῦ θεοῦ σ᾽ οὐ διέφθορέν γέ πω

  μάντευμα· καίτοι γ᾽ ἐγγὺς ἕστηκας φόνου. 720

  Ἀλλ᾽ ἔστιν, ἔστιν, ἡ λίαν δυσπραξία

  λίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ.

  Ὀρέστης

  Σίγα· τὰ Φοίβου δ᾽ οὐδὲν ὠφελεῖ μ᾽ ἔπη·

  γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ.

  Ἰφιγένεια

  Ἀπέλθεθ᾽ ὑμεῖς καὶ παρευτρεπίζετε [725]

  τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ.

  Δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,

  ξένοι, πάρεισιν· ἃ δ᾽ ἐπὶ τοῖσδε βούλομαι,

  ἀκούσατ᾽. Οὐδεὶς αὑτὸς ἐν πόνοις <τ᾽> ἀνὴρ

  ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ. 730

  Ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς

  θῆται παρ᾽ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς

  ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.

  Ὀρέστης

  Τί δῆτα βούλῃ; Τίνος ἀμηχανεῖς πέρι;

  Ἰφιγένεια

  Ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς 735

  πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.

  Ὀρέστης

  Ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους;

  Ἰφιγένεια

  Τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; Λέγε.

  Ὀρέστης

  Ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.

  Ἰφιγένεια

  Δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν; 740

  Ὀρέστης

  Ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται;

  Ἰφιγένεια

  Ναί.

  Πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος.

  Ὀρέστης

  Ὄμνυ· σὺ δ᾽ ἔξαρχ᾽ ὅρκον ὅστις εὐσεβής.

  Ἰφιγένεια

  Δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.

  Πυλάδης

  Τοῖς σοῖς φίλοισι γράμματ᾽ ἀποδώσω τάδε. [745]

  Ἰφιγένεια

  Κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.

  Πυλάδης

  Τίν᾽ οὖν ἐπόμνυς τοισίδ᾽ ὅρκιον θεῶν;

  Ἰφιγένεια

  Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.

  Πυλάδης

  Ἐγὼ δ᾽ ἄνακτά γ᾽ οὐρανοῦ, σεμνὸν Δία.

  Ἰφιγένεια

  Εἰ δ᾽ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ; 750

  Πυλάδης

  Ἄνοστος εἴην· τί δὲ σύ, μὴ σῴσασά με;

  Ἰφιγένεια

  Μήποτε κατ᾽ Ἄργος ζῶσ᾽ ἴχ�
�ος θείην ποδός.

  Πυλάδης

  Ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.

  Ἰφιγένεια

  Ἀλλ᾽ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ.

  Πυλάδης

  Ἐξαίρετόν μοι δὸς τόδ᾽, ἤν τι ναῦς πάθῃ, 755

  χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέτα

  ἀφανὴς γένηται, σῶμα δ᾽ ἐκσῴσω μόνον,

  τὸν ὅρκον εἶναι τόνδε μηκέτ᾽ ἔμπεδον.

  Ἰφιγένεια

  Ἀλλ᾽ οἶσθ᾽ ὃ δράσω; Πολλὰ γὰρ πολλῶν κυρεῖ· [759]

  τἀνόντα κἀγγεγραμμέν᾽ ἐν δέλτου πτυχαῖς 760

  λόγῳ φράσω σοι πάντ᾽ ἀναγγεῖλαι φίλοις.

  Ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσῴσῃς γραφήν,

  αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα·

  ἢν δ᾽ ἐν θαλάσσῃ γράμματ᾽ ἀφανισθῇ τάδε,

  τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί. 765

  Πυλάδης

  Καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θ᾽ ὕπερ.

  Σήμαινε δ᾽ ᾧ χρὴ τάσδ᾽ ἐπιστολὰς φέρειν

  πρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν.

  Ἰφιγένεια

  [769] Ἄγγελλ᾽ Ὀρέστῃ, παιδὶ τῷ Ἀγαμέμνονος·

  Ἡ ᾽ν Αὐλίδι σφαγεῖσ᾽ ἐπιστέλλει τάδε 770

  ζῶσ᾽ Ἰφιγένεια, τοῖς ἐκεῖ δ᾽ οὐ ζῶσ᾽ ἔτι —

  Ὀρέστης

  Ποῦ δ᾽ ἔστ᾽ ἐκείνη; Κατθανοῦσ᾽ ἥκει πάλιν;

  Ἰφιγένεια

  ἥδ᾽ ἣν ὁρᾷς σύ· μὴ λόγοις ἔκπλησσέ με.

  Κόμισαί μ᾽ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν,

  ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς 775

  σφαγίων, ἐφ᾽ οἷσι ξενοφόνους τιμὰς ἔχω.

  Ὀρέστης

  Πυλάδη, τί λέξω; Ποῦ ποτ᾽ ὄνθ᾽ ηὑρήμεθα;

  Ἰφιγένεια

  Ἢ σοῖς ἀραία δώμασιν γενήσομαι.

  Πυλάδης

  Ὀρέστα — ;

  Ἰφιγένεια

  Ἵν᾽ αὖθις ὄνομα δὶς κλύων μάθῃς.

  Πυλάδης

  Ὦ θεοί. 780

  Ἰφιγένεια

  Τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς;

  Πυλάδης

  Οὐδέν· πέραινε δ᾽· ἐξέβην γὰρ ἄλλοσε.

  Τάχ᾽ οὐκ ἐρωτῶν σ᾽ εἰς ἄπιστ᾽ ἀφίξομαι.

  Ἰφιγένεια

  Λέγ᾽ οὕνεκ᾽ ἔλαφον ἀντιδοῦσά μου θεὰ [783]

  Ἄρτεμις ἔσῳσέ μ᾽, ἣν ἔθυσ᾽ ἐμὸς πατήρ,

  δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν, 785

  ἐς τήνδε δ᾽ ᾤκισ᾽ αἶαν. Αἵδ᾽ ἐπιστολαί,

  τάδ᾽ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα.

  Πυλάδης

  Ὦ ῥᾳδίοις ὅρκοισι περιβαλοῦσά με,

  κάλλιστα δ᾽ ὀμόσασ᾽, οὐ πολὺν σχήσω χρόνον,

  τὸν δ᾽ ὅρκον ὃν κατώμοσ᾽ ἐμπεδώσομεν. 790

  Ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε,

  Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.

  Ὀρέστης

  Δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰς

  τὴν ἡδονὴν πρῶτ᾽ οὐ λόγοις αἱρήσομαι.

  Ὦ φιλτάτη μοι σύγγον᾽, ἐκπεπληγμένος 795

  ὅμως σ᾽ ἀπίστῳ περιβαλὼν βραχίονι

  ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστ᾽ ἐμοί.

  Χορός

  [798] Ξέν᾽, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον

  χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.

  Ὀρέστης

  Ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς 800

  Ἀγαμέμνονος γεγῶσα, μή μ᾽ ἀποστρέφου,

  ἔχουσ᾽ ἀδελφόν, οὐ δοκοῦσ᾽ ἕξειν ποτέ.

  Ἰφιγένεια

  Ἐγώ σ᾽ ἀδελφὸν τὸν ἐμόν; Οὐ παύσῃ λέγων;

  Τὸ δ᾽ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία.

  Ὀρέστης

  Οὐκ ἔστ᾽ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος. 805

  Ἰφιγένεια

  Ἀλλ᾽ ἡ Λάκαινα Τυνδαρίς σ᾽ ἐγείνατο;

  Ὀρέστης

  Πέλοπός γε παιδὶ παιδός, οὗ ᾽κπέφυκ᾽ ἐγώ.

  Ἰφιγένεια

  Τί φῄς; Ἔχεις τι τῶνδέ μοι τεκμήριον;

  Ὀρέστης

  Ἔχω· πατρῴων ἐκ δόμων τι πυνθάνου.

  Ἰφιγένεια

  Οὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δ᾽ ἐμέ. 810

  Ὀρέστης

  Λέγοιμ᾽ ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε· [811]

  Ἀτρέως Θυέστου τ᾽ οἶσθα γενομένην ἔριν;

  Ἰφιγένεια

  Ἤκουσα· χρυσῆς ἀρνὸς ἦν νείκη πέρι.

  Ὀρέστης

  Ταῦτ᾽ οὖν ὑφήνασ᾽ οἶσθ᾽ ἐν εὐπήνοις ὑφαῖς;

  Ἰφιγένεια

  Ὦ φίλτατ᾽, ἐγγὺς τῶν ἐμῶν κάμπτεις φρενῶν. 815

  Ὀρέστης

  Εἰκώ τ᾽ ἐν ἱστοῖς ἡλίου μετάστασιν;

  Ἰφιγένεια

  Ὕφηνα καὶ τόδ᾽ εἶδος εὐμίτοις πλοκαῖς.

  Ὀρέστης

  Καὶ λούτρ᾽ ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα;

  Ἰφιγένεια

  Οἶδ᾽· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μ᾽ ἀφείλετο.

  Ὀρέστης

  Τί γάρ; Κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν; 820

  Ἰφιγένεια

  Μνημεῖά γ᾽ ἀντὶ σώματος τοὐμοῦ τάφῳ.

  Ὀρέστης

  Ἃ δ᾽ εἶδον αὐτός, τάδε φράσω τεκμήρια· [822]

  Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός,

  ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα

  ἐκτήσαθ᾽ Ἱπποδάμειαν, Οἰνόμαον κτανών, 825

  ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.

  Ἰφιγένεια

  Ὦ φίλτατ᾽, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ,

  ἔχ
ω σ᾽, Ὀρέστα, τηλύγετον [χθονὸς] ἀπὸ πατρίδος

  Ἀργόθεν, ὦ φίλος. 830

  Ὀρέστης

  Κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται.

  Κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷ

  τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δ᾽ ἐμόν.

  Ἰφιγένεια

  Τόδ᾽ ἔτι βρέφος

  ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ 835

  νεαρὸν ἐν δόμοις.

  Ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μου

  ψυχά, τί φῶ; Θαυμάτων 839

  πέρα καὶ λόγου πρόσω τάδ᾽ ἐπέβα. 840

  Ὀρέστης

  Τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα.

  Ἰφιγένεια

  Ἄτοπον ἁδονὰν ἔλαβον, ὦ φίλαι· [842]

  δέδοικα δ᾽ ἐκ χερῶν με μὴ πρὸς αἰθέρα

  ἀμπτάμενος φύγῃ·

  ἰὼ Κυκλωπὶς ἑστία· ἰὼ πατρίς, 845

  Μυκήνα φίλα,

  χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς,

  ὅτι μοι συνομαίμονα τόνδε δόμοις

  ἐξεθρέψω φάος.

  Ὀρέστης

  Γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς, 850

  ὦ σύγγον᾽, ἡμῶν δυστυχὴς ἔφυ βίος.

  Ἰφιγένεια

  Ἐγᾦδ᾽ ἁ μέλεος, οἶδ᾽, ὅτε φάσγανον

  δέρᾳ θῆκέ μοι μελεόφρων πατήρ. 854

  Ὀρέστης

  Οἴμοι. Δοκῶ γὰρ οὐ παρών σ᾽ ὁρᾶν ἐκεῖ. 855

  Ἰφιγένεια

  Ἀνυμέναιος, <ὦ> σύγγον᾽, Ἀχιλλέως

  ἐς κλισίαν λέκτρων

  δολίαν ὅτ᾽ ἀγόμαν· 859

  παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι. 860

  Φεῦ φεῦ χερνίβων <τῶν> ἐκεῖ.

  Ὀρέστης

  ᾬμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ.

  Ἰφιγένεια

  Ἀπάτορ᾽ ἀπάτορα πότμον ἔλαχον. 864

  Ἄλλα δ᾽ ἐξ ἄλλων κυρεῖ 865

 

‹ Prev