Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 144
Complete Works of Euripides Page 144

by Euripides


  δαίμονος τύχᾳ τινός. 867

  Ὀρέστης

  Εἰ σόν γ᾽ ἀδελφόν, ὦ τάλαιν᾽, ἀπώλεσας. 866

  Ἰφιγένεια

  Ὦ μελέα δεινᾶς τόλμας. Δείν᾽ ἔτλαν [868]

  δείν᾽ ἔτλαν, ὤμοι σύγγονε. Παρὰ δ᾽ ὀλίγον 870

  ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν

  δαϊχθεὶς χερῶν.

  Ἁ δ᾽ ἐπ᾽ αὐτοῖσι τίς τελευτά;

  Τίς τύχα μοι συγχωρήσει;

  Τίνα σοι πόρον εὑρομένα — 875

  πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω 878

  πατρίδ᾽ ἐς Ἀργείαν,

  πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι; 880

  Τόδε τόδε σόν, ὦ μελέα ψυχά,

  χρέος ἀνευρίσκειν.

  Πότερον κατὰ χέρσον, οὐχὶ ναΐ — ; 884

  Ἀλλὰ ποδῶν ῥιπᾷ 885

  θανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλα

  καὶ δι᾽ ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὴν

  στενοπόρου πέτρας μακρὰ κέλευθα να- 890

  ΐοισιν δρασμοῖς.

  Τάλαινα, τάλαινα. 894

  Τίς ἂν οὖν τάδ᾽ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ 895

  τί τῶν ἀδοκήτων,

  πόρον ἄπορον ἐξανύσας, δυοῖν

  τοῖν μόνοιν Ἀτρείδαιν <φαίνοι>

  κακῶν ἔκλυσιν;

  Χορός

  Ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα 900

  τάδ᾽ εἶδον αὐτὴ κοὐ κλύουσ᾽ ἀπαγγελῶ.

  Πυλάδης

  [902] Τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων,

  Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν·

  λήξαντα δ᾽ οἴκτων κἀπ᾽ ἐκεῖν᾽ ἐλθεῖν χρεών,

  ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίας 905

  λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.

  Σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ᾽κβάντας τύχης,

  καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.

  Ὀρέστης

  Καλῶς ἔλεξας· τῇ τύχῃ δ᾽ οἶμαι μέλειν

  τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ᾖ, 910

  σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.

  Ἰφιγένεια

  Μηδέν μ᾽ ἐπίσχῃ γ᾽· οὐδ᾽ ἀποστήσει λόγου,

  πρῶτον πυθέσθαι τίνα ποτ᾽ Ἠλέκτρα πότμον

  εἴληχε βιότου· φίλα γὰρ ἔστε πάντ᾽ ἐμοί.

  Ὀρέστης

  Τῷδε ξυνοικεῖ βίον ἔχουσ᾽ εὐδαίμονα. 915

  Ἰφιγένεια

  Οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;

  Ὀρέστης

  Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ.

  Ἰφιγένεια

  Ὁ δ᾽ ἐστί γ᾽ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;

  Ὀρέστης

  Ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.

  Ἰφιγένεια

  Οὐκ ἦν τόθ᾽ οὗτος ὅτε πατὴρ ἔκτεινέ με. [920]

  Ὀρέστης

  Οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.

  Ἰφιγένεια

  Χαῖρ᾽ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.

  Ὀρέστης

  Κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.

  Ἰφιγένεια

  Τὰ δεινὰ δ᾽ ἔργα πῶς ἔτλης μητρὸς πέρι;

  Ὀρέστης

  Σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῷ. 925

  Ἰφιγένεια

  Ἡ δ᾽ αἰτία τίς ἀνθ᾽ ὅτου κτείνει πόσιν;

  Ὀρέστης

  Ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν.

  Ἰφιγένεια

  Σιγῶ· τὸ δ᾽ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;

  Ὀρέστης

  Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας.

  Ἰφιγένεια

  Οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους; 930

  Ὀρέστης

  Οὔκ, ἀλλ᾽ Ἐρινύων δεῖμά μ᾽ ἐκβάλλει χθονός.

  Ἰφιγένεια

  Ταῦτ᾽ ἆρ᾽ ἐπ᾽ ἀκταῖς κἀνθάδ᾽ ἠγγέλης μανείς;

  Ὀρέστης

  Ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.

  Ἰφιγένεια

  Ἔγνωκα· μητρός σ᾽ οὕνεκ᾽ ἠλάστρουν θεαί.

  Ὀρέστης

  Ὥσθ᾽ αἱματηρὰ στόμι᾽ ἐπεμβαλεῖν ἐμοί. 935

  Ἰφιγένεια

  Τί γάρ ποτ᾽ ἐς γῆν τήνδ᾽ ἐπόρθμευσας πόδα;

  Ὀρέστης

  Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.

  Ἰφιγένεια

  Τί χρῆμα δράσειν; Ῥητὸν ἢ σιγώμενον;

  Ὀρέστης

  Λέγοιμ᾽ ἄν· ἀρχαὶ δ᾽ αἵδε μοι πολλῶν πόνων. [939]

  Ἐπεὶ τὰ μητρὸς ταῦθ᾽ ἃ σιγῶμεν κακὰ 940

  ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων

  ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα

  ἐς τὰς Ἀθήνας δῆτ᾽ ἔπεμψε Λοξίας,

  δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.

  Ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ 945

  Ζεὺς εἵσατ᾽ ἔκ του δὴ χερῶν μιάσματος.

  Ἐλθὼν δ᾽ ἐκεῖσε — πρῶτα μέν μ᾽ οὐδεὶς ξένων

  ἑκὼν ἐδέξαθ᾽, ὡς θεοῖς στυγούμενον·

  οἳ δ᾽ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι

  παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει, 950

  σιγῇ δ᾽ ἐτεκτήναντ᾽ ἀπόφθεγκτόν μ᾽, ὅπως

  δαιτὸς γενοίμην πώματός τ᾽ αὐτοῖς δίχα,

  ἐς δ᾽ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου

  μέτρημα πληρώσαντες εἶχον ἡδονήν.

  Κἀγὼ ᾽ξελέγξαι μὲν ξένους οὐκ ἠξίουν, 955

  ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι,

  μέγα στενάζων οὕνεκ᾽ ἦ μητρὸς φονεύς.

  Κλύω δ᾽ Ἀθηναίοισι τἀμὰ δυστυχῆ

&
nbsp; τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,

  χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών. 960

  Ὡς δ᾽ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην

  ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,

  τὸ δ᾽ ἄλλο πρέσβειρ᾽ ἥπερ ἦν Ἐρινύων.

  Εἰπὼν <δ᾽> ἀκούσας θ᾽ αἵματος μητρὸς πέρι,

  Φοῖβός μ᾽ ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοι 965

  ψήφους διηρίθμησε Παλλὰς ὠλένῃ·

  νικῶν δ᾽ ἀπῆρα φόνια πειρατήρια.

  Ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ,

  ψῆφον παρ᾽ αὐτὴν ἱερὸν ὡρίσαντ᾽ ἔχειν·

  ὅσαι δ᾽ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ, 970

  δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μ᾽ ἀεί,

  ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον,

  καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,

  ἐπώμοσ᾽ αὐτοῦ βίον ἀπορρήξειν θανών,

  εἰ μή με σώσει Φοῖβος, ὅς μ᾽ ἀπώλεσεν. 975

  Ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν

  Φοῖβός μ᾽ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν

  ἄγαλμ᾽ Ἀθηνῶν τ᾽ ἐγκαθιδρῦσαι χθονί.

  Ἀλλ᾽ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν,

  σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας, 980

  μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει

  στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.

  Ἀλλ᾽, ὦ φιληθεῖσ᾽, ὦ κασίγνητον κάρα,

  σῷσον πατρῷον οἶκον, ἔκσῳσον δ᾽ ἐμέ·

  ὡς τἄμ᾽ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν, 985

  οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας.

  Χορός

  Δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσε

  τὸ Ταντάλειον σπέρμα διὰ πόνων τ᾽ ἄγει.

  Ἰφιγένεια

  [989] Τὸ μὲν πρόθυμον, πρίν σε δεῦρ᾽ ἐλθεῖν, ἔχω

  Ἄργει γενέσθαι καὶ σέ, σύγγον᾽, εἰσιδεῖν. 990

  Θέλω δ᾽ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων

  νοσοῦντά τ᾽ οἶκον, οὐχὶ τῷ κτανόντι με

  θυμουμένη, πατρῷον ὀρθῶσαι· θέλω·

  σφαγῆς τε γὰρ σῆς χεῖρ᾽ ἀπαλλάξαιμεν ἂν

  σῴσαιμί τ᾽ οἴκους. Τὴν θεὸν δ᾽ ὅπως λάθω 995

  δέδοικα καὶ τύραννον, ἡνίκ᾽ ἂν κενὰς

  κρηπῖδας εὕρῃ λαΐνας ἀγάλματος.

  Πῶς δ᾽ οὐ θανοῦμαι; Τίς δ᾽ ἔνεστί μοι λόγος;

  Ἀλλ᾽, εἰ μὲν — ἕν τι — τοῦθ᾽ ὁμοῦ γενήσεται,

  ἄγαλμά τ᾽ οἴσεις κἄμ᾽ ἐπ᾽ εὐπρύμνου νεὼς 1000

  ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν·

  τούτου δὲ χωρισθεῖσ᾽ — ἐγὼ μὲν ὄλλυμαι,

  σὺ δ᾽ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις.

  Οὐ μήν τι φεύγω γ᾽, οὐδέ σ᾽ εἰ θανεῖν χρεὼν

  σῴσασαν· οὐ γὰρ ἀλλ᾽ ἀνὴρ μὲν ἐκ δόμων 1005

  θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ.

  Ὀρέστης

  Οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς· [1007]

  ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶ

  καὶ ζῆν θέλοιμ᾽ ἂν καὶ θανὼν λαχεῖν ἴσον.

  Ἄξω δέ γ᾽, ἤνπερ καὐτὸς ἐνταυθοῖ περῶ, 1010

  πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα.

  Γνώμης δ᾽ ἄκουσον· εἰ πρόσαντες ἦν τόδε

  Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισε

  κομίσαι μ᾽ ἄγαλμα θεᾶς πόλισμ᾽ ἐς Παλλάδος

  <*>

  καὶ σὸν πρόσωπον εἰσιδεῖν; Ἅπαντα γὰρ 1015

  συνθεὶς τάδ᾽ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.

  Ἰφιγένεια

  Πῶς οὖν γένοιτ᾽ ἂν ὥστε μήθ᾽ ἡμᾶς θανεῖν,

  λαβεῖν θ᾽ ἃ βουλόμεσθα; Τῇδε γὰρ νοσεῖ

  νόστος πρὸς οἴκους· ἡ δὲ βούλησις πάρα.

  Ὀρέστης

  Ἆρ᾽ ἂν τύραννον διολέσαι δυναίμεθ᾽ ἄν; 1020

  Ἰφιγένεια

  Δεινὸν τόδ᾽ εἶπας, ξενοφονεῖν ἐπήλυδας.

  Ὀρέστης

  Ἀλλ᾽, εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον.

  Ἰφιγένεια

  Οὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ᾔνεσα.

  Ὀρέστης

  Τί δ᾽, εἴ με ναῷ τῷδε κρύψειας λάθρα;

  Ἰφιγένεια

  Ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν; [1025]

  Ὀρέστης

  Κλεπτῶν γὰρ ἡ νύξ, τῆς δ᾽ ἀληθείας τὸ φῶς.

  Ἰφιγένεια

  Εἴσ᾽ ἔνδον ἱεροὶ φύλακες, οὓς οὐ λήσομεν.

  Ὀρέστης

  Οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν;

  Ἰφιγένεια

  Ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι.

  Ὀρέστης

  Ποῖόν τι; Δόξης μετάδος, ὡς κἀγὼ μάθω. 1030

  Ἰφιγένεια

  Ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασι.

  Ὀρέστης

  Δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.

  Ἰφιγένεια

  Φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν.

  Ὀρέστης

  Χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς.

  Ἰφιγένεια

  Ὡς οὐ θέμις γε λέξομεν θύειν θεᾷ, 1035

  Ὀρέστης

  Τίν᾽ αἰτίαν ἔχουσ᾽; Ὑποπτεύω τι γάρ.

  Ἰφιγένεια

  Οὐ καθαρὸν ὄντα· τὸ δ᾽ ὅσιον δώσω φόβῳ.

  Ὀρέστης

  Τί δῆτα μᾶλλον θεᾶς ἄγαλμ᾽ ἁλίσκεται;

  Ἰφιγένεια

  Πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι,

  Ὀρέστης

  Ἔτ᾽ ἐν δόμοισι βρέτας, ἐφ᾽ ᾧ πεπλεύκαμεν. [1040]

  Ἰ
φιγένεια

  Κἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ.

  Ὀρέστης

  Ποῖ δῆτα; Πόντου νοτερὸν εἶπας ἔκβολον;

  Ἰφιγένεια

  Οὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν.

  Ὀρέστης

  Σὺ δ᾽ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας;

  Ἰφιγένεια

  Ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστ᾽ ἐμοὶ μόνῃ. 1045

  Ὀρέστης

  Πυλάδης δ᾽ ὅδ᾽ ἡμῖν ποῦ τετάξεται πόνου;

  Ἰφιγένεια

  Ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμ᾽ ἔχων.

  Ὀρέστης

  Λάθρα δ᾽ ἄνακτος ἢ εἰδότος δράσεις τάδε;

  Ἰφιγένεια

  Πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε.

  Ὀρέστης

  Καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα. 1050

  Ἰφιγένεια

  Σοὶ δὴ μέλειν χρὴ τἄλλ᾽ ὅπως ἕξει καλῶς.

  Ὀρέστης

  Ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε. [1052]

  ἀλλ᾽ ἀντίαζε καὶ λόγους πειστηρίους

  εὕρισκ᾽· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή.

  τὰ δ᾽ ἄλλ᾽ ἴσως — . ἅπαντα συμβαίη καλῶς. 1055

  Ἰφιγένεια

  Ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω, [1056]

  καὶ τἄμ᾽ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχειν

  ἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας

  φίλου τ᾽ ἀδελφοῦ φιλτάτης τε συγγόνου.

  καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδ᾽ ἀρχέτω· 1060

  γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος

  σῴζειν τε κοινὰ πράγματ᾽ ἀσφαλέσταται.

  σιγήσαθ᾽ ἡμῖν καὶ συνεκπονήσατε

  φυγάς. καλόν τοι γλῶσσ᾽ ὅτῳ πιστὴ παρῇ.

  ὁρᾶτε δ᾽ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους, 1065

  ἢ γῆς πατρῴας νόστον ἢ θανεῖν ἔχει.

 

‹ Prev